Digital Corpus for Graeco-Arabic Studies

Galen: De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)

Μετὰ γὰρ τὸ θεάσασθαι τὰ πέριξ ταῦτα καιρὸς ἤδη τὸν ἐγκέφαλον αὐτὸν ἀνατέμνειν, ἀρχὴν τῆς ἀνατομῆς αὐτοῦ ποιησάμενον ἀπὸ τῆς διχοτομούσης μήνιγγος τὸ πρόσω μέρος, ἧς ἀποτεμὼν ἢ ἀποσπάσας τὰς εἰς τὸ πλάγιον ἐκφύσεις τῶν φλεβῶν, ἀρξάμενος ἀπὸ τοῦ πρόσω πέρατος, ἀνάτεινε τοῖς σαυτοῦ δακτύλοις, ἄχρι περ ἂν ἔλθῃς ἐπὶ τὴν ἀποφυομένην αὐτῆς μεγάλην φλέβα, τὴν εἰς τὸ βάθος εἰρημένην φέρεσθαι κατάντη. κᾀνταῦθα πάλιν ἀνατείνας ὑψηλὴν ἑτέρῳ δὸς κρατεῖν, εἶτ’ αὐτὸς διάλυε κατὰ μῆκος ἑκάτερον τῶν μερῶν τοῦ ἐγκεφάλου χωρίζων ἀπ’ ἀλλήλων ἀτρέμα τοῖς σαυτοῦ δακτύλοις, ἄχρι περ ἂν ἔλθῃς ἐπὶ τὴν τεταμένην φλέβα κατὰ τὸ μῆκος ἐνταῦθα, περὶ ἧς ἔμπροσθεν εἶπον, ὡς ἔστιν ἀξιόλογος. ὀφθείσης δὲ τῆς εἰρημένης φλεβὸς τῆς κατὰ μῆκος ἐκτεταμένης, καὶ τῆς χρείας αὐτῆς ἅμα τῇ θέᾳ γυμνωθείσης, ἀποφύσεις γὰρ ἑκατέρᾳ λεπτὰς φαίνεται πέμπουσα, διασπειρομένας εἰς τὸν ἐγκέφαλον, αὐτὴν μὲν τὴν φλέβα τῶν ὑποκειμένων σωμάτων ἀφελὼν, ἤτοι γ’ ἔκκοπτε πᾶσαν μέχρι τῶν κατὰ τὴν ληνὸν χωρίων, ἢ ᾗπερ ἐκπέφυκεν ἀνατείνας ἐπ’ αὐτῶν ἐκείνων κατάθες. σὺ δὲ τὴν χώραν, ἣν ἐγύμνωσας, ἐπιμελῶς κατάσκεψαι, τυλώδη πως οὖσαν, ὡς φαίνεσθαί τινα φυσικὴν ἐνταῦθα ὑπάρχειν κοιλότητα, δεχομένην τῶν ὑπερκειμένων κειμένων τε καὶ περικειμένων σωμάτων τὰ μὴ κατεργασθέντα τελέως τῆς τροφῆς, ἃ καλοῦσιν ἰδίως περιττώματα· καὶ μέντοι καὶ ἡμᾶς οὕτω καλεῖν οὐδὲν κωλύει. προσαναδέρων δὲ ἀτρέμα καὶ πόρων λεπτῶν ἐμφάσεις εὑρήσεις, ἄχρι τῆς μέσης κοιλίας τῶν κατὰ τὸν ἐγκέφαλον ἡκόντων. ἀτρέμα δ’, εἶπον, ἀναδέρειν χρὴ κατὰ χωρίον τοῦτο διὰ τὴν κορυφὴν τοῦ διαφράγματος ἐνταῦθ’ ἀνήκουσαν καὶ διαφράττουσαν τὰς προσθίας ἐγκεφάλου κοιλίας. καὶ μέντοι καὶ θεασάσθαί σοι τοῦτο καιρὸς, εὐθείαις τομαῖς ἑκατέρωθεν τῆς μέσης χώρας ἕως τοῦ βάθους τέμνοντι, μέχρι περ ἂν ἐντύχῃς ταῖς κοιλίαις. γνωρίσεις δ’ αὐτὰς, τὸ τετυλωμένον θεασάμενος ἐνταῦθα σαφεστάτην ἔχον τὴν διαφορὰν τῶν τετμημένων ἐγκεφάλου μερῶν. ὄψει δὲ καὶ τὰ καλούμενα χοροειδῆ πλέγματα κατὰ ταύτας. ὀνομάζουσι δ’ οἱ περὶ τὸν Ἡρόφιλον αὐτὰ χοροειδῆ συστρέμματα, παρονομάσαντες