Digital Corpus for Graeco-Arabic Studies

Galen: De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)

Βούλομαι δὲ ὑμᾶς ἀναμνῆσαι τῶν συνεχῶς γιγνομένων ὑπ’ ἐμοῦ, μεμνημένους οἶδ’ ὅτι καὶ αὐτούς. ἀλλὰ γὰρ, ὡς καὶ πρόσθεν εἶπον, οὐκ ἐν ταῖς τῶν ἑταίρων μόνων χερσὶ τὴν πραγματείαν ταύτην εἰκός ἐστι φυλαχθήσεσθαι, πολλὰς δ’ ἀμείψειν ἀνθρώπων χεῖρας, ἑτοίμων μὲν ἐνίων ἅπαντα βασκαίνειν, ἑτοίμων δ’ ἑτέρων ἐκλέγειν τε καὶ μανθάνειν τὰ κάλλιστα. χρὴ τοίνυν κᾀκείνων ἕνεκα τ  γιγνωσκόμενα τοῖς ἑταίροις ἀναμιμνήσκειν τε καὶ λέγειν πολλάκις, ὅ περ καὶ λέξων ἤδη δίειμι. τοὺς κατ’ ἐπιγάστριον ἅπαντας μῦς οἶδα πολλάκις ἀνατεμὼν εὐθὺς ἅμα τῷ πνιγῆναι τὸν πίθηκον, εἶθ’ ἑξῆς αὐτοῖς ἔντερα, καὶ γαστέρα, καὶ ἧπαρ, καὶ σπλῆνα, καὶ νεφροὺς καὶ κύστιν, εἰ δὲ καὶ θῆλυ τὸ ζῶον εἴη, καὶ μήτραν. καὶ τῇ πρώτῃ γε ἡμέρᾳ ταῦτ’ οἶδα πολλάκις ἀνατεμὼν τοῖς ἑταίροις μόνα, χάριν τοῦ μὴ σαπῆναι χρονίζοντα, κᾄπειτ’ ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἐπὶ τἄλλα μεταβὰς ἀνατεμών τε κᾀκεῖνα τῇ τάξει τῶν ἐν τῇδε τῇ πραγματείᾳ γεγραμμένων ἐξ ἀρχῆς. ὅπως μὲν οὖν ἐγχειρεῖν χρὴ τοῖς κατ’ ἐπιγάστριον, ὅταν ἀπ’ αὐτῶν τις ἄρχηται, μικρὸν ὕστερον ἐρῶ· νυνὶ δ’ ἀκόλουθον τοῖς προειρημένοις τὴν διδασκαλίαν ποιήσομαι. τὰς γὰρ ἀπολελυμένας τοῦ στέρνου πλευρὰς, ἃς ὑπὲρ τοῦ σαφῶς θεάσασθαι τὰς ἔνδον ἀνακλάσαι συνεβούλευσα, πάλιν ἐπαναγαγεῖν χρὴ πρὸς τὸ στέρνον ἐπὶ τὴν ἀρχαίαν θέσιν, ὡς εἰ καὶ μηδ’ ὅλως ἐτέτμηντο, κᾄπειτ’ ἀναδέρειν μὲν, ὅσον ὑπόλοιπον ἔτι τοῦ κατ’ ἐπιγάστριον δέρματος, ἄρχεσθαι δὲ τῆς ἀνατομῆς τῶν ὑπ’ αὐτῷ μυῶν ἀπὸ τοῦ μεγίστου τε καὶ πάντων ἔξωθεν, ὃς ἀπὸ τοῦ θώρακος ἀρχόμενος. ἐπιστρώννυται τοῖς κατ’ ἐπιγάστριον ἅπασι μυσίν. ὄψει δ’ αὐτοῦ τὰς ἀρχὰς ἐναργῶς, ἀνατετμημένων γε τῶν προειρημένων, ἐφεξῆς κειμένας τῷ μεγίστῳ τῶν ὑψηλῶν τοῦ θώρακος μυῶν, οἷον δακτύλοις τισὶ τοῖς ἑαυτοῦ πέρασιν ἐμφύεσθαι ταῖς