Digital Corpus for Graeco-Arabic Studies

Galen: De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)

Ὥσπερ δ’ εἰς τὴν γαστέρα καταδύεται μικρὰ τῶν μεγάλων ἀγγείων ἀποβλαστήματα, κατὰ τὸν αὐτὸν τρόπον εἰς τὸ κάταντες, ὡς ἐπὶ τὸν ὀμφαλὸν, ἕτερα μικρὰ τῶν μεγάλων ἀποφυόμενα καταφέρεται μετέωρα, περιλαμβανόμενα ταῖς δύο μοίραις τοῦ περιτοναίου. καὶ προσέρχεταί γε τοῦτο τὸ σῶμα, τὸ συγκείμενον ἐκ δυοῖν οἷον πτυχῶν τοῦ περιτοναίου, μέσον δ’ ἐν αὐταῖς περιεχομένων τῶν ἀγγείων, ἐπ’ ἐνίων μὲν τῶν ζώων οὐ πολὺ κατωτέρω τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, ἐπ’ ἐνίων δ’ ἄχρι τῶν τῆς ἥβης ὀστῶν, ὀνομαζόμενον ὑπὸ τῶν παλαιῶν Ἑλλήνων διττῶς, ἐπίπλοόν τε καὶ ἐπίπλουν. μέγιστον δ’ ἔχουσιν αὐτὸ τῶν ζώων ἄνθρωποί τε καὶ πίθηκοι. καὶ διὰ τοῦτ’ ἄνθρωποι μὲν πολλοὶ συνεχῶς ἐπιπλοοκομισταὶ λέγονται. καλοῦσι γὰρ οὕτω τὴν κήλην, ὅταν ἐπίπλους ἐμπέσῃ τῷ καθήκοντι πόρῳ πρὸς τὸν ὄρχιν, ὑπὲρ οὗ μικρὸν ὕστερον ἐρῶ. τῶν δ’ ἄλλων ζώων οὐδὲν, ὅτι μὴ πίθηκος, ἐν τῷ τοιούτῳ πάθει καθίσταται. λέλεκται δὲ τὸ ἐπίπλοον τοῦτο προσφάτως, ἐπειδήπερ ἐπὶ τοῖς ἐντέροις οὐδενὶ συμφύεται αὐτῶν,  ὅτι μὴ δεσμοῖς τισιν οὐ πολλοῖς κατὰ τὰ δεξιὰ μέρη τῷ κώλῳ συναπτόμενον. ἡ μὲν οὖν ὑψηλοτέρα μοῖρα κατὰ τὸ ἐπίπλοον ὁποίαν τιν’ ἔχει τὴν γένεσιν, εἴρηται· περὶ δὲ τῶν ἄλλων αὐτοῦ μερῶν ἐφεξῆς λεκτέον. ὅταν ἀκριβῶς θεάσῃ τὰς ἐκ τοῦ κυρτοῦ τῆς γαστρὸς ἐπὶ τὰ κάτω φερομένας φλέβας ὑπὸ διπλοῦ τοῦ περιτοναίου περιλαμβανομένας, οὐ δεῖ παύεσθαι τῆς θέας, ἀλλ’ ἀκολουθεῖν ἑκατέρωσε τῇ κατὰ τὸ κυρτὸν αὐτῆς φλεβί. προάξει γάρ σε κατὰ μὲν τὰ δεξιὰ τοῦ ζώου μέρη πρὸς τὴν ἔκφυσιν, ἣν ἐκποιεῖται τὸ λεπτὸν ἔντερον ἐκ τῆς γαστρὸς, κατὰ δὲ τὸ ἕτερον ἐπὶ τὰ σιμὰ τοῦ σπληνός. ἐν ἀριστεροῖς δὲ κειμένου τοῦ σπλάγχνου τούτου, τὸ μὲν κυρτὸν αὐτοῦ μέρος ἔστραπται πρός τε τὰ τῶν νόθων πλευρῶν πέρατα καὶ ὅσον τούτοις συνεχές ἐστι κατὰ τὸν ἀριστερὸν