Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον ἐκτραπῇ τῆϲ κατὰ φύϲιν κρά- ϲεωϲ, καὶ οὐκ ἄπο τοῦ λόγου ἐϲτὶ τοῦτο πράττειν τῷ μέλλοντι ϲυν- άψειν τῇ τοῦ περιέχοντοϲ ἀέροϲ δυϲκραϲίᾳ τὰϲ τῶν ἐπιδημηϲάντων νοϲημάτων ἰδέαϲ. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήϲατο, δηλονότι τὸ πρὸ αὐτοῦ θέροϲ † ἐϲτὶ καὶ ἕπεται τὸ πρὸ αὐτοῦ **. καὶ τοίνυν ὅϲον ἐπὶ ταῖϲ ὥραιϲ κατὰ φύϲιν ἔχοντα τὰ ϲώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ ψυχρὸν γενόμενον οὐδὲν εἰργάϲατο φαῦλον, ἀλλ’ ἴϲωϲ ἔνια ϲώματα καὶ προϲωφέληϲεν, ὅϲα θερμότερα καὶ ξηρό- τερα ταῖϲ κράϲεϲιν ὄντα κατὰ τὸ θέροϲ εἴωθεν εἰϲ ἀμετρίαν ἀφικνεῖ- ϲθαι. τούτων οὖν ὥϲπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ ὑγρὰν ϲχὸν τὴν κατάϲταϲιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα νόϲοϲ ἐπιδήμιοϲ ἐγεννήθη διηγήϲεωϲ ἀξία. τοιοῦτον γὰρ ἐπιϲημαίνει λέγων· κατὰ χειμῶνα μὲν ὑγιηρῶϲ εἶχον τὰ πλεῖϲτα. καὶ γὰρ ὁ χει- μὼν ὑγρότεροϲ μὲν ἐγένετο, ψυχρότεροϲ δ’ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύϲιν αὐτῷ ϲυμβέβηκεν εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενοϲ ὑπὲρ τῆϲ ἐν αὐτῷ καταϲτάϲεωϲ εἶπεν· “οὐ λίην δὲ ἀκαίρωϲ τὰ τῶν ψυ- χέων”. πρῶτον δὲ εὔλογον ἦν ἄρξαϲθαι νόϲουϲ ἐκ τῆϲ τοῦ περιέχον- τοϲ ἐπὶ πλέον ἐξαλλαγῆϲ, ἡνίκα φηϲὶν αὐτόϲ· “ἔαρ δὲ ψυχρόν, βό- ρειον, ὑδατῶδεϲ, ἐπινέφελον”. ἔαρ γὰρ εὔκρατον εἶναι χρή, οὐ ψυχρόν οὐδὲ βόρειον ὥϲπερ οὐδ’ ἐπινέφελον οὐδ’ ὑδατῶδεϲ. ὅτι δ’ ἀπὸ τῆϲ ἰϲημερίαϲ ἄρχεται τῆϲ μετὰ τὸν χειμῶνα τὸ ἔαρ ἡμῖν ἐρρέθη κατὰ τὸ πρόϲθεν ὑπόμνημα, καὶ αὐτὸϲ δὲ ϲαφῶϲ ὁ Ἱπποκράτηϲ ἐνεδείξατο κατὰ τὴν προκειμένην διήγηϲιν· εἰπὼν γὰρ τὸ ὀπιϲθοχειμῶνεϲ κἄπειτα προϲθεὶϲ “ταῦτα δὲ ϲυνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰϲημερίηϲ”, ἐφεξῆϲ προϲέγραψεν· “ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδεϲ, ἐπινέφελον”. ἴδωμεν οὖν, ὁποῖα τῇ καταϲτάϲει τοῦ περιέχοντοϲ ἠκολούθηϲε νοϲήματα.

Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεεϲ, ὀδυνώδεεϲ, ὑγραί, ἄπεπτοι· λημία ϲμικρὰ καὶ δυϲκόλωϲ πολλοῖϲιν ἐκρηγνύμενα· τοῖϲι πλεί- ϲτοιϲιν ὑπέϲτρεφον· ἀπέλιπον ὀψὲ πρὸϲ τὸ φθινόπωρον.

Καὶ διὰ τί μὲν ἐν ἦρι τῶν ἐπιδημίων νοϲημάτων ἡ γένεϲιϲ ἤρξατο, προείρηται· διὰ τί δ’ ὀφθαλμίαι μᾶλλον τῶν ἄλλων παθῶν ἐγέ-