πλευραῖς, ὡς ἔφην. ἔνθα τοίνυν ἐκείνων ἑκάστη τῶν καταφύσεων τελευτᾷ, παρακειμένας ἐνταῦθα τὰς ἀρχὰς θεάσῃ τοῦ προκειμένου κατὰ τὸν λόγον ἡμῖν μυὸς, ἑνὸς μὲν ἐκ τῶν δεξιῶν δηλονότι μερῶν, ἑτέρου δ’ ἐκ τῶν ἀριστερῶν. ὑπόκειται δ’ ἡ πρώτη τῶν ἐκφύσεων, κατὰ τὴν ἕκτην μάλιστ’ οὖσα πλευρὰν, τῇ τελευτῇ τοῦ προσθίου μυὸς τῶν τὸν θώρακα κινούντων· ἐφεξῆς δὲ καὶ τῶν ἄλλων ἤδη πασῶν ἐκφύεται πλευρῶν πλησίον ἐκείνων τῶν μερῶν, ἔνθα πρῶτον εἰς χόνδρον μεταπίπτει τὸ καθ’ ἕκαστον αὐτῶν ὀστοῦν, ὡς εἴρηται πρόσθεν. ἀνάλογον δέ τι τῇ καμπῇ τῇδε καὶ ταῖς πρώταις ὑπάρχει τῶν νόθων, τῆς μὲν ὀγδόης, ἄνωθεν ἀριθμοῦντι, πρὸς τὸν ξιφοειδῆ χόνδρον ἀναφερομένης, τῶν δ’ ἄλλων ἀπολειπομένων τοῦδε, διαφερουσῶν τῷ μᾶλλόν τε καὶ ἧττον· ἀεὶ γὰρ. ἡ ταπεινοτέρα βραχυτέρα τῆς ὑψηλοτέρας ἐστίν. ἐκφύεται δὲ καὶ τούτων ἁπασῶν ἡ πρώτη τῶν κατ’ ἐπιγάστριον μυῶν συζυγία λοξαῖς ἰσὶν ἐπὶ τὰ πρόσω τῆς γαστρὸς φερομένη. συνεπεκτείνεται δὲ παντὶ τῷ κατ’ ἐπιγάστριον χωρίῳ τῷ διὰ τῶν κενεώνων, ἐπί τε τὰ τῶν λαγόνων ὀστᾶ παραγινόμενος καὶ τὸν βουβῶνα τὸν καθ’ ἑαυτὸν ἑκάτερος, ἐμφυόμενός τε τοῖς τῆς ἥβης ὀστοῖς ὑμενώδει μὲν, ἀλλ’ ἰσχυρῷ τένοντι, πρὸ τοῦ βουβῶνος τὴν γένεσιν ἔχοντι. καὶ μέντοι καὶ χαλᾶταί ποτε ἡ συντονία τοῦ τένοντος τοῦδε κατὰ τὸν βουβῶνα· καὶ σὺν αὐτῷ χαλαρὸς ἀποτελεσθεὶς ὁ τόπος ὅλος οὗτος ὑποδέχεταί τινα μέρη τῶν ὑποκειμένων σωμάτων εἰς ἑαυτὸν, ἐντέρων ἢ ἐπίπλου, καὶ ἤδη τοῦτο κήλη καλεῖται. τέτακται δ’ ὁ τένων οὗτος ὁ ὑμενώδης μικρὸν ὑπεράνω τοῦ βουβῶνος, ἕνεκα τοῦ διεξελθεῖν τὸ περιτόναιον ἅμα τοῖς ἐν ἑαυτῷ περιεχομένοις, ὑπὲρ ὧν αὖθις εἰρήσεται. τὸ δ’ ἐπὶ τὰ πρόσω τῆς γαστρὸς ἐκτεινόμενον μέρος τῶνδε τῶν μυῶν εἰς λεπτὸν ἀκριβῶς τελευτᾷ τένοντα, τοῖς ὀρθίοις ἐπιβεβλημένον ἔξωθεν μυσίν. οὕτως δὲ καὶ δευτέρας συζυγίας τῶν κατ’ ἐπιγάστριον μυῶν, λοξὴν ἔμπαλιν ἐχόντων τοῖς πρώτοις τὴν θέσιν τῶν ἰνῶν, ὁ τένων ὑμενώδης