λαγόνα· τὸ δὲ σιμὸν ἐπὶ τὰ δεξιὰ μέρη νεύει κατ’ ἀντικρὺ τεταγμένον ἥπατός τε καὶ τῶν ἐνταῦθα μορίων. ἡ τοίνυν φλὲψ, ἡ ἀπὸ τοῦ κυρτοῦ τῆς κοιλίας ἐπὶ τὸ σιμὸν τοῦ σπληνὸς ἐκτεινομένη, κατὰ μὲν τὸν αὐτὸν τρόπον ἐπιφύεται τῷ σπληνὶ, καθ’ ὃν καὶ τῇ κοιλίᾳ, μετέωρος ὑπὸ διπλοῦ στηριζομένη τοῦ περιτοναίου· πέμπει δ’ ἐξ αὑτῆς ἀποβλαστήματά τινα, καθάπερ ἐπὶ τῆς γαστρὸς, ἀριθμῷ μὲν πολλὰ, μεγέθει δὲ σμικρὰ, τὰ μὲν εἰς τὸν σπλῆνα, τὰ δ’ εἰς τὸ ἐπίπλοον. οὐ μὴν οὐδ’ ἀναλίσκεται κατὰ τὸν σπλῆνα τὸ ἀγγεῖον. ὅσον δ’ αὐτοῦ περιττὸν, ἅμα τῷ τῆς ἐζευγμένης ἀρτηρίας λειψάνῳ φέρεται κάτω διὰ τοῦ ἀριστεροῦ λαγόνος, ἀρχὴ τῆς γενέσεως τῷ κατὰ τοῦτο τὸ μέρος ἐπιπλόῳ γιγνόμενον. καὶ συμπροέρχεταί γε τοῖς ἀγγείοις τὸ ἐπίπλοον ἄχρι τοσούτου γεννώμενον, ἄχρις ἂν ἐκεῖνα καταναλωθῇ, σχιζόμενα δίκην κλάδων εἰς ἀκρέμονάς τε καὶ βλαστήματα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἡ κατὰ τὸν δεξιὸν λαγόνα μοῖρα τοῦ ἐπιπλόου κατέρχεται σὺν τοῖς κατ’ ἐκεῖνο τὸ μέρος ἀγγείοις, ἃ συνεχῆ κατὰ τὸ κυρτόν ἐστι τῆς γαστρός· ὥστε ἐνταῦθα ποδηγούμενος ὑπ’ ἐκείνων ἀκριβῶς κατόψει τὴν γένεσιν αὐτοῦ. ταυτὶ μὲν οὖν τὰ κατὰ τοὺς λαγόνας μέρη μεταξὺ κεῖται τῆς ἄνωθεν μοίρας, ἣν ἔκ τε τοῦ κυρτοῦ τῆς γαστρὸς ἔφην γεννᾶσθαι καὶ τῆς κάτωθεν, ἣν οὔπω διῆλθον τῷ λόγῳ· τούτων δ’ αὐτῶν ἑκατέρα συνεχής ἐστι τῇ κατὰ τοὺς λαγόνας. οὐ τούτῳ δὲ διαφέρουσι μόνῳ, τῷ τὴν μὲν ἐπικεῖσθαι, τὴν δ’ ὑποκεῖσθαι· πρόσεστι γάρ τις αὐτοῖς οὐ σμικρὰ καὶ ἄλλη διαφορὰ κατὰ τὸ τῶν ἀγγείων μέγεθος. ἡ γὰρ ὑποβεβλημένη μοῖρα τοῦ ἐπιπλόου κατά τε τὸν ἀριθμὸν καὶ τὸ μέγεθος ἐλάττους ἔχει τὰς φλέβας· ἐκφύεται δ’ ἐκ τῶν σιμῶν τῆς κοιλίας, ἐξ ὧνπερ ἔχει καὶ τὰ ἀγγεῖα, τῶν ἐνταῦθα κατασχιζομένων εἰς τὴν γαστέρα λείψανά τινα συναπαγόμενα αὐτῷ κάτω. συνεχῆ δ’ ἐστὶ ταῦτα πάντα ἀλλήλοις τὰ μόρια, καὶ συνίστησιν ἓν σῶμα, τὸ ἐπίπλουν, ἐν σχήματι μάλιστα φασκωλίου τε καὶ θυλάκου