δηλονότι τῶν χορίων, ἃ τοῖς κυουμένοις ἔξωθεν ἐν κύκλῳ περιβέβληται, φλεβῶν ὄντα καὶ ἀρτηριῶν πλέγματα, λεπτοῖς ὑμέσι συνεχομένων. οὕτω γάρ τοὶ καὶ τὰ τῶν ἐγκεφάλων ἐκ φλεβῶν καὶ ἀρτηριῶν πέπλεκται, συνδουμένων τῇ λεπτῇ μήνιγγι, τὴν αὐτὴν οὐσίαν ἐχούσῃ τοῖς ἄλλοις ὑμέσι τοῖς λεπτοῖς, αὐτοῖς τε τοῖς κατὰ τὸ χορίον, ὑπεζωκότι τε καὶ περιτοναίῳ, καὶ ὅσοι τοιοῦτοι. καὶ μέντοι διατείνων ἀτρέμα ταῖς σαυτοῦ χερσὶν, ὡς μὴ διαῤῥῆξαι τὸ πλέγμα, κατασκέπτου τὰς μὲν φλέβας ἐκ τῶν ὑψηλῶν μερῶν κατιούσας τε καὶ κατασχιζομένας, τὰς δὲ ἀρτηρίας ἐκ τῶν ὑποκειμένων τῶν ταπεινῶν ὁμοίως καὶ ταύτας ἀνιούσας τε καὶ κατασχιζομένας. φυλάττειν τε ταύτῃ τὰ πλέγματα σωζόμενα πειρῶ χάριν τοῦ συνακολουθοῦντά σε μικρὸν ὕστερον, ὅταν γυμνώσῃς αὐτὰ τὰ μόρια, θεάσασθαι σαφῶς τὰς μὲν φλέβας, ὅσαι κατὰ τὰς κοιλίας εἰσὶν, ἀπὸ τῆς ἔμπροσθεν εἰρημένης κατάντους εἰς τὸν ἐγκέφαλον ἀφικνεῖσθαι πάσας ἀπεσχισμένας, τὰς δ’ ἀρτηρίας ἀπὸ δυοῖν ἀρτηριῶν ἐκ τῶν κάτω μερῶν ἀναφερομένας. ταύτας μὲν οὖν ἀκριβέστερον ἐπισκέψῃ προϊούσης τῆς ἐγχειρήσεως. ἐπὶ δὲ τῇ πρώτῃ τομῇ τῶν κοιλιῶν ἑκατέρας ἥ τε τῶν χοροειδῶν πλεγμάτων ὄψις ἔστω σοι γνώρισμα καὶ τὸ τυλῶδες τοῦ σώματος. εὐθὺς δὲ πειρῶ τὸ διαφράττον σῶμα τὴν δεξιὰν κοιλίαν ἀπὸ τῆς ἀριστερᾶς θεάσασθαι, τὴν αὐτὴν ἔχον οὐσίαν ὅλῳ τῷ ἐγκεφάλῳ, καὶ διὰ τοῦτο ἀποῤῥηγνύμενον ῥᾳδίως, εἰ ἐκταθῇ σφοδρότερον. ἔστι δ’ οὕτω λεπτὸν, ὥσθ’, ὅταν ἐν φωτὶ λαμπρῷ ποιῆταί τις τὴν ἀνατομὴν, ὥσπερ οὖν καὶ προσήκει, διαλάμπειν αὐτοῦ τὴν αὐγὴν ὁμοίως τοῖς διαφανέσι τούτοις λίθοις, οὓς τέμνοντας εἰς λεπτὰ ταῖς θυρίσιν ἐντιθέασιν. οὔτ’ οὖν σφοδρῶς ἀνατείνειν χρὴ τοῦτο, διασπᾶται γὰρ, οὔτ’ ἰδεῖν ἐγχωρεῖ σαφῶς αὐτὸ μὴ ἀνατείναντα. συμφυῶν δ’ ὄντων αὐτοῦ τῶν ἄνω περάτων τοῖς τετμημένοις σώμασι, μᾶλλον δ’ οὐ συμφυῶν χρὴ λέγειν, ἀλλ’ ἡνωμένων αὐτῶν τῶν τετμημένων, χρὴ λαβόμενον ἀνακλᾷν ἀτρέμα αὐτὰ πρὸς τὴν ἑτέραν κοιλίαν, ἐπιβάλλοντα τῇ κορυφῇ τοῦ διαφράγματος. οὕτω γὰρ ἡ γεγυμνωμένη κοιλία φανερωτέρα γενήσεται, καὶ τὸ διάφραγμα μετρίαν ἕξει τὴν ἀνάτασιν, ἧς μάλιστα δόμεθα. πρὶν μὲν  γὰρ τοῦ ὅλως ἀναταθῆναι χαλαρόν τέ ἐστι καὶ ῥυσὸν, οὔτε διαλάμπειν δυνάμενον, οὔτε