γενόμενος, ἐπιβάλλει τοῖς προσθίοις μυσίν. ἄρχεται δ’ ἑκάτερος τούτων ἐκ τοῦ τοῦ λαγόνος ὀστοῦ σαρκώδη τὴν ἔκφυσιν ἔχων. εἶτ’ ἐντεῦθεν ἀναφέρονται λοξοὶ κατὰ τῶν ἐγκαρσίων ἐποχούμενοι μυῶν, ἐμφύονται δὲ διὰ σαρκοειδοῦς οὐσίας τοῖς πέρασι τῶν τεττάρων νόθων πλευρῶν. ὁ δὲ τένων αὐτῶν ὁ λεπτὸς, εἰς ὃν ἐλέχθησαν τελευτᾷν, μέσος ἐστὶ τῶν τ’ ὀρθίων μυῶν καὶ τοῦ τῶν προειρημένων τένοντος. ἑνοῦσθαι γάρ σοι δόξουσιν οἱ δύο τένοντες ἀμφοτέρων τῶν μυῶν, καὶ χαλεπόν ἐστιν αὐτοὺς χωρίσαι, καὶ μάλισθ’ ὅταν ἀρχὴν τῆς ἀνατομῆς παντὸς τοῦ ζώου ταυτὶ ποιησώμεθα τὰ μόρια. κατὰ δὲ τὴν προκειμένην ἐγχείρησιν ἀρχομένοις τῆς ἀνατομῆς τῶν μυῶν τῶνδε ῥᾷον χωρίσαι τοὺς τένοντας, ἀκολουθοῦντας ἑκατέρῳ τῶν μυῶν· ἔνθα γὰρ πρῶτον αὐτῶν παύεται τὸ σαρκῶδες, ἐντεῦθεν ὁ τένων ἐκπέφυκε, συνεχὴς ὑπάρχων τῇ σαρκί. ταύτην οὖν θεώμενος ὅροις ἰδίοις περιγεγραμμένην, οὐ χαλεπῶς εὑρήσεις τὸν ἐξ ἑκατέρας αὐτῶν ἐκφυόμενον ὑμενώδη τένοντα. καὶ μὲν δὴ γεννᾶται κατ’ ἐκεῖνο τὸ χωρίον ὁ τένων οὗτος, ἔνθα τῶν ὀρθίων μυῶν ἐστιν ἡ κατὰ τὸ πλάγιον ἑκατέρου πλευρά. κατὰ μὲν γὰρ τὰ πρόσω μέρη ψαύουσιν ἀλλήλων οἱ δύο μύες οἵδε ταῖς προσθίαις πλευραῖς· ἐκ δὲ τῶν πλαγίων, ὡς εἴρηται, τὰς τῶν ὑμενωδῶν τενόντων ἐπιβολὰς δέχονται. σὰρξ δ’ ἐστὶν αὐτῶν ἡ οὐσία δι’ ὅλου τοῦ μήκους ἄνωθεν αὐτοῖς, καὶ τένων οὐδαμόθεν σαφὴς, ὥστε καὶ τοῖς τῆς ἥβης ὀστοῖς ἐμφύονται διὰ σαρκός. ἐν τούτοις δὲ τοῖς μέρεσι καὶ συμπεφύκασιν ἀκριβῶς ἀλλήλοις, ἀρξάμενοι τοῦτο πάσχειν κατωτέρω τοῦ κατὰ τὸ ζῶον ὀμφαλοῦ. τὸ γὰρ ὑψηλότερον αὐτῶν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, παράκειται μὲν, οὐχ ἥνωται δέ. τρίτην ταύτην συζυγίαν τίθεσο τῶν κατ’ ἐπιγάστριον ὀκτὼ μυῶν. ἡ δὲ λοιπὴ καὶ τετάρτη φύεται ἔκ τε τῆς ὀρθίας γραμμῆς τοῦ τοῦ λαγόνος ὀστοῦ καὶ τῶν πλαγίων ἀποφύσεων τῶν ἐν ὀσφύϊ σπονδύλων. ἔστι δὲ καὶ οὐκ  εὐθέως ἅμα τῷ πρῶτον ἐκφύεσθαι μῦς ἑκάτερος, ἀλλ’ ὑμενώδης