Digital Corpus for Graeco-Arabic Studies

Galen: De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)

Τούτων μέντοι τῶν μυῶν ἄχρι τοῦ τε βραχίονος ἀνατμηθέντων, ὡς εἴρηται, καὶ δι’ ἑνὸς μὲν δὴ ἔτι μεγάλου μυὸς ἡ ὠμοπλάτη συνέχοιτο ταῖς πλευραῖς, ὑποπεφυκότος αὐτῶν τῷ σιμῷ, καὶ δι’ ὀστοῦ δὲ τῆς κλειδὸς τῷ στέρνῳ· ἔτι δὲ διὰ τούτου, καὶ δι’ ἑτέρου μυὸς μικροῦ, καθήκοντος ἐκ τῆς κλειδὸς εἰς τὴν πρώτην πλευρὰν, ὃν ἀγνοήσεις καὶ διασπάσεις ὑπὸ τῇ κλειδὶ κατακεκρυμμένον, εἰ μὴ τῷδε τρόπῳ ποιήσαιο τὴν ἐγχείρησιν. ἀπότεμνε πρῶτον ἀπὸ τοῦ τῆς κλειδὸς ὀστοῦ τὸν τῆς ἐπωμίδος μῦν. ἔστι δὲ συνεχής τε καὶ συμφυὴς τῷ μεγίστῳ τῶν ἀπὸ τοῦ στέρνου κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς χώραν, ὡς ἕνα δοκεῖν ὑπάρχειν ἀμφοτέρους. ἀλλὰ πρώτη μὲν ἡ τῶν ἰνῶν θέσις ἐνδείκνυται τὴν διαφορὰν αὐτῶν· ἐπὶ δὲ ταῖς ἰσὶ καὶ οἱ τένοντες, ἔτι τε πρὸς τούτοις ἡ τοῦ τῆς ἐπωμίδος μυὸς ἐκ τῆς ὠμοπλάτης γένεσις. ὁρίζουσι γὰρ αὐτοῦ τὸ ὑψηλὸν εὐθεῖαι γραμμαὶ δύο, γωνίαν πρὸς ἀλλήλας ἐργαζόμεναι παραπλησίαν τριγώνου κορυφῇ. δύναιο δ’ ἂν καὶ τῷ Λ γράμματι τὴν σύνθεσιν αὐτῶν εἰκάσαι, καὶ μέντοι καὶ τῷ γραφομένῳ κατὰ τὰς ἁμίλλας Γ, δύο καὶ τούτῳ γραμμὰς εὐθείας ἔχοντι. τῶν δὲ γραμμῶν ἡ μὲν ἑτέρα ὅλον τὸ μῆκός ἐστι κλειδὸς, ἡ δ’ ἑτέρα τῆς ὠμοπλάτης ἡ ῥάχις. παρατέταται γὰρ αὐτῇ παρὰ τὸ ταπεινότατον μέρος ἡ ἑτέρα κεφαλὴ τοῦ κατὰ τὴν ἐπωμίδα μυός. ἡ δ’ οἷον κορυφὴ τῶν δύο πλευρῶν, ἔνθα συμβάλλουσιν ἀλλήλαις, ὑπὸ τὸ ἀκρώμιόν ἐστιν. ὅταν οὖν ἀπὸ τῆς κλειδὸς ἀνατέμνων τὸ ἕτερον μέρος τοῦ μυὸς ἐπὶ τὴν ἀκρωμίαν ἀφίκῃ, τότ’ ἐντεῦθεν ἐπιστρέψας τὴν τομὴν, ἀνάτεμνε τὸν μῦν, ἀγκίστροις ἀνατείνων, ἀκολούθει τε τῇ συνεχείᾳ τῶν ἀνατετμημένων αὐτοῦ μορίων, ὡς, εἴγε τούτων καταφρονήσας ἄχρι τοῦ βάθους τῆς ὠμοπλάτης τεμεῖς, ἁμαρτήσεις. ὑπόκειται γὰρ ἐνθάδε μῦς ἕτερος, ἰδίαν ἔχων περιγραφὴν, κατὰ δάρσιν ἀπολυόμενος τοῦ τῆς ἐπωμίδος. ἀνατείνων οὖν ἰσχυρῶς ἀγκίστρῳ τὸ ἀνατεμνόμενον ἑκάστοτε τοῦ κατὰ τὴν ἐπωμίδα μυὸς, ὄψει ποτὲ σαφῶς τὸν ὑποκείμενον μῦν ἰδίᾳ περιγεγραμμένον. ἢν δ’ ἅπαξ ἐπιτύχῃς τοῦδε, ῥᾷστον ἤδη σοι τοὖργον, ὡς ἀπολῦσαί τε καὶ χωρίσαι τὸν ἐπικείμενον μῦν τόνδε τοῦ προσπεφυκότος τῷ τῆς ὠμοπλάτης ὀστῷ. καὶ μὴν καὶ ἄλλος τις αὐτῷ παραπέφυκε κατὰ τὴν πλευρὰν τῆς ὠμοπλάτης μῦς, ἀφ’ οὗ χωρίσεις αὐτὸν οὐ χαλεπῶς, ἢν φθάσῃς ἀκριβῶς ἀπολῦσαι τοῦ προειρημένου. μετὰ τοῦτον δ’ ἐστὶν ἔτι μῦς ἄλλος αὐτῷ παραπεφυκὼς ἐπὶ τοῦ βραχίονος ἄχρι τῆς ἐμφύσεως, ἣν εἰς τὰ πρόσω μέρη ποιεῖται κατωτέρω τῆς διαρθρώσεως. ὀρθία δ’ ἐστὶν ἡ ἔμφυσις, ἄνωθεν κάτω κατὰ τὴν τοῦ βραχίονος εὐθυωρίαν φερομένη. διαφέρει δ’ οὐδὲν εἴς γε τὰ παρόντα κατάντη καλεῖν ἢ ὀρθίαν αὐτήν. ἔστι δ’ ὡσαύτως ὀρθία κατὰ τὸ τοῦ βραχίονος μῆκος, ἐκ τῶν ἔνδον αὐτοῦ μερῶν παρατεταμένη, καὶ ἡ τοῦ μεγάλου τῶν ἀπὸ τοῦ στέρνου μυῶν ἔμφυσις. ἀλλ’ ἐκεῖνος μὲν ἔσω προσάγει τὸ κῶλον, ὁ δὲ τῆς ἐπωμίδος ἀνατείνει, μηδαμόσε παρεγκλίνων τὸν βραχίονα, μήθ’ ὡς πρὸς τὴν κλεῖν ἔσω, μήθ’ ὡς πρὸς τὰ ταπεινὰ τῆς ὠμοπλάτης ἐκτὸς, ἀλλ’ ἀπαρέγκλιτόν τε καὶ ἴσην ἀκριβῶς αὐτοῦ τὸν ἔκτασιν ἐργαζόμενος. ὑπάρχει δὲ τῷ μυῒ τῷδε τὸ τοιοῦτον τῆς ἐνεργείας εἶδος, ὅτι διττὰς ἔχει κεφαλὰς περιβεβηκυίας τὸ ἀκρώμιον, ὡς, εἴγε τείνοις ἐξ αὐτῶν τὴν ἑτέραν μόνην, ἤτοι γ’ ἐπὶ τὴν κλεῖν ἐντὸς, ἢ πρὸς τὰ ἐκτὸς τῆς ὠμοπλάτης ὁ βραχίων ἐνεχθήσεται μηκέτι ἀκριβῶς ὀρθῶς ἀνατεινόμενος, ἀλλ’ ἐγκλινόμενος εἰς τὰ πλάγια. συμβαίνει δ’ αὐτὸ τοῦτο καὶ διὰ δυοῖν κατ’ αὐτὴν τὴν ὠμοπλάτην μυῶν, ὧν ὁ μὲν ὑψηλότερος, ὁ δὲ ταπεινότερος ἐκτέταται κατὰ τὸ μῆκος αὐτῆς· καὶ πρόδηλοί γε γίγνονται τοῦ τῆς ἐπωμίδος ἀνατμηθέντος, ὡς εἴρηται. τούτους δ’ αὐτοὺς πάλιν ἐγχειρῶν ἀνατέμνειν, ἀπὸ τῶν κατὰ τὴν βάσιν τῶν αὐτῆς ἄρχου μερῶν, ἵνα περ αὐτῶν ἑκατέρου τὸ πέρας ἐστίν· ἐντεῦθεν δὲ προέρχου μέχρι τῆς κατὰ τὸν ὦμον διαρθρώσεως, ἀποτέμνων αὐτοὺς ἐκπεφυκότας ἀκριβῶς τοῦ τῆς ὠμοπλάτης ὀστοῦ, μέχρι περ ἂν ἑκατέρων εἰς εὖρος τὸν τένοντα πλατὺν ἴδῃς τελευτῶντα, δι’ ὧν τὸν βραχίονα κινοῦσιν ἀνατείνοντες λοξὸν, ὁ μὲν εἴσω μᾶλλον, ὡς πρὸς τὴν κλεῖν, ὁ δ’ εἰς τὰ ἐκτὸς, ὡς πρὸς τὰ ταπεινότερα τῆς ὠμοπλάτης. εἰ δ’ ἅμα ταθεῖεν ἀμφότεροι, τὴν μέσην τῶν λοξῶν ἀνάτασιν ἐργάσονται τὴν εὐθεῖαν· ἣν δὴ κᾀκ τοῦ τῆς ἐπωμίδος μυὸς ὁ βραχίων ἔχειν ἐλέχθη. ἐμφύεται δ’ ὁ μὲν ὑψηλότερος τῶν μυῶν εἰς τὴν ἑτέραν κορυφὴν τῆς κεφαλῆς τοῦ βραχίονος, ἣν ἡ μείζων  κεφαλὴ τοῦ κατὰ τὸν βραχίονα προσθίου μυὸς ἐκτὸς ἀφορίζει· συνεχῆ δ’ αὐτῇ τὴν ἀπονεύρωσιν ὁ ταπεινότερος μῦς ἐμφύει τῇ κεφαλῇ τοῦ βραχίονος ἔξωθεν ἤδη μᾶλλον. εἰ μὲν οὖν ἐπὶ τὴν ὅλην ἀνατομὴν τῆς χειρὸς τρέποιο, καὶ τούτους τοὺς μῦς εὐθὺς ἀνατέμνειν, ὡς εἴρηται, πειράσῃ, καὶ τοὺς ἐφεξῆς αὐτοῖς κατὰ τὴν τῆς φύσεως τάξιν. εἰ δ’ ἐπὶ τὸν θώρακα σπεύδοις, ἐάσας τούτους, ὡς ἔχουσιν, ἀπότεμνε τοῦ στέρνου τὴν κλεῖν, τοὺς περὶ τὴν διάρθρωσιν ὑμενώδεις συνδέσμους διατέμνων, εἶτ’ ἀνατείνων ἐπ’ ἀκρώμιον, ὡς ἀνακλᾷν ἀτρέμα, τοὺς ἄλλους ὑμένας τε καὶ συνδέσμους ἀπότεμνε, καθ’ οὓς τοῖς πλησιάζουσιν ἡ κλεῖς συνῆπται μορίοις, ἄχρις ἂν ἐναργῶς ἴδῃς ὑποφαινόμενον ἐκ τῶν ἔνδον τε καὶ κάτω μερῶν αὐτῆς τὸν εἰς τὴν πρώτην πλευρὰν ἐμπεφυκότα μῦν, μικρὸν μὲν τῷ μεγέθει, λοξὸν δὲ τῇ θέσει. ἡ κεφαλὴ μὲν αὐτοῦ κατὰ τὴν ὠμοπλάτην ἀνατεινομένης τῆς κλειδός ἐστιν, ἡ τελευτὴ δὲ, καθ’ ἣν ἐμφύεται τῇ πρώτῃ πλευρᾷ τὸ πρὸς τὸ στέρνον αὐτοῦ μέρος.

| فإذا شرحتا هاتان العضلتان إلى العضد على ما وصفت بقى عظم الكتف لازما بعد للأضلاع بعضلة واحدة عظيمة تتصل وتلتحم تحت الموضع المقعر منها ولازم أيضا للقس 〈...〉 بهذا العظم وهو أيضا لازم له بعضلة أخرى صغيرة تنحدر من الترقوة إلى الضلع الأول ويعرض لك أن لا تعرف هذه العضلة وتقطعها لأنها مخفية تحت الترقوة إلا أن يكون عملك على هذه الصفة اقطع أولا عضلة الكتف من عظم الترقوة وهى عظيمة متصلة متحدة بالعضلة العظيمة التى تجىء من القس فى موضع العرق الكتفى حتى يظن من يراهما أنهما عضلة واحدة لكن من أول ما يدل على †ابداهما † أنهما عضلتان وضع الليف ومن بعد ليفهما وتراهما ومع الليف والأوتار أيضا كون عضلة الكتف من عظم الكتف وذاك أنه يحد جزءه المشرف خطان يكون منهما إذا التقيا زاوية شبيهة برأس المثلث ويمكنك أن تشبه تركيبهما باللام من الحروف اليونانيين وهو هذا Λ وبحرف آخر من حروفهم يثنون فيه كتابهم حتى يحرص بعضهم على غلبة بعض فى تجييده وهو حرف يجرى بخلاف اللام له خطان مستويان وهو هذه V فأحد الخطين هو طول الترقوة كله والآخر الجانب الشاخص فى وسط عظم الكتف وذاك أنه يمتد معه فى جزئه الذليل رأس واحد من عضلة الكتف وأما رأس الضلعين حيث يلتقيان فهو رأس الكتف وقلته نفسها فإذا أنت شرحت من الترقوة جانبا واحدا من العضلة وصرت إلى الموضع الذى يقال له رأس الكتف وقلة الكتف فرد المقطع من هذا الموضع وشرح العضلة فأنت تمدها بصنارة واتبع اندماج أجزائها التى شرحت وأنت إن تهاومت بهذه وقطعت إلى عمق عظم الكتف أسأت وذاك أن تحتها فى هذا الموضع عضلة أخرى لها حد خاص على حدة وتخلص من عضلة الكتف بالكشط والقشر فمد بالصنارة أبدا مدا شديدا دائما الجزء الذى شرحته من عضلة الكتف فإنك عند ذلك ترى العضلة الموضوعة تحتها رؤية ظاهرة ويستبين لك أن لهذه العضلة حدا خاصا وإذا وجدت هذه العضلة مرة واحدة هان عليك العمل حتى تخلص هذه العضلة العليا وتبرئها من العضلة اللازمة لعظم الكتف وتضامها عضلة أخرى عند الضلع الذليل المنخفض من أضلاع عظم الكتف أنت تبرئها وتخلصها منها بأهون سعى بعد أن تبرئها وتخلصها قبل ذلك من العضلة التى ذكرتها قبل وبعد هذه هاهنا عضلة أخرى مضامة لها على العضد إلى موضع اتصالها واتحامها