Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Aere, Aquis, Locis (Airs, Waters, Places)

10. Περὶ δὲ ἐτέων ὧδε ἄν τις ἐνθυμεύμενος διαγιγνώσκοι ὁκοῖόν τι μέλλει ἔσεσθαι τὸ ἔτος, εἴτε νοσερὸν, εἴτε ὑγιηρόν. Ἢν μὲν γὰρ κατὰ λόγον γένηται τὰ σημεῖα· ἐπὶ τοῖσιν ἄστροισι δύνουσί τε καὶ ἐπιτέλλουσιν, ἔν τε τῷ μετοπώρῳ ὕδατα γένηται, καὶ ὁ χειμὼν μέτριος, καὶ μήτε λίην εὔδιος, μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι ὕδατα γένηται ὡραῖα, καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς εἶναι. Ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἦρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες γίγνεσθαι καὶ ὀφθαλμίας καὶ δυσεντερίας ἐμποιέειν. Ὁκόταν γὰρ τὸ πνῖγος ἐπιγένηται ἐξαίφνης, τῆς τε γῆς ὁγρῆς ἐούσης ὑπὸ τῶν ὄμβρων τῶν ἐαρινῶν καὶ ὁπὸ τοῦ νότου, ἀνάγκη διπλόον τὸ καῦμα εἶναι ὑπό τε τῆς γῆς διαβρόχου ἐούσης καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ ξυνεστηκυιῶν τοῖσιν ἀνθρώποισι, μήτε τοῦ ἐγκεφάλου ἀνεξηρασμένου· οὐ γὰρ οἷόν τε, τοῦ ἦρος τοιουτέου ἐόντος, μὴ οὐ πλαδᾷν τὸ σῶμα καὶ τὴν σάρκα· ὥστε τοὺς πυρετοὺς ἐπιπίπτειν ὀξυτάτους ἅπασι, μάλιστα δὲ τοῖσι φλεγματίῃσιν. Καὶ δυσεντερίας εἰκός ἐστι γίγνεσθαι καὶ τῇσι γυναιξὶ καὶ τοῖσιν εἴδεσι τοῖσιν ὑγροτάτοισιν. Καὶ ἢν μὲν ἐπὶ κυνὸς ἐπιτολῇ ὕδωρ ἐπιγένηται καὶ χειμὼν, καὶ οἱ ἐτησίαι πνεύσωσιν, ἐλπὶς παύσασθαι, καὶ τὸ μετόπωρον ὑγιηρὸν γενέσθαι ·ἢν δὲ μὴ, κίνδυνος θανάτους τε γενέσθαι τοῖσι παιδίοισι καὶ τῇσι γυναιξὶ, τοῖσι δὲ πρεσβύτῃσιν ἥκιστα, τούς τε περιγενομένους ἐς τεταρταίους ἀποτελευτᾷν, καὶ ἐκ τῶν τεταρταίων ἐς ὕδρωπας· ἢν δ᾿ ὁ χειμὼν νότιος γένηται καὶ ἔπομβρος καὶ εὔδιος, τὸ δὲ ἦρ βόρειόν τε καὶ αὐχμηρὸν καὶ χειμέριον, πρῶτον μὲν τὰς γυναῖκας, ὁκόσαι ἂν τύχωσιν ἐν γαστρὶ ἔχουσαι, καὶ ὁ τόκος αὐτέῃσιν ᾖ πρὸς τῷ ἦρι, ἐκτιτρώσκεσθαι· ὁκόσαι δ᾿ ἂν καὶ τέκωσιν, ἀκρατέα τὰ παιδία τίκτειν καὶ νοσώδεα, ὥστε ἢ αὐτίκα ἀπόλλυσθαι, ἢ ζῶσι λεπτά τε ἐόντα καὶ ἀσθενέα καὶ νοσώδεα. Ταῦτα μὲν τῇσι γυναιξίν. Τοῖσι δὲ λοιποῖσι δυσεντερίας, καὶ ὀφθαλμίας ξηράς· καὶ ἐνίοισι κατάῤῥους ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν πλεύμονα. Τοῖσι μὲν οὖν φλεγματίῃσι τὰς δυσεντερίας εἰκὸς γίγνεσθαι, καὶ τῇσι γυναιξὶ, φλέγματος ἐπικαταῤῥυέντος ἀπὸ τοῦ ἐγκεφάλου, διὰ τὴν ὑγρότητα τῆς φύσιος· τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς, διὰ τὴν θερμότητα καὶ ξηρότητα τῆς σαρκός· τοῖσι δὲ πρεσβύτῃσι κατάῤῥους, διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν τῶν φλεβῶν, ὥστε ἐξαίφνης τοὺς μὲν ἀπόλλυσθαι, τοὺς δὲ παραπλήκτους γίγνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. Ὁκόταν γὰρ, τοῦ χειμῶνος ἐόντος νοτίου, καὶ θερμοῦ τοῦ σώματος, μὴ ξυνίστηται αἷμα μηδὲ φλέβες, τοῦ ἦρος ἐπιγενομένου βορείου καὶ αὐχμηροῦ καὶ ψυχροῦ, ὁ ἐγκέφαλος, ὁπηνίκα αὐτὸν ἔδει ἅμα καὶ τῷ ἦρι διαλύεσθαι καὶ καθαίρεσθαι ὑπό τε κορύζης καὶ βράγχων, τηνικαῦτα πήγνυταί τε καὶ ξυνίσταται, ὥστε ἐξαίφνης τοῦ θέρεος ἐπιγενομένου καὶ τοῦ καύματος, καὶ τῆς μεταβολῆς ἐπιγενομένης, ταῦτα τὰ νοσεύματα ἐπιπίπτειν. Καὶ ὁκόσαι μὲν τῶν πόλιων κέονταί γε καλῶς τοῦ ἡλίου καὶ τῶν πνευμάτων, ὕδασί τε χρέονται ἀγαθοῑσιν, αὗται μὲν ἧσσον αἰσθάνονται τῶν τοιουτέων μεταβολέων· ὁκόσαι δὲ ὕδασί τε ἑλείοισι χρέονται καὶ λιμνώδεσι, κέονταί τε μὴ καλῶς τῶν πνευμάτων καὶ τοῦ ἡλίου, αὗται δὲ μᾶλλον. Κἢν μὲν τὸ θέρος αὐχμηρὸν γένηται, θᾶσσον παύονται αἱ νοῦσοι· ἢν δὲ ἔπομβρον, πολυχρόνιοι γίγνονται· καὶ φαγεδαίνας κίνδυνος ἐγγίγνεσθαι ἀπὸ πάσης προφάσιος, ἢν ἕλκος ἐγγένηται· καὶ λειεντερίαι καὶ ὕδρωπες τελευτῶσι τοῖσι νοσεύμασιν ἐπιγίγνονται· οὐ γὰρ ἀποξηραίνονται αἱ κοιλίαι ῥηϊδίως. Ἢν δὲ τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον καὶ τὸ μετόπωρον, χειμῶνα ἀνάγκη νοσερὸν εἶναι, καὶ τοῖσι φλεγματίῃσι καὶ τοῖσι γεραιτέροισι τεσσαράκοντα ἐτέων καύσους γίγνεσθαι εἰκὸς, τοῖσι δὲ χολώδεσι πλευρίτιδας καὶ περιπλευμονίας. Ἢν δὲ τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίας ἐς τὸν χειμῶνα καὶ σφακέλους τοῦ ἐγκεφάλου εἰκὸς γίγνεσθαι, καὶ προσέτι βράγχους καὶ κορύζας καὶ βῆχας, ἐνίοισι δὲ καὶ φθίσιας. Ἢν δὲ βόρειόν τε ᾖ καὶ ἄνυδρον, καὶ μήτε ὑπὸ κύνα ἔπομβρον, μήτε ἐπὶ τῷ ἀρκτούρῳ, τοῖσι μὲν φλεγματίῃσι φύσει ξυμφέρει μάλιστα, καὶ τοῖσιν ὑγροῖσι τὰς φύσιας, καὶ τῇσι γυναιξίν· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίγνεται· λίην γὰρ ἀναξηραίνονται, καὶ ὀφθαλμίαι αὐτέοισιν ἐπιγίγνονται ξηραὶ, καὶ πυρετοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι. Τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον ἀναλοῦται, τὸ δὲ παχύτατον καὶ δριμύτατον λείπεται, καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον, ἀφ᾿ ὧν ταῦτα τὰ νοσεύματα αὐτέοισι γίγνεται. Τοῖσι δὲ φλεγματίῃσι πάντα ταῦτα ἀρωγά ἐστιν· ἀποξηραίνονται γὰρ, καὶ ἐς τὸν χειμῶνα ἀφικνεόνται, οὐ πλαδῶντες, ἀλλὰ ἀνεξηρασμένοι.