σύνδεσμος ἰσχυρὸς, ἐκ τῶν εἰρημένων ὀστῶν ἐκπεφυκὼς, εἶτ’ ἐν τῷ προϊέναι προσκτώμενος ἶνας ἐγκαρσίας εἰς ἰδέαν ἀφικνεῖται μυός· ὑποφύεται δὲ καὶ τοῖς ἔνδον μέρεσι τῶν περάτων ἑκάστης τῶν νόθων πλευρῶν. ὥσπερ δὲ ἐν τῷ προσκτήσασθαι τὰς ἶνας ἐγένοντο μύες, οὕτως αὖθις ἐν τοῖς πρόσω μέρεσιν ἀποθέμενοι πάλιν αὐτὰς εἰς τένοντα πλατὺν τελευτῶσι. καὶ λανθάνει γ’ ὁ τένων οὗτος, ὥσπερ καὶ τῶν εἰρημένων τὰ πλεῖστα, τοὺς πολλοὺς τῶν ἰατρῶν· ὑμενώδης γὰρ ὢν καὶ λεπτὸς ἐπιφύεται τῷ περιτοναίῳ, καὶ τὸ συγκείμενον ἐξ ἀμφοῖν οὐχ, ὥσπερ ἐστὶν οὕτω καὶ φαίνεται σύνθετον, ἀλλ’ ἁπλοῦς εἷς ὑμὴν εἶναι δοκεῖ. πειρᾶσθαι τοιγαροῦν χρὴ, καθ’ ὅ πρῶτον οἱ τένοντες αὐτῶν, ἐκφυόμενοι τῆς σαρκὸς, ἐπιβαίνουσι τῷ περιτοναίῳ, κατὰ τοῦτο μάλιστα φυλάξαι τὴν ἕνωσιν, ὡς, ἤν γ’ ἀποσπασθῇ τῆς σαρκὸς ὁ τένων, οὐκέθ’ οἷόν τε χωρίζειν αὐτὸν, εἰ μή τις εἴη γεγυμνασμένος ἐπιστήμων τε τῆς φύσεως ἑκατέρων. ἀμέλει κᾀν ταῖς καλουμέναις γαστροραφίαις ὡς περιτόναιον ἀνατείνουσι καὶ διαῤῥάπτουσι τὸ συγκείμενον ἐξ ἀμφοῖν τῶν εἰρημένων· λέγω δ’ ἐκ τοῦ κατ’ ἀλήθειαν περιτοναίου καὶ τῆς τοῦ μυὸς ὑμενώδους τελευτῆς. ἔστι δ’ αὐτὸ τὸ περιτόναιον ἀραχνίοις πλατέσιν ὁμοιότατον, ἁπλοῦν καὶ λεπτὸν ἐσχάτως, οὐχ ὥσπερ ἔνιοι τῶν τενόντων, εἰς ὑμένος ἰδέαν ἀπολεπτυνθέντες, ὅμως ἐμφαίνουσι τοῖς γοῦν ἀκριβῶς ἐν αὐγῇ λαμπρᾷ σκοπουμένοις ἶνας λεπτὰς ἐν αὐτοῖς ἐμφερομένας· ἀλλ’ οὐ τό γε περιτόναιον. ἁπλοῦν γάρ ἐστιν, ὡς εἴρηται, συνεχὲς ἑαυτῷ πᾶν, ὁμοιομερὲς ἀκριβῶς, τῶν πρώτων σωμάτων ἕν τι. καὶ μὲν δὴ καὶ φαίνεταί σοι σαφῶς, ὁποῖόν τι τὴν φύσιν ἐστὶν ἐν τοῖς κάτω μέρεσιν, ἔνθα μονοῦται, χωρισθέντων ἀπ’ αὐτοῦ τῶν ἐγκαρσίων μυῶν. ἀναμίγνυνται γὰρ οὗτοι καὶ συμφύονται τοῖς ὀρθίοις ἐνταῦθα μυσίν, ἀπολιπόντες τὸ περιτόναιον. περὶ μὲν δὴ τῶν κατ’ ἐπιγάστριον ὀκτὼ μυῶν αὐτάρκως εἴρηται κατά γε τὴν πρώτην ἰδέαν τῆς ἀνατομικῆς αὐτῶν ἐγχειρήσεως, ὃν νῦν διῆλθον.

