Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Aere, Aquis, Locis (Airs, Waters, Places)

14. Καὶ ὁκόσα μὲν ὀλίγον διαφέρει τῶν ἐθνέων παραλείψω· ὁκόσα δὲ μεγάλα ἢ φύσει ἢ νόμῳ, ἐρέω περὶ αὐτέων ὡς ἔχει. Καὶ πρῶτον περὶ τῶν Μακροκεφάλων. Τουτέων γὰρ οὐκ ἔστιν ἄλλο ἔθνος ὁμοίως τὰς κεφαλὰς ἔχον οὐδέν. Τὴν μὲν γὰρ ἀρχὴν ὁ νόμος αἰτιώτατος ἐγένετο τοῦ μήκεος τῆς κεφαλῆς, νῦν δὲ καὶ ἡ φύσις ξυμβάλλεται τῷ νόμῳ· τοὺς γὰρ μακροτάτην ἔχοντας τὴν κεφαλὴν γενναιοτάτους ἡγέονται. Ἔχει δὲ περὶ νόμου ὧδε· τὸ παιδίον ὁκόταν γένηται τάχιστα, τὴν κεφαλὴν αὐτέου ἔτι ἁπαλὴν ἐοῦσαν, μαλακοῦ ἐόντος, ἀναπλήσσουσι τῇσι χερσὶ, καὶ ἀναγκάζουσιν ἐς τὸ μῆκος αὔξεσθαι, δεσμά τε προσφέροντες καὶ τεχνήματα ἐπιτήδεια, ὑφ᾿ ὧν τὸ μὲν σφαιροειδὲς τῆς κεφαλῆς κακοῦται, τὸ δὲ μῆκος αὔξεται. Οὕτω τὴν ἀρχὴν ὁ νόμος κατειργάσατο, ὥστε ὑπὸ βίης τοιαύτην τὴν φύσιν γενέσθαι· τοῦ δὲ χρόνου προϊόντος, ἐν φύσει ἐγένετο, ὥστε τὸν νόμον μηκέτι ἀναγκάζειν. Ὁ γὰρ γόνος πανταχόθεν ἔρχεται τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὁγιηρὸς, ἀπό τε τῶν νοσερῶν νοσερός. Εἰ οὖν γίγνονται ἐκ τε τῶν φαλακρῶν φαλακροὶ, καὶ ἐκ γλαυκῶν γλαυκοὶ, καὶ ἐκ διεστραμμένων στρεβλοὶ, ὡς ἐπὶ τὸ πλῆθος, καὶ περὶ τῆς ἄλλης μορφῆς ὁ αὐτὸς λόγος, τί κωλύει καὶ ἐκ μακροκεφάλου μακροκέφαλον γενέσθαι; Νῦν δὲ ὁμοίως οὐκ ἔτι γίγνονται ὡς πρότερον· ὁ γὰρ νόμος οὐκ ἔτι ἰσχύει διὰ τὴν ὁμιλίην τῶν ἀνθρώπων. Περὶ μὲν οὖν τουτέων οὕτω μοι δοκέει.

انى لا أذكر من الامم التى اختلافها يسير فى ذات بينها فأما ما كان من اختلافها كثيرا فى الطبيعة والسنة فأذكرها على ما هى عليه

ابتدئ أولا فى الناس الذين رؤوسهم الى الطول لانه لا يشبه هذا الجنس جنس آخر من الامم كلهم وعلة طول رؤوسهم فى أول البدء هى من السنة أعنى العادة مع أن الطبيعة الآن قد تبعت السنة وذلك أنهم فعلوا ذلك ليعلموا الناس أنهم ذوو شجاعة وبأس فأما السنة فهذه أنهم اذا ولد المولود منهم يأخذونه سريعا ما دام لينا رطبا فيجبلون رأسه بأيديهم الى الطول ثم يشدونه به رباطا ويحتالون بحيل تفسد تدوير الرأس فينشؤون على ذلك فهذه السنة التى جعلت رؤوسهم طوالا أولا فاضطروا بها الطبيعة فلما تقادم الزمان وتمادى صارت هذه السنة معروفة فى الطبيعة ثابتة فصارت الآن السنة ليست علة لطول رؤوسهم فقط لكنها مع الطبيعة معا

ان المنى ينزل من أعضاء البدن كلها ويجرى من الصحيحة صحيحا ومن السقيمة سقيما

ان الافاعيل تكون هكذا ان الصلع يلدون صلعا والشهل شهلا والحول حولا فما يمنع الآن أن يلد طوال الرؤوس شبههم طوال الرؤوس

ان أولائك الآن ليسوا بطوال الرؤوس على ما كانوا فيما مضى من القدم لزوال تلك السنة وتبددها لاختلاطهم بالناس