τὴν αὑτοῦ συνέχειαν ἐνδεικνύμενον ἐναργῶς· ἀνελκυσθὲν δὲ εἰς τοσοῦτον, ὡς τετάσθαι μὲν ἅπαν, οὐ μὴν ἤδη γέ πω διεσπάσθαι, φανεῖται σαφέστατα. τοὐντεῦθεν δὲ, κᾂν ὅλον ἄρῃς αὐτὸ μετὰ τῶν ἡνωμένων μορίων ἄχρι τῶν τομῶν, ἐναργέστερόν τε κατόψει τὰς κοιλίας, ἥ τε κατάντης φλὲψ φανεῖταί σοι σχιζομένη περί τι σῶμα κωνοειδές. ὑμὴν δ’, ὥσπερ τὰς ἄλλας φλέβας, οὕτω καὶ τὰς σχιζομένας συνάπτει λεπτὸς, οὐκ ἄλλος τις ὢν οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὴν συνέχειαν τῆς λεπτῆς μήνιγγος. καὶ διὰ τοῦτον τὸν ὑμένα κατακέκρυπται τὸ κωνοειδὲς σῶμα, καὶ οὐχ οἷόν τ’ ἐστὶν ἰδεῖν αὐτὸ, πρὶν διασπάσαι κατά τι τὸν ὑμένα. ἔγκειται γὰρ οἷόν πέρ τι στήριγμα ταῖς ἀποσχιζομέναις φλεψὶ τῆς κατάντους φλεβὸς τῆς μεγάλης, αἳ κατέρχονται κατὰ τοῦ λελεγμένου σώματος ἐποχούμεναι, καὶ καταδύονται δ’ αὐτίκα καὶ κατακρύπτονται, σκεπόμεναι πρός τινος πλατέος σώματος, ὃ μόριον μέν ἐστιν ἐγκεφάλου τοῖς ἄλλοις ὁμοίως. ὅπως δὲ χρὴ γυμνοῦν αὐτὸ, μικρὸν ὕστερον ἐρῶ, τοσοῦτον ἔτι τῷ λόγῳ προσθείς. τὸ κωνοειδὲς σῶμα καλεῖται ὑπὸ τῶν ἀνατομικῶν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ κωνάριον. ἔγκειται δ’, ὡς εἴρηται, τῇ σχίσει τῆς φλεβὸς, οὐ δυνάμενον ὀφθῆναι, πρὶν διαιρεθῆναι κατά τι τὸν ὑμένα. διαιρεῖν οὖν αὐτὸν ἀτρέμα πειρῶ, μὴ συνανατείνων ἰσχυρῶς τὸ κωνάριον. ἀποῤῥαγήσεται γὰρ τῶν ὑποκειμένων σωμάτων καὶ βλάψει τὴν ἀνατομὴν εἴς τι μέγιστον, ὃ μικρὸν ὕστερον ἐρῶ. καθάπερ οὖν ἡ καρδία γυμνοῦται τοῦ περιέχοντος αὐτὴν χιτῶνος, οὕτω χρὴ καὶ τὸ κωνάριον γυμνῶσαι, διελόντα τὸν περικείμενον ὑμένα καθ’ ἕν τι μέρος ἀπὸ τῆς βάσεως ὀρθίᾳ διαιρέσει, πλησίον ἀφικνουμένῃ τῆς κορυφῆς· ἔπειτα τὸν μὲν ὑμένα μετὰ τῶν φλεβῶν περισχίζειν ἑκατέρως τοῦ κωνοειδοῦς, αὐτὸ δὲ ἐκεῖνο πρὸς τὴν διαίρεσιν ἐγκλίνειν, ὅπως ὅτι τάχιστα γυμνωθείη πρὸς τὴν ἐναντίαν χώραν ἀγόμενον τῷ παρασχιζομένῳ χιτῶνι. τούτων δέ σοι πραχθέντων, οὕτως ἤδη μέν πως ἔνεστι, πρὸ τοῦ γυμνῶσαι τὴν μέσην χώραν τοῦ τε κωναρίου καὶ τῶν κοιλιῶν, φλέβας ἑκατέρας ἐπινοεῖν τῷ χοροειδεῖ πλέγματι ἀπὸ τῆς ἐσχισμένης περὶ τὸ κωνάριον ἥκειν. οὐ μὴν ἀλλὰ καὶ γυμνώσας τὸ μεταξὺ σῶμα μαθήσῃ σαφῶς ἐκεῖθεν ἡκούσας αὐτάς.