| وأحب أن أذكر كم بأمر لم أزل أفعله وإن كنت أعلم أنكم له ذاكرون ولكن على ما قلت لست آمن أن يكون كتابى هذا لا يبقى فى أيدى أصدقائى وحدهم لكن يقع فى أيدى خلق كثير من الناس بعضهم مستعد متعن للحسد والبغى على كل أمر جميل وبعضهم متهيئ معتزم على تلفظ الأشياء الجميلة وتعملها فبسبب هؤلاء ينبغى لى أن أذكر وأقول مرارا كثيرة ما يعلمه أصحابى ويعرفونه فأنا قائل وواصف ما أعلم أنه يجدى عليهم وينتفعون به وهو أنى مرارا كثيرة شرحت جميع العضل الذى على البطن ساعة خنقت القرد ثم بعده الأمعاء والمعدة والكبد والطحال والكليتين والمثانة وإن كان القرد أنثى فالأحرام أيضا وأذكر أنى مرارا شتى شرحت فى اليوم الأول هذه الأعضاء كلها وحدها كيلا تعفن إذا طال مكثها ثم صرت فى اليوم الثانى إلى تشريح الأعضاء الأخر وجعلت أشرح هذه أيضا على الترتيب والنظام الذى أجريت عليه الأمر فيما ذكرته فى هذا الكتاب منذ أول ابتدائه وسأصف لك كيف ينبغى أن تشرح العضل الذى على البطن إذا أنت بدأت به أولا بعد قليل وأما الساعة فإنى أجعل كلامى بما ييسفه † سنن التعليم مما يتبع ما تقدم ذكره فأقول إن الأضلاع التى برأتها من القس وأشرت عليك أن تثنيها وتقلبها إلى خلف كيما تنظر إلى ما فى جوف الصدر نظرا شافيا ينبغى لك أن تردها إلى ناحية القس حتى ترجع إلى وضعه الأول كأنها لم تشرح ولم تخلع أصلا ثم تسلخ سائر الجلد عن المراق وتجعل أول ما تبتدئ بتشريحه من العضل الذى تحت هذا الجلد العضلة العظيمة التى من خارج ذلك العضل وهى تبتدئ من الصدر ثم تنبسط على جميع عضل المراق فتجلله وأنت ترى رؤوس هذه العضلة رؤية بينة بعد أن تشرح ما ذكرته لك قبل وقلت إنه موضوع على الولاء بعد العضلة التى هى أعظم العضل المرتفع من عضل الصدر وهى التى قلت لك إن أطرافها تتصل وتلتحم بالأضلاع كأنها أصابع فالموضع الذى عنده ينتهى كل واحد من الاتصالات والالتحمات أنت ترى رؤوس هذه العضلة التى كلامنا فيها بالقرب منها وهما رأسان واحد عن اليمين والآخر عن اليسار وأول منبتها الذى هو إلى عند الضلع السادس أقرب هو موضوع تحت منتهى العضلة القدام من العضل المحرك للصدر ثم لا يزال ينبت أولا فأولا من الأضلاع الأخر بالقرب من الأجزاء التى عندها أولا يتغير عظم كل واحد من الأضلاع فيصير غضروفا على ما وصفت قبل 〈...〉 