καὶ σάκκου, τὸ στόμα μὲν ἔχοντος τὴν ἐκ τῆς γαστρὸς ἔκφυσιν ἄνωθέν τε καὶ κάτωθεν, ὅλον δὲ τὸ κύτος ἑαυτοῦ μέχρι τοῦ πυθμένος, ὅσον ἐκ τῶν εἰρημένων ἀρχῶν ἀποτείνεται κάτω. μαθήσῃ δ’ ἐναργέστερον οὕτως τοῦτο ἔχον, ἐὰν ἀποτεμὼν ἐνταῦθα αὐτὸ καὶ κατὰ μηδὲν ἄλλο μέρος ἢ τρήσας ἢ διασπάσας ἐμπιπλάναι βουληθῇς ἤτοι ὑγρᾶς οὐσίας, ἢ στερεᾶς· πληρωθήσεται γὰρ ὑπ’ αὐτῆς ὅλον ὑπάρχον ὑγιές τε καὶ συνεχὲς αὑτῷ, καθάπερ τὰ φασκώλια. ῥᾷστον δ’ ἐστὶ καὶ τελέως ἐξελεῖν τοῦ ζώου· βραχεῖαι γὰρ ἔτι συμφύσεις ὑπολείπονται πρός τε τὸν σπλῆνα καὶ τὸ κῶλον αὐτὸ μετὰ τὸ τῶν πρώτων ἐκφύσεων ὅλον χωρισθῆναι. προσφύεται μὲν οὖν ποτε σπανίως καὶ λοβῷ τοῦ ἥπατος ἄλλοτ’ ἄλλῳ, καί τινι νόθῃ πλευρᾷ, μηδὲ ταύτῃ μιᾷ διαπαντὸς, ἀλλ’ ὡς ἂν τύχῃ. τοὐπίπαν δ’ ἀπολύεταί τε καὶ κεχώρισται πάντων τῶν ἄλλων, ὅτι μὴ τριῶν τῶνδε, γαστρὸς καὶ σπληνὸς καὶ κώλου· τούτοις γὰρ ἀεὶ συνῆπται. τὸ μὲν οὖν ἐπίπλοον ὁποῖόν τ’ ἐστὶν αὐτὸ καὶ ἥτις ἡ γένεσις αὐτοῦ, κατὰ τὸν εἰρημένον τρόπον ἐγχειρῶν ἀνατέμνειν εὑρήσεις οὐ χαλεπῶς. ἐξαιρεθέντων δ’ αὐτοῦ τῶν λοιπῶν ἁπάντων, ἀποδέρειν πειρῶ τὸ περιτόναιον, ἀπὸ μὲν τοῦ κυρτοῦ τῆς γαστρὸς αὖθις ἀρχόμενος ἄχρι τοῦ πυλωροῦ τε καὶ τῆς τῶν ἐντέρων γενέσεως, ἀπὸ δὲ τοῦ κάτω πέρατος, ἔνθα μόνον ὑπάρχειν ἔφην αὐτὸ χωρὶς τῆς τῶν ἐγκαρσίων μυῶν ἀπονευρώσεως, ἐπὶ τὰ τῆς ἥβης ὀστᾶ προσερχόμενος. ἐντεῦθεν γὰρ ἐπεκτεινόμενον αὐτὸ θεάσῃ κύστει τε καὶ, μήτρᾳ, καὶ εἰ προσαναβαίνοις αὖθις ἀνώτερον διὰ τῶν ταπεινῶν κατὰ βάθους μερῶν, ὅπου τὸ μεσεντέριον, ὃ καὶ μεσάραιον καλεῖται, τοῖς κατ’ ὀσφὺν ἅπασιν, ἐν οἷς εἰσι καὶ οἱ νεφροί. παραγενήσῃ δ’ ἐπὶ ταῦτα, κᾂν ἄνωθεν κατίῃς· ὡς γὰρ εἴρηται κατ’ ἀρχὰς, ἓν ὑπάρχον ἑαυτῷ συνεχὲς τὸ περιτόναιον ἔν τε τοῖς πρόσω μέρεσι τῆς γαστρὸς ἅπασι τοῖς τῆς τροφῆς ὀργάνοις περιτέταται, καὶ κατὰ τὴν ῥάχιν ὑπεστήρικται ἅμα καὶ περιβέβληται. οὐ μὴν ἴσον αὐτῷ τὸ πάχος ἐστὶν ἐν ἅπασιν, οἷς