Digital Corpus for Graeco-Arabic Studies

Galen: De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)

Καταλείπεται δὲ τὴν τρίτην διαφορὰν ἐξηγήσασθαι τῶν ὀργάνων τῆς τροφῆς, ἅπερ οἱ μύες εἰσὶν, οἱ μὲν κατ’ ἐπιγάστριον, οὐκ εἰς ἀπόκρισιν μόνην τῶν περιττῶν, ἀλλὰ καὶ πρὸς τὰς ἐκφύσεις τε καὶ φωνὰς οὐ μικρὰν ἔχοντες δύναμιν, οἱ δὲ κατὰ τὴν ἕδραν, εἴς τε τὸ σφίγγειν τε καὶ κλείειν τοῦ πόρου τὸ πέρας, ἀνασπῶντες αὖθις, ὅταν ἐν ταῖς διαχωρήσεσιν ἐκτραπῇ, κατὰ δὲ τὴν κύστιν ἕνεκα τοῦ κλείειν μόνον. τοῖς μὲν οὖν κατ’ ἐπιγάστριον εὐθὺς ἐν τῇ πρώτῃ τῶν ζώων ἀνατομῇ κάλλιον ἐγχειρεῖν, εἴπερ ὅλως μέλλοις ἐπ’ αὐτοῦ τοῦ ζώου διακρίνειν αὐτούς. ὅσοι δὲ περὶ τὴν ἕδραν εἰσὶν, εἰ μὴ πρότερόν τ’ ἐξέλοις τὰ ἔντερα, διαστήσαις τε τὰ τῆς ἥβης ὀστέα, θεάσασθαι σαφῶς αὐτοὺς ἀδύνατον. ὅπως οὖν χρὴ τοῦτο πράττειν, ἐμοὶ μὲν ἤδη λέγειν, σοὶ δ’ ἀκούειν καιρός. ἐπειδὴ τὰ τῆς ἥβης ὀστᾶ συμπέφυκεν ἀλλήλοις διὰ χόνδρου κατὰ τὸ πρόσω μέρος αὑτῶν, ἐξευρεῖν ἀκριβῶς πειρῶ τὴν γραμμὴν τῆς συμφύσεως. ἐὰν γὰρ κατ’ ἐκείνης τέμῃς ἰσχυρᾷ καὶ μεγάλῃ σμίλῃ, ῥᾳδίως αὐτὰ χωρίσεις ἀλλήλων. εἰ δὲ ταῦτα χωρισθείη, χωρίσεις ἑτοίμως αὐτίκα καὶ τὸ κατὰ τὴν βάσιν αὐτῶν ὑποκείμενον δέρμα, χωρὶς τοῦ διατέμνειν τὴν ἕδραν. εἶθ’ ἑξῆς ἑκατέρου τῶν ὀστῶν λαβόμενος, ὃ καλεῖται λαγὼν, ἀνάκλα πρὸς τὸ ἐκτὸς ἄχρι τοῦ καὶ ταῦτα λυθῆναι τῆς πρὸς τὸ πλατὺ συμφύσεως, ὃ δὴ καὶ ἱερὸν ὀνομάζεται. καταφανῆ γὰρ οὕτως ἔσται σοι τὰ κατὰ τὴν χώραν ἐκείνην ἅπαντα, ἣν τό τε πλατὺ καὶ τὰ τῆς ἥβης ὀστᾶ περιλαμβάνει. αὐτὴ μὲν οὖν ἡ ἐγχείρησις ἁπάντων ἐστὶ κοινὴ τῶν ἐνταῦθα κειμένων ὀργάνων. καὶ γὰρ ἐὰν τὰς ἀρτηρίας, ἢ τὰς φλέβας, ἢ τὰ νεῦρα θεάσασθαι βουληθῇς, ἢ τὴν κύστιν, ἢ τὴν μήτραν, ἢ τοὺς ἐπὶ τὸν τοῦ μηροῦ μέγαν τροχαντῆρα παραγιγνομένους μῦς, ἀπ’ ἀλλήλων μὲν πρότερον χωρίσεις τὰ τῆς ἥβης ὀστᾶ, μετὰ τοῦτο δ’ ἀνακλάσεις ἐπὶ τὸ ἐκτὸς ἑκάτερον τῶν κατὰ τοὺς λαγόνας ὀστῶν, χωρίζων τῆς περὶ τὸ πλατὺ συμφύσεως. ἐπὶ δὲ τὸ προκείμενον ἰτέον. ἑκατέρῳ μὲν τῶν τῆς ἥβης ὀστῶν ἐκ τῶν ἔνδον μερῶν θεάσῃ παμπόλλην ἐπικειμένην σάρκα, καλυπτομένην ὑμενώδει συνδέσμῳ τῶν