للأضلاع الأول من ضلوع الخلف شىء فى قياس هذه العطفة وذاك أن الضلع الذى يعد من فوق ثامنا يصعد إلى الغضروف المشرف على رأس المعدة وهو الشبيه بالسيف وأما الأضلاع الأخر من ضلوع الخلف فإنها أقل فى ذلك من هذا الضلع ويخالف بعضها بعضا فى الزيادة والنقصان فيه وذاك أن الضلع الأخفض أبدا يكون أقصر من الضلع الذى أرفع منه فالزوج الأول من أزواج العضل الذى على المراق ينبت من هذه الأضلاع الخلف أيضا كلها وعضلتاه ذاهبتان بليف لهما مورب إلى ناحية مقدم البطن وتمتدان على جميع مواضع البطن وعلى المواضع الخالية من مواضع البطن كلها وتصيران إلى عظمى الخاصرتين وكل واحدة منهما تنزل إلى الجانب الذى يليها وتتصل وتلتحم بعظم العانة بوتر من جنس الأغشية قوى يتولد فى كل واحدة منهما قبل هذا الموضع بمسافة كثيرة وربما يسكن هذا الوتر عن وثاقته فى الحالب فيسترخى معه هذا الموضع كله حتى يقبل ما يهوى إليه من الأجسام الموضوعة أعلى منه أعنى من الأمعاء أو من الغشاء المعروف بالثرب فيقال لذلك قيلة أو قرو وهذا الوتر الغشائى مثقوب فوق الحالب بقليل كيما يخرج وينفذ فيه الغشاء المستبطن لمراق البطن وهو الصفاق وما يحويه الصفاق مما أذكره بعد فأما الأجزاء التى تمتد من هاتين العضلتين إلى مقدم البطن فإنها تنتهى إلى وتر دقيق خالص الرقة يركب على العضل المقدم من خارج وكذلك أيضا عضلتا الزوج الثانى من العضل الذى على المراق لهما ليف وضعه مورب بخلاف وضع ليف العضلتين الأوليين وترهما يصير من جنس الأغشية ثم يركب على العضلتين اللتين من قدام وكل واحدة تتدئ من عظم الخاصرة ومنبتها من جنس اللحم ثم تصعدان من هاهنا على وراب راكبتين على العضلتين الموضوعتين عرضا ثم تتصلان وتلتحمان بشىء من جوهر اللحم بطرف أربعة من ضلوع الخلف فأما وترهما الرقيق الذى قلنا إنهما تنتهيان إليه فهو فى الوسط فيما بين العضلتين الذاهبتين فى الطول وبين الوتر الذى ذكرناه قبل وإذا أنت رأيت وترى هاتين العضلتين خيل لك أنهما متصلان متحدان واحد بآخر وتخليصهما وتفريقهما أحدهما من الآخر صعب شديد وخاصة عندما نجعل مبدأ تشريح بدن الحيوان كله من هذا الموضع فأما إن نحن جعلنا التشريح على ما وصفنا من هذا النحو الذى تقدم ذكره ثم أخذنا فى تشريح هذا العضل فالأمر يكون فى تخليص هذين الوترين وتفريق أحدهما من الأخر سهلا هينا بأن تتبع كل واحدة من عضلتيهما وذلك أن الموضع الذى تنتهى عنده أولا أجزاؤهما اللحمية هناك يبتدئ وتر كل واحدة منهما مدمج مع اللحم غير منقطع عنه فإذا أنت رأيت هذا اللحم ممدودا بحدوده الخاصية به لم يعسر عليك وجود الوتر الغشائى النابت من كل واحدة منهما وهذا الوتر يتولد فى الموضع الذى فيه الضلع المجنب من العضلتين المستقيمتين فى الطول وإن هاتين العضلتين إنما تلتقيان وتماسان إحديهما الأخرى فى الأجزاء المقدم بضلعيهما اللذين فى المقدم وأما من الأجزاء التى عن جانبى المقدم فإنهما تقبلان تركب الأوتار الغشائية عليهما وجوهرهما