περιτείνεται, καθάπερ εἶπον, ἀλλ’ ἐπί τινων μὲν ἑαυτοῦ ἐστι παχύτερον, ἐπί τινων δὲ λεπτότερον. ἐπὶ μέν γε τοῦ ἥπατος, ὡς καὶ πρόσθεν ἐῤῥέθη, λεπτότατόν ἐστιν· οὕτως δὲ καὶ κατὰ τὸν σπλῆνα· τούτων δ’ ἧττον ἐπὶ τοῖς νεφροῖς. παχύτερον δ’ αὑτοῦ ἐστι κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα, καὶ κύστιν, καὶ μήτραν, ὥστε τινὰς ἐξηπάτησεν, ὡς αὐτῶν τῶν εἰρημένων μορίων ἴδιον ὑπάρχον μέρος. εἰκότως δ’, οἶμαι, τοιοῦτον ἐγένετο περὶ τοῖς ὀργάνοις, ὅσα πληρούμενα κατά  τινα χρόνον ἐξαίρεται τοῖς ὄγκοις· ἄμεινον γὰρ ἦν αὐτῷ συνεπεκτείνεσθαι τούτοις, ο΄ περ, εἰ πάνυ λεπτὸν ἦν, οὐκ ἂν ἀλύπως ὑπέμεινε. ὅτι δ’ ὑπὸ τοῦ περιτοναίου σκέπεται ταῦτα πάντα, κατὰ τὴν εἰρημένην ἐγχείρησιν ἀποδέρων αὐτὸ μαθήσῃ. καὶ μέντοι καὶ τὸ μεσεντέριον ὅπως ὑπ’ αὐτοῦ γεννᾶται, δυνήσῃ γνῶναι, πρῶτα μὲν ἀποδείρας τὰ περὶ τὸν πυλωρόν τε καὶ τὴν ἔκφυσιν, εἶθ’ ἑξῆς κατὰ τὸ συνεχὲς τὴν νῆστίν τε καὶ τὸ λεπτὸν ἔντερον ὅλον, εἶθ’ ἑξῆς τὸ παχύ. περιείληφε γὰρ ἅπαντα μὲν ταῦτα ἐν κύκλῳ τὸ περιτόναιον, οὐσῶν δ’ ἑλίκων παμπόλλων ἐν αὐτοῖς, ἀνάγκη δήπου τὸ μὲν κυρτὸν εἶναι τῆς ἕλικος, τὸ δὲ σιμὸν αὐτῶν. εἰς μὲν δὴ τὸ σιμὸν αὐτῶν ἐμφύεται τὰ διὰ τοῦ μεσεντερίου φερόμενα πρὸς ἕκαστον τῶν ἐντέρων ἀγγεῖα· κατὰ δὲ τὸ κυρτὸν οὔτ’ ἀγγεῖόν τι καταφύεται τοῖς ἐντέροις, οὔτ’ ἄλλη τις σύμφυσίς ἐστιν, ἢ πρὸς ἕτερον ὄργανον, ἢ πρὸς ἄλληλα. κατὰ ταῦτ’ οὖν εἰκότως ἀποδέρεταί τε καὶ γυμνοῦται τοῦ περιτοναίου ῥᾳδίως πάντα· κατὰ δὲ τὸ σιμὸν ἀποσπᾶσθαι μᾶλλον, οὐ δέρεσθαι τοῖς ἀγγείοις ἀναγκαῖόν ἐστι. καὶ διὰ τοῦτ’, ἐφ’ ὧν ζώων ὑγρόν τέ ἐστι φύσει τὸ αἷμα καὶ τὸ περιέχον θερμὸν, ὅ τε θάνατος οὐ πρὸ πολλοῦ γέγονεν, ἅμα τῷ σφαγῆναι τὸ ζῶον τὸ αἷμα προχεῖται κατὰ τὰ στόματα τῶν ἀποῤῥηγνυμένων ἀγγείων· εἰ δ ἤτοι πρὸ πολλοῦ τεθνεὸς εἴη τὸ ζῶον, ἢ ἐσφαγμένον, ἢ παχύχυμον, ὥσπερ ὁ κύων τε καὶ ὁ λέων, ἢ καὶ τὸ περιέχον ψυχρὸν, οὐκ ἐκχεῖται τῶν ἀγγείων τὸ αἷμα.