الجزء الثالث من كتاب ابقراط فى الامراض البلادية

ان الازمنة ينبغى أن تستعمل الفكر فيها حتى تعرف كيف تكون السنة ان كانت سليمة أو سقيمة

ان كان طلوع الكواكب وغيوبها على ما ينبغى وكانت مياه كثيرة فى الخريف وفى الشتاء يسيرة ولا يكون الصحو كثيرا ولا البرد فوق القدر وكانت مياه معتدلة فى الربيع وفى القيظ أيضا كانت السنة صحيحة جدا اضطرارا

اذا كانت علامات الكواكب على ما ينبغى فى طلوعها وغروبها كانت السنة سليمة وصح الهواء

اذا كان الشتاء يابسا شماليا والربيع كثير الامطار جنوبيا عرض للناس فى الصيف الحمى والرمد واختلاف الاغراس اضطرارا لانه اذا يدخل الحر بغتة والارض ندية من كثرة أمطار الربيع والجنوب يكون الحر مضاعفا اضطرارا وذلك أن الارض ندية حارة ومن احتراق الشمس تكون بطون الناس سهلة رطبة رخوة فيكثر اختلافهم وتلدن أدمغتهم

فاذا كان الهواء على هذه الحال لم يمكن البدن واللحم أن لا يعفنا فينزل بهؤلاء حمايات حارة لهبة ولا سيما من كان منهم بلغمانيا فأما اختلاف الاغراس فيعرض للنساء ولكل ذى طبيعة رطبة

ان كان فى طلوع الكوكب الذى يدعى الكلب وهو الشعرى مطر كثير وشتاء وهبت الرياح على أنوائها كفت الاسقام ورجى أن يكون الخريف صحيحا

فان لم يكن ما قلت على ما ذكرت كان الموت فى الصبيان والنساء فأما فى المشيخة فقل ما يحل بهم منه

ان من نجا منهم عرضت له الحمى الربع ومن الربع يؤول الى جمع الماء الاصفر

اذا كان الشتاء جنوبيا كثير الامطار والربيع يابسا شماليا شتويا فان النساء الحوامل يسقطن فى فصل الربيع اذا كان ابان ولادهن فيه فان ولدن ولدن أولادهن فيه مسقومين ليست لهم قوة فلذلك اما يموتون من ساعتهم واما يعيشون مهازيل مسقومين

أما سائر الناس فمنهم من يعرض له اختلاف الاغراس ورمد يابس ومنهم من يعرض له نوازل من رأسه الى رئته فأما البلغميون والنساء فيعرض لهم اختلاف الاغراس وذلك أن البلغم ينزل من رؤوسهم الى بطونهم وأما أصحاب المرة الصفراء فيعرض لهم رمد يابس لغلبة الحرارة واليبوسة على أبدانهم وأما الشيوخ فيعرض لهم النوازل لسخافة جلودهم ولذبولة عصبهم فربما ماتوا فجاءة وربما يبس جانبهم الايمن لانه اذا كان الشتاء حارا جنوبيا ولم تشتد الابدان حصفوا ونصفوا قبل ذلك ولانت العروق فدخل الربيع بيبس وبرد وشمال وكان ينبغى أن يكون الدماغ فى الربيع قد تحلل ما فيه من الفضول بالزكام والسعال فصار فى ذلك أنه جمد وانعقد واذا دخل الصيف بحره وصار التغيير كثيرا عرضت هذه الاسقام التى ذكرنا لهم

ما كان من الامصار مقابل شرق الشمس ورياحه سليمة ومياهه عذبة فان هذه المدينة قل ما يضرها تغير الهواء من بين المدن التى ذكرنا

ان كل مدينة يشرب أهلها ماء سباخيا بطاحيا وليست موضوعة سمت المشرق فليست رياحها سليمة فانها تضر أهلها ضرا كثيرا لتغير الهواء بها

ان يكن الصيف يابسا شديد الحر ذهبت الامراض سريعا وان تكن أمطار كثيرة طالت الامراض فان عرضت ببعض العلل لاحد من الناس قرحة آلت الى الآكلة اضطرارا

قال ابقراط: قد يتبع أيضا هذه الاسقام استرخاء البطن فيسمى لينطريا والماء الاصفر وذلك أن البطون لا تجف جفوفا هينا سريعا وحيا

انه اذا كان الصيف كثير الامطار وكان جنوبيا والخريف كمثل كان الشتاء اضطرارا سقيما ويعرض للبلغميين والشيوخ أبناء أربعين سنة حمى لهبة تسمى قوسوس فأما أصحاب المرة الصفراء فيعرض لهم ذات الجنب ووجع الرئة

انه اذ كان الصيف كثير الامطار وكان جنوبيا وكان الخريف كثير الامطار شماليا عرض للناس فى الشتاء وجع الرأس وداء فى الدماغ يقال له سفقلوس وسعال وبحوحة وزكام ويعرض السل أيضا لبعضهم

اذا كان شماليا يابسا ولم يمطر عند طلوع الشعرى ولا عند طلوع أرقطورس وهو حافظ الدب صح أهل البلغم وقووا به وانتفعوا وأصحاب الطبائع الرطبة والنساء فأما أصحاب المرة الصفراء فضار لهم جدا لانه تكثر يبوستهم ويعرض لهم رمد يابس وحميات حادة مزمنة ومنهم من يعرض له المرة السوداء وذلك أن ما كان من المرة الصفراء رقيقا مائيا يحترق ويبقى الغليظ من ذلك الحريف ويصير الدم أيضا مثل ذلك فمن أجل ذلك يعرض لهم هذه الاسقام

وأما أصحاب البلغم فان هذه العلل التى ذكرنا تنفعهم فانهم [لا] ييبسون وينتهون الى الشتاء وليست أبدانهم رخوة لكنها يابسة كثيفة