ὀστῶν αὐτῶν ἐκπεφυκότι κυκλοτερῶς. ὅσον δ’ αὐτῆς συνεχές ἐστι τῇ καθ’ ἱερὸν ὀστοῦν χώρᾳ, τοῦτο συνεκφυόμενον ἔχει σύνδεσμον ἐξ ἐκείνου συνεχῆ τῷ προειρημένῳ. οὕτως οὖν ὁ πᾶς σύνδεσμος, ὅ τ’ ἐκ τοῦ πλατέος ὀστοῦ καὶ ὁ κατὰ τὴν ἥβην ἐκφυόμενος, εἷς ἀποτελεῖται, κεφαλὴ μυὸς γιγνόμενος, οὐ μεγάλου μὲν, ὑμενώδους δὲ ὅλου καὶ πλατέος, ἐπὶ τὴν ἕδραν ἀφικνουμένου καθ’ ἑκάτερον μέρος, ὃν ἐὰν ἀκριβῶς διασώσῃς, ἐξ αὐτῆς τῆς θέσεως διδαχθήσῃ τὴν ἐνέργειαν. ἔτι δὲ μᾶλλον, ἐὰν, ὡς εἴρηται, γυμνώσας τῶν πέριξ ὅλον τε τὸν μῦν καὶ τὴν ἕδραν, εἶτα λαβόμενος τῆς εἰρημένης κεφαλῆς, ἕλκῃς ἐπ’ ἐκείνην διὰ τοῦ μυὸς τὴν ἕδραν, ὄψει, ὅπως ἀνασπᾶται. κατασπᾷ δ’ οὐδεὶς αὐτὴν ἄλλος ἀντιτεταγμένος μῦς, ὥσπερ ἐπὶ τῶν πλείστων ἔχει μορίων, ἀλλ’ ὑπὸ τῶν κατ’ ἐπιγάστριον μυῶν ἅμα ταῖς φρεσὶ θλιβόντων τά τε ἔντερα, καὶ δι’ ἐκείνων ὅ τί περ ἂν ἐν αὐτοῖς περιέχηται, προωθεῖσθαί τε συμβαίνει τὴν ἕδραν, ἐκτρέπεσθαί τε  πολλάκις εἰς τοσοῦτον, ὡς μηδ’ ὑπὸ τῶν εἰρημένων δυοῖν. μυῶν ἑτοίμως ἀνασπᾶσθαι. κατὰ τοῦτον μὲν οὖν τὸν χρόνον, ἐν ᾧπερ ἂν ἀποπατῇ τὸ ζῶον, οἱ μὲν ὀκτὼ μύες οἱ καθ’ ὑπογάστριον ἅμα ταῖς φρεσὶ κατὰ τὴν κοινὴν ἐνέργειαν ἁπάντων μυῶν τείνονται, κεχαλασμένου τοῦ κυκλοτεροῦς μυὸς, ὃς ἐν κύκλῳ τὴν ἕδραν περιλαμβάνει· κατὰ δὲ τὸν λοιπὸν ἅπαντα χρόνον ἐσφιγμένος ὁ κυκλοτερὴς οὗτος μῦς κλείει τὸ στόμα τῆς ἕδρας, ὃν καὶ αὐτὸν ὄψει ῥᾳδίως, ἀποτεμὼν μὲν πρῶτον ἅπαν τὸ περικείμενον τοῖς χωρίοις τούτοις δέρμα· μετὰ δὲ τοῦτο καὶ τὴν πρὸς τὸν κόκκυγα σύμφυσιν τῶν ὑμενωδῶν σωμάτων μιγνυμένην τῷ δέρματι, τὸ πέρας γεννᾷ τῆς ἕδρας, ὅσον ἐκτός ἐστι τοῦ κυκλοτεροῦς μυός. αὐτὸς δ’ οὗτος ὁ μῦς ἐκ μὲν τῶν ὀπίσω μερῶν ὑποβεβλημένην ἑαυτῷ τὴν ἀρχὴν ἔχει τοῦ κόκκυγος, ἐκ δὲ τῶν πρόσω διὰ μυὸς ἑτέρου συνῆπται τῷ καυλῷ, περὶ οὗ κατὰ τὴν τῶν γεννητικῶν ὀργάνων ἀνατομὴν αὖθις ἐπισκέψῃ. νυνὶ δὲ τὸν ἐπὶ τῷ πέρατι τῆς κύστεως μῦν, ἔνθα πρῶτον ὁ καλούμενος αὐχὴν αὐτῆς ἀποφύεται, γεγυμνωμένον ἔχων ἤδη θεάση σαφῶς ὅμοιον ὄντα τῷ περὶ τὴν ἕδραν κυκλοτερεῖ κατά τε τὴν ἐνέργειαν καὶ χρείαν. σφίγγει γοῦν καὶ οὗτος, ὥσπερ κᾀκεῖνος, τὸ στόμιον, οὗ προτέτακται· διὸ καὶ προσαγορεύουσιν, ὥσπερ ἐκεῖνον, οὕτω καὶ τοῦτον ἔνιοι σφιγκτῆρα. κατάλοιποι δ’ εἰσὶν οἱ κατειληφότες ἅπασαν τὴν κάτω χώραν τῶν φρενῶν ὀκτὼ μύες, οἵ μᾶλλόν τι τοῖς τῆς τροφῆς ὀργάνοις, ἢ τοῖς τοῦ πνεύματος ὑπὸ τῆς φύσεως παρεσκευασμένοι εἰσὶ, περὶ ὧν οὐδὲν ἔτι δέομαι λέγειν, εἰρημένων ἔμπροσθεν ἐν τῇ τῶν ἐκτὸς μορίων ἀνατομῇ κατὰ τὸ πέμπτον γράμμα.

| وقد يبقى علينا أن نذكر الصنف الثالث من آلات الغذاء وهى العضل فأقول إن العضل الذى على البطن قوته قوة عظيمة لا فى الغاية على خروج الفضول 〈فقط〉 لكن وفى الغاية على خروج النفخة والصوت فأما العضل الذى فى الدبر فمنفعته أن يشد 〈... إلى〉 فوق إذا هى خرجت عند الغائط وأما العضلة التى فى المثانة 〈...〉 تشرحه على المكان فى مبدأ تشريحك للحيوان إن كنت معتزما على تخليصها جملة من حيوان واحد بعينة فأما العضل الذى حول الدبر فإنك إن لم تخرج أولا الأمعاء وتفرق بين عظمى العانة وتنحهما لم يمكنك ان تنظر إليه نظرا شافيا فهذا موضع ينبغى لى أن أصف لك وينبغى لك أن تسمع وتفهم كيف ينبغى أن تفعل ذلك فأقول إنه لما كان عظما العانة ملتحمين واحد بالآخر بغضروف فى الجزء المقدم منهما قد ينبغى لك أن تلتمس الوقوف باستقصاء على خط وصلهما ولحامهما فإنك إن قطعتهما على ذلك الخط بسكين قوية عظيمة فصلتهما وفرقت بين أحدهما والآخر بأسهل سعى وإذا أنت فرقت بين هاذين سهل عليك أن تخلص من ساعتك الجلد الموضوع على قاعدتهما من غير أن تقطع المقعدة ثم خذ بيدك كل واحد من العظمين المعروفين بعظمى الخاصرتين واقلبهما إلى ناحية خارج حتى ينفصلان وينفكان هاذان أيضا من اتصالهما بالعظم العريض الذى يقال له العظم الأكبر فإنك إذا فعلت ذلك انكشف لك ما فى ذلك الموضع كله واستبان ما يحويه العظم العريض وعظم العانة وما حولهما وهذا العمل يعم ويشمل جميع ما فى هذا الموضع من الآلات وذلك انك إذا أحببت أيضا أن تنظر إلى الشريانات أو العروق أو العصب الذى هناك أو الأرحام أو العضل الذى يأتى الزائدة العظمى من زائدتى عنق الفخذ فينبغى أولا أن تفرق بين عظمى العانة ثم تقلب بعد ذلك عظمى الخاصرتين إلى ناحية خارج بعد أن تفكهما من اتحادهما بالعظم العريض فلنأخذ الآن فى ذكر ما قصدنا له فنقول إنك سترى لحما كثيرا موضوعا على كل واحد من عظمى العانة من الجانب الداخل مغطى برباط من جنس الأغشية منشؤه من العظمين كما يدور والشىء الذى يضام من هذا اللحم موضع العظم الأعظم له رباط منشؤه منه مضام للرباط الذى ذكرته قبل فهذا الرباط كله أعنى الذى منشؤه من العظم الأعظم والذى منشؤه من عظم العانة يلتئم رباطا واحدا ويصير رأس عضلة ليست بعظيمة لكنها كلها من جنس الأغشية رقيقة عريضة وهذه العضلة تأتى الدبر من كل واحد من الجانبين وإن أنت خلصت هذه العضلة تخليصا محكما عرفت فعلها من وضعها وخاصة إن أنت كشفت على ما وصفت لك عن جميع العضلة والمقعدة ما حولهما ثم أخذت بيدك رأسها الذى ذكرته لك فإنك إذا فعلت ذلك رأيتها تنجذب إلى فوق وليس لهذه العضلة عضلة أخرى مخالفة لها فى وضعها تجذبها إلى أسفل بحسب ما فى أعضاء كثيرة لكن المقعدة إنما يعرض لها أن تندفع إلى خارج وربما خرجت مرارا كثيرة خروجا لا يجيب معه الرجوع إلى فوق بسهولة ولو جذبتها وهاتان العضلتان اللتان ذكرناهما من العضل الذى على البطن ومن الحجاب إذا هما عصرا الأمعاء وضغطاها وبضغطها للأمعاء يغمزان على كل شىء تحتوى عليه الأمعاء ففى هذا الوقت الذى ينفض فيه الحيوان ثفله تتمدد الثمانى العضلات التى على البطن مع الحجاب على سبيل الفعل العام الشامل لجميع العضل وتكون العضلة المحيطة للمقعدة كما يدور مسترخية وأما فى سائر الوقت كله فهذه العضلة تشد فم المقعدة وتغلقه وأنت تراها بأهون سعى إذا أنت قطعت أولا جميع الجلد المحيط بهذه المواضع ثم قطعت بعد ذلك اتصال الأجرام التى من جنس الأغشية بالعصعص وهذه الأجرام هى التى تختلط بالجلد ويتولد من جميعها منتهى المقعدة وهو ما يخرج من العضلة المستديرة وهذه العضلة موضوعة تحتها من خلف رأس العصعص ومن قدام يضام الإحليل بعضلة أخرى ينبغى لك أن تبحث عنها بعد إذا صرت إلى تشريح آلات التناسل وأما فى هذا الوقت فأنت ترى رؤية بينة العضلة التى على طرف المثانة حيث أول منشأ عنقها مكشوفة مجردة ظاهرة وهى شبيهة بالعضلة المستديرة التى حول الدبر فى فعلها ومنفعتها لأنها هى أيضا تشد فم المثانة كما تشد العضلة التى قد تقدم ذكرها فم هذا المنفذ ولذلك سماها قوم شرجا على مثال تلك وقد بقيت الثمانى العضلات التى تأخذ الموضع الذى أسفل الحجاب كله وهو ما دون الشراسيف وهن عضلات ليس فى خلقتهن أن يكن من آلات الغذاء أولى وأحق من أن يكن من آلات التنفس ولا حاجة بنا إلى ذكرهن شىء فى هذا الوقت إذ كنا قد ذكرناهن قبل فى الموضع الذى ذكر فيه تشريح الأعضاء الخارجة فى المقالة الخامسة من هذا الكتاب.