لحم فى طولهما كله من فوق إلى أسفل وليس يرى لهما وتر ظاهر حتى أن اتصالهما والتحامهما بعظم العانة إنما هو بلحم وهما فى هذه الأجزاء متحدان اتحادا خالصا وأول موضع يصيران فيه كذلك أسفل من السرة لأن ما أرفع منهما عن هذا الموضع فالأمر فيه على ما وصفت قبل من أنها أجزاء بعضها قريب من بعض مضام لها غير أنها ليس بمتحدة فهذه ضعه الزوج الثالث من الثمانى العضلات التى على البطن فأما الزوج الرابع الذى بقى فإنه ينبت من الخط القائم من خطوط عظم الخاصرة ومن الزوائد التى عن جانبى فقار القطن وليس كل واحدة منهما ساعة تنبت من أول أمرها عضلة لكنها من جنس الأغشية قوى ينبت من تلك العظام التى ذكرتها ثم إنه إذا مر اكتسى ليفا ذاهبا بالعرض ثم صار إلى حال يصير بها فى مثال العضلة وهذه العضلة تنبسط على الأجزاء الداخلة من طرف كل واحد من ضلوع الخلف وتتصل وتلتحم بها وكما أن كل واحدة منهما إذا اكتست ليفا صارت عضلة كذلك إذا هى القت عنها الليف وتجردت انتهت إلى وتر عريض وهذان الوتران يفوتان كثيرا من الأطباء كما تفوتهم أشياء كثيرة مما قدمت ذكره وذلك أن كل واحد منهما من جنس الأغشية ويلتحم على الصفاق فيصير منهما جميعا شىء مركب لا يراه الناظر إليه مركبا لكن يظن به انه غشاء واحد بسيط ولهذا ينبغى لك أن تلتمس الاحتفاظ بالتحامها فى الموضع الذى عنده أولا ينشآن الوتران من اللحم ويركبان على الصفاق فإنه إن انقطع الوتر من اللحم لن يمكن بعد ذلك أن تخلص إلا أن يكون المخلص لهما محنكا مدربا عالما بطبيعتها ومما يدل على ذلك أن البطن إذا وقع فيه خرق وأرادوا المعالجون خياطته علقوا الشىء المركب منهما ومدوه بالصنارة إلى فوق وخيطوه كأنهم إنما علقوا وخيطوا الصفاق أعنى بقولى شىء مركب منهما جميعا أى من الصفاق الذى هو صفاق بالحقيقة ومن منتهى العضلة التى من جنس الأغشية والصفاق شبيه بنسج عريض من نسج العنكبوت منبسط رقيق جدا وليس على مثال كثير من الأوتار التى وإن كانت ترق وتتغير إلى مثال الأغشية لكن لمن أجاد التفرس فيها والنظر إليه فى موضع ضىء نير رأى فيها ليفا دقاقا وأما الصفاق فليس هو كذلك لأنه على ما وصفت بسيط وكله مندمج متحد فى نفسه قطعة واحدة وهو بالحقيقة واحد من الأجسام المتشابهة الأجزاء وأنت تراه كيف هو فى طبيعته فى الأجزاء السفلانية حيث يبقى وحده لمفارقة العضلتين الذاهبتين عرضا له وذاك أن هاتين تتصلان وتتحدان بالعضلتين المنتصبتين الذاهبتين فى الطول فى هذا الموضع وتفارقان الغشاء الذى يسمى بارطونيوس فقد أتينا من ذكر الثمانى العضلات التى على البطن بما فيه كفاية يحتسب الضرب الأول من تشريحها الذى اقتصصته هاهنا.