الذى تفعله فى الجزء المقدم أسفل من المفصل واتصالها والتحامها منتصب قائم ذاهب من فوق إلى أسفل على استقامة طول العضد ولا فرق فى هذا الموضع بين أن أقول إن ذهابها منتصب قائم أو أن نقول إنها تذهب إلى أسفل على استقامة واتصال العضلة أيضا العظيمة من العضل الذى يأتى من القس منتصبا قائما ممدودا على طول العضد من الأجزاء الداخلة غبر أن تلك العضلة تذهب بهذا العضو وتدنيه إلى داخل فأما عضلة الكتف فتمد العضد إلى فوق من غير أن تميله إلى واحد من الجانبين لا إلى الترقوة إلى داخل ولا إلى الأجزاء الذليلة المنخفضة من عظم الكتف إلى ناحية خارج لكنها تبسطه بسطا لا ميل معه مستويا بالحقيقة وصار لهذه العضلة مثل هذا الفعل لأن لها رأسين ملتحمين على رأس الكتف والدليل على ذلك أنك إن مددت أحدهما وحده ذهب العضد إما إلى ناحية الترقوة إلى داخل وإما إلى ناحية المواضع الخارجة من عظم الكتف من غير أن يمتد حينئذ إلى فوق منتصبا قائما بالحقيقة لكن مع ميل منه إلى جانب وهذا بعينه يعرض للعضد بالعضل الذى فى عظم الكتف نفسه وهما عضلتان وإحدهما أشد ارتفاعا والأخرى أشد تسفلا وكلتاهما ممدودتان على طول عظم الكتف كله وتنظر أن لك 〈...〉 وإذا أنت ابتدأت أيضا أن تشرح هاتين العضلتين فابتدئ من أجزاء قاعدة عظم الكتف حيث طرفاهما م تعال من هذا الموضع وأنت تقطعهما حتى تبلغ إلى مفصل الكتف ولا تزال تفعل ذلك حتى ترى كل واحدة منهما قد انتهت إلى وتر قوى عريض وهذان الوتران يحركان العضد ويشيلانه على وراب الواحدة إلى ناحية داخل كأنها تريد به الترقوة والأخرى إلى ناحية خارج كأنها تريد به الأجزاء السفلانية من عظم الكتف فإن امتدتا كلتاهما مدتاه مدا وسطا فيما بين المدين الموربين أعنى المستقيم الذى قلنا إن عضلة الكتف تفعله بالعضد فالعضلة المشرفة تتصل وتلتحم بجانب واحد من رأسين العضد الذى يفصل بينه وبين الجانب الآخر الرأس الكبير من عضلة العضد المقدم فى الأجزاء الخارجة وأما العضلة التى هى أخفض من تلك فإنها يتصل ويلتحم وترها بأصل تلك فى رأس العضد مما يلى خارجا وإن أحببت أن تشرح اليد بأسرها فضع يدك فى تشريح هذا العضل على المكان وما بعده بحسب مراتب العضل ونظامها ووضعها وأما إن أحببت أن تشرح العضد فينبغى لك أن تدع هذا العضل على حاله كما هو وتفصل وتبرئ الترقوة من القس وتشرح الرباطات التى من جنس الأغشية حول المفاصل ثم تمده إلى ناحية رأس الكتف وتشيله قليلا وتقطع الأغشية التى الترقوة وبين الأجزاء القريبة منها حتى تنظر نظرا بينا إلى العضلة التى تصل بين تتصل وتلتحم بالضلع الأول من أجزائها الداخلة السفلانية وهى عضلة مقدارها مقدار صغير ووضعها مورب ورأسها عند الجزء الذى يرتفع من الترقوة إلى ناحية عظم الكتف ومنتهاها هو الذى به يتصل جزؤها الذى يلى القس بالضلع الأول.