| وكما أنه تغوص فى جرم المعدة شعب صغار من هذه العروق الكبار كذلك يخرج من تلك العروق الكبار شعب أخر صغار تأخذ نحو السرة وتنحدر متعلقة طافية يحويها جزا الحفاق وهذه الجسم المركب من جزءى الصفاق اللذين هما بمنزلة طبقتين أو صفيحتين مطبقة إحديهما على الأخرى وفى وسطهما هذه العروق والشريانات التى ذكرناها تحتويان عليها لا يزال يمر فى بعض الحيوانات حتى يجوز السرة إلى أسفل ليس بكثير وفى بعضها حتى يبلغ إلى عظم العانة وكثير من عظماء اليونانيين يسمى هذا الجسم ابيفلون وابيفلوس وهو الثرب والثرب فى الناس وفى القرود أعظم منه فى جميع الحيوانات الأخر ولذلك صارت قيلة الثرب وهو الفتق يعرض لكثير من الناس عرضا متواترا وإنما تسمى القيلة قيلة الثرب عندما يقع الثرب فى المنفذ الذاهب إلى الأنثيين الذى سأذكره بعد قليل وهذه العلة علة لا تعرض لشىء من الحيوانات الأخر خلا القرود وإنما سمى هذا الجسم وهو الثرب باليونانية ابيفلوس وتفسيره الطافى والسابح لأنه كان يطفو ويسبح على الأمعاء من غير أن يلتزق بشىء منها خلا أنه يضام فى الجانب الأيمن المعاء المسمى قولون برباطات ليست بكثيرة فقد وصفنا لك كيف يكون الجزء الأعلى من الثرب فلنصف الآن الحال فى سائر أجزاء الثرب فأقول إذا أنت نظرت حسنا إلى العروق المنحدرة من حدبة المعدة إلى أسفل التى يحتوى عليها الصفاق المطوى بطاقين فليس ينبغى لك أن تكف عن النظر إليه لكن تتبع ذلك العرق الذى على حدبتها من الجانبين فإنه يؤديك من الجانب الأيمن من بدن الحيوان إلى منبت المعاء الدقيق من المعدة ويؤديك من الجانب الآخر إلى الموضع المقعر من الطحال وهذا العضو أعنى الطحال الموضوع فى الجانب الأيسر من البدن والجزء المحدب منه يستقبل أطراف ضلوع الخلف وكلما يتصل بها فى الجانب الأيسر والجزء المسطوح أو المقعر يستقبل الجانب الأيمن موضوعا بحذاء الكبد وما يليه من الأعضاء فالعرق الذى يمتد من حدبة المعدة إلى ناحية الجانب المقعر أو المسطوح من الطحال يتصل ويلتحم بالطحال على ذلك المثال الذى به يتصل ويلتحم بالمعدة طافيا معلقا ويدعمه ويشده الصفاق المطوى بطاقين وتتفرق منه شعب كالشعب التى تتفرق على المعدة كثيرة العدد صغار المقادير بعضها يذهب الى الطحال وبعضها إلى الثرب ومع هذا أيضا فإن هذا العرق لا يفنى فى الطحال وكل شىء يفضل منه مع بقية الشريان الذى هو قرينه وأخوه يذهب إلى أسفل مارا بالخاصرة اليسرى ويصير مبدأ لتولد الثرب وكونه فى هذا الموضع ويمر الثرب مع العرق والشريان إذا هو تولد حتى ينقسمان كلاهما ويفنيان بمنزلة ما ينقسم ويفنى الغصن الكبير من الشجرة عندما تفرع إلى أغصان وقصبان صغار وورق وعلى هذا المثال فإن