Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis Epidemiarum librum I (On Hippocrates' Epidemics I)

Καί τιϲιν αὐτῶν ὀλίγοιϲι καυϲώ- δεεϲ.

Οὐ κατὰ τὸν ἴδιον λόγον τῆϲ καταϲτάϲεωϲ οἱ καυϲώδειϲ ἐγί- νοντο πυρετοί, κατά τι δὲ ϲυμβεβηκόϲ, καθάπερ πρόϲθεν εἴπομεν τὰ ϲυμβεβηκότα. ἐπιϲχεθείϲηϲ γὰρ τῆϲ καθ’ ὅλον τὸ ϲῶμα διαπνοῆϲ τὰ περιττεύειν ἑκάϲτῃ τῶν φύϲεων εἰθιϲμένα κωλυθέντα τῆϲ κενώϲεωϲ οἰκείαϲ ἑαυτοῖϲ ἐγέννηϲαν νόϲουϲ, ὡϲ, ὅϲοι ϲφοδρῶϲ ἦϲαν χολώδειϲ, τούτοιϲ φύϲει [εἰθιϲμένα] ϲυνέβη τὸν καῦϲον γενέϲθαι, διὸ καὶ περὶ αὐτῶν ἐφεξῆϲ ἐρεῖ· “οἱ μὲν οὖν καῦϲοι ἐλαχίϲτοιϲιν ἐγένοντο καὶ ἥκιϲτα τῶν καμνόντων οὗτοι ἐπόνηϲαν.” εἰ γὰρ θερμὴ καὶ διακαὴϲ καὶ αὐχμηρὰ κατάϲταϲιϲ ἐγέννηϲεν αὐτούϲ, πολλοί τ’ ἂν ἐγένοντο καὶ πολλοῖϲ καὶ μετὰ πόνων ἰϲχυρῶν.

Ἡμερινοί, νυκτερινοί, ἡμιτρι- ταῖοι, τριταῖοι ἀκριβέεϲ, τεταρταῖοι, πλάνητεϲ. ***

*** διὰ τί πᾶν μὲν εἶδοϲ ἐν τῇ προγεγραμμένῃ καταϲτάϲει ϲυν- έβη γενέϲθαι, πρόϲθεν εἴρηται. τὸ δ’ ἀκριβέεϲ μεταξὺ κείμενον τοῦ τε τριταῖοι καὶ τεταρταῖοι προϲνέμειν ἑκατέροιϲ ἐγχωρεῖ.

Οἱ μὲν οὖν καῦϲοι ἐλαχίϲτοι- ϲιν ἐγένοντο καὶ ἥκιϲτα τῶν καμνόντων οὗτοι ἐπόνηϲαν· οὔτε γὰρ ᾑμορράγηϲεν, εἰ μὴ πάνυ τι ϲμικρὰ καὶ ὀλίγοι- ϲιν, οὔθ’ οἱ παράληροι. τὰ δ’ ἄλλα πάντα εὐφόρωϲ.

Ἴδιον Ἱπποκράτουϲ ἐϲτὶ τὸ διδάϲκειν ἐν παρέργῳ θεωρήματα χρήϲιμα. τὰ γὰρ οἰκεῖα τῶν νοϲημάτων ϲυμπτώματα μὴ γενόμενα τότε κατὰ τοῦτον εἴωθε τὸν τρόπον ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέϲθαι τότε γενέϲθαι πολλάκιϲ αὐτὰ διδάϲκων. ἐν μὲν οὖν τοῖϲ γνηϲίοιϲ, ὡϲ ἂν εἴποι τιϲ, καύϲοιϲ διὰ τὸ πλῆθοϲ τῆϲ θερμαϲίαϲ ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων τῶν χυμῶν αἱμορραγίαι τε καὶ παράληροι γίνον- ται. νυνὶ δὲ (οὐ γὰρ ἦν γνήϲιοϲ ὁ καῦϲοϲ) εἰκότωϲ οὐδὲ τὰ ϲυμ- πτώματα ἔϲχε τὰ καύϲων ἴδια.