فاقول أنك اذا رايت ما حول الدماغ فقد حان لك ان تاخذ فى تشريح الدماغ نفسه وتجعل مبداءك فى تشريحه من الجزء من الغشاء الذى يقسم الجزء المقدم من الدماغ بنصفين واذا انت قطعت أو ثقبت ما عن جنبى هذا الجزء من الغشاء من منابت العروق وبدات فى ذلك من طرفه المقدم فمده الى فوق باصابعك حتى تصير الى العرق الذى ينبت منه وهو الذى قلنا انه يصير الى العمق الى اسفل ومده هناك ايضا الى فوق وادفعه الى إنسان آخر يمسكه لك ثم خلص انت جزوى الدماغ بالطول واحد من الأخر وفرق بينهما بالرفق باصابعك حتى تصير الى العرق الذى هناك بالطول وهو الذى قلت فيه انه عرق ذو قدر غير انه أقل من العرق الذى ينحدر الى اسفل فاذا وقعت عينك على هذا العرق الذى وصفته لك ورايته ممدودا بالطول وعرفت منفعته مع نظرك اليه اذ كنت تراه ينشعب من جانبيه كليهما شعب دقاق تتفرق وتنبث فى الدماغ فاقلع العرق وارفعه عما تحته من الأجرام بأن تقطعه كله او بأن تمده الى فوق حتى تبلغ منه الى موضع المعصرة التى منشاه منها وتضعه على ذلك الموضع ثم تفرس وتثبت فى ذلك الموضع اذا انكشف لك بعناية واهتمام فانك تراه كانه صلب وترى فى هذا الموضع حفرةً طبيعية ينصب اليها ما لا يستحكم نضجه من غذاء الأجرام التى فوقها والتى حولها والذى لا يستحكم نضجه من الغذاء يسمى خاصةً قصل ونحن ايضا ما من مانع يمنعنا من ان نسميه بهذا الاسم ثم زد فى الكشط قليلا فانك تجد هناك شبيها المجارى الدقاق تبلغ الى البطن الاوسط من البطون التى فى الدماغ وانما قلت لك انه ينبغى ان تكشط فى هذا الموضع كشطا يسيرا بسبب راس الحاجز الذى يفرق بين بطنى مقدم الدماغ فانه يصعد الى هذا الموضع وح ينبغى لك أن تنظر الى هذا بأن تقطع عن جانبى الموضع الوسط قطعين مستقيمين حتى تبلع الى البطنين وانت تعرفهما بما تراه ههنا من ان جزءه الصلب بينه وبين اجزاء الدماغ التى قطعتها بون بعيد وخلاف ظاهر جدا وترى فى هذا الموضع النسيجة التى تسمى الشبيهة بالمشيمة وأصحاب ايروفيلس يسمون هذه النسيجة ضفيرةً شبيهةً بالمشيمة وانما سميث كذلك من المشيمة التى تحيط بالجنين فى بطن أمه فان المشيمة انما هى عروق وشريانات مضفورة يربطها ويجمعها أغشية رقاق وكذلك هذه النسيجة منتسجة فى الدماغ من عروق وشريانات مربوطة بغشاء الدماغ الرقيق وجوهر هذا العشاء جوهر تلك الأغشية الاخر الرقاق اعنى غشاء المشيمة والغشاء المستبطن للأضلاع والغشاء المستبطن لعضل البطن وهو الصفاق وغير ذلك من الأغشية الشبيهة بهذه واما اذا انت ايضا مددت هذه النسيجة بيدك مدا رقيقا حتى لا تقطعها فانظر وتفطن ان العروق التى فيها تنحدر اليها من مواضع عالية وتنقسم فيها والشريانات ترتقى اليها من مواضع متسفلة وتنقسم فيها على مثال العروق واحرص ان تخلص هذه النسيجة صحيحةً كيما اذا انت اتبعت الأثر بعد قليل بعد ان تكشف الاجزاء كلها ترى رؤية بينة ان العروق التى فى بطون الدماغ تنقسم كلها وتاتى الدماغ من العرق الذى ذكرناه قبل وقلنا انه ينحدر من فوق الى اسفل وأن الشريانات كلها تنقسم وتاتيه من شريانين يصعدان من الاجزاء السفلانية وستنظر الى هذه الشريانات بعد ان تمر فى العمل واما من بعد القطع الاول الذى يقطع به كل واحد من بطنى الدماغ فاجعل علامتك التى تستدل بها على انك قد وصلت الى البطنين نظرك الى النسيجة المشيمية وصلابة جرم البطنين ثم التمس من ساعتك أن تنظر الى الجرم الذى يفرق بين البطن الايمن والايسر فانك ترى جوهره جوهر جملة الدماغ بعينه فهو لذلك ينمزق سريعا ان انت مددته مدا له فضل قوة وهذا الجرم له من الرقة ما إن جعل التشريح له تشريح فى موضع كثير الضوء صافى النور كما قد ينبغى ان يكون كذلك راى الضوء ينفذ فيه بمنزلة ما ينفذ فى هذه الحجارة التى تقطع قطعا رقاقا وتوضع جامات فى الكوى واذا كان الامر فى هذا الحاجز على ما وصفت فليس ينبغى ان تمده مدا قويا فانه ينمزق إن فعل ذلك وليس يمكن ان تنطر اليه نظرا شافيا دون ان تمده الى فوق وأطرافه العليا مضامة للأجرام التى قطعتها بل ليس ينبغى أن تقول انها مضامة لكن متحدة متصلة بها فينبغى لك أن تمسك تلك الأجرام التى قطعتها وتردها قليلا الى خلفها الى البطن الآخر وتلقيها على راس الحاجز الذى فيما بين البطنين فانك اذا فعلت ذلك كان نظرك الى الطن الذى كشفته أبين وكان الحاجز الذى فيما بين البطنين يمتد الى فوق باعتدال وذلك أمر الحاجة اليه اشد منها الى غيره وذلك ان هذا الحاجز قبل ان يمتد أصلا الى فوق فهو رخو متكمش ولا يمكن ان ينفذ فيه الضوء ولا يتبين اتصاله واتحاده تبينا ظاهرا فاذا هو انجذب الى فوق مقدار ما يتمدد كله ويكون ذلك لم ينمزق رايته رؤية بينه جدا وبعد هذا إن انت قلعته جملة مع ما يتحد ويتصل به من الاجزاء حتى تبلغ الى القطع كان نظرك الى البطون أبين وترى ايضا الشريان الذى يمر على استقامة الى اسفل ينقسم حول جرم هناك شبيه بحبة صنوبرة وهذه العروق التى تنقسم حالها مثل حال العروق الأخر فى انه يجمعها ويربطها غشاء رقيق ليس بخالف غشاء الدماغ الرقيق فى جوهره ولا فى اندماجه وبسبب هذا الغشاء صار هذا الجرم الشبيه بحبة صنوبرة مستور لا يمكن ان تنظر اليه دون ان تحرق الغشاء فى بعض اجزايه لان هذا انما هو موضوع شبيه بدعامة فيما بين العروق المنقسمة من ذلك العرق العظيم الذى ينحدر الى اسفل على استقامة وهذه العروق تنحدر راكبة على هذا الجرم الذى ذكرناه ثم تغوص من ساعتها وتخفى وتواريها جرم هناك عريض هو جزء من الدماغ مثل ساير أجزايه