الجزء الذى من الثرب فى الخاصرة اليسرى مع العروق والشريانات التى فى ذلك الجانب وهى عروق وشريانات مواصلة للعروق والشريانات التى على حدبة المعدة ولهذا إذا أنت نظرت فى هذا الكتاب واستدللت بتلك أيضا نظرت إلى كون الثرب وتولده نظرا شافيا وهذه الأجزاء التى فى الخاصرتين موضوعة فيما بين جزئه الأعلى الذى قلت إنه يتولد من حدبه المعدة وبين جزئه الأسفل الذى لم أذكره بعد وهذان الجزآن منه كلاهما موصولان بالجزء الذى منه فى الخاصرة وليس الفرق بين هاذين الجزءين واختلافهما فى هذا وحده أعنى فى أن جزءا واحدا موضوع على المعدة وجزءا آخر تحت المعدة لكنهما يفترقان ويختلفان اختلافا آخر ليس بصغير فى مقادير العروق والشريانات التى فى كل واحد منهما وذاك أن جزء الثرب الذى تحت المعدة فيه عروق قليلة العدد صغار المقادير ومنشأ هذا الجزء من الجانب المسطوح من المعدة ومن هذا الجانب يأخذ هذا الجزء عروقا وذاك أنه ينحدر معه إلى أسفل بقية من العروق التى تنقسم وتنبث هاهنا فى المعدة وجميع هذه الأجزاء متصلة لازمة بعضها لبعض ويصير منها جسم واحد هو الثرب شكله من أشبه شىء بشكل كيس أو جراب أو جوالق فمه عند منشئه من المعدة من فوق ومن أسفل وتجويفه كله هو ما يمتد من الأصلين اللذين ذكرناهما إلى أسفل وأنت تعلم أن هذا على ما وصفت لك علما يقينا إن أنت قطعت الثرب من موضع منشئه من غير أن تخرقه أو تثقبه فى موضع آخر ثم ملأته جوهرا رطبا أو جواهر صلبا فإنك إذا فعلت ذلك به وجدته يمتلئ منه كله وهو باق فى حاله فى اتصال أجزائه واتحادها بمنزلة جراب وقد يمكنك أن تخرجه عن بدن الحيوان جملة بأهون سعى وذاك أنه من بعد أن يخلص ويفصل كله من منشئه الأول لن يبقى متشبثا إلا باتصالات يسيرة يلتحم بها مع الطحال ومع المعاء المسمى قولون وقد يتصل ويلتحم بالندرة بأطراف الكبد غير أنه يلتحم فى وقت دون وقت بطرف دون طرف ويلتحم أيضا بواحد من ضلوع الخلف وليس التحامه أبدا بواحد منها معلوما بل يقع له ذلك جزافا وهو أكثر الأمر منحل متبرئ من الأعضاء الأخر خلا هذه الثلاثة أعنى المعدة والطحال والمعاء المسمى قولون فإنه لازم لهذه موصول بها دائما فأنت تعرف الحال فى الثرب كيف هو فى نفسه وكيف تولده وكونه إذا أنت شرحت على هذه الصفة التى وصفتها لك فإذا كشطت عن جميع الأعضاء الأخر فالتمس أن تكشط الصفاق واجعل ومبدأك أيضا فى جميع الأعضاء المعدة إلى الموضع الذى يعرف بالبواب ومبدأ الأمعاء ومن طرفه الأسفل حيث قلت إنه هناك وحده خلو من وتر عضلتى البطن المعترضتين يمر إلى عظم العانة فإنك تراه من هذا الموضع يمتد على المثانة والأحرام وإن أنت صعدت إلى فوق بأجزائه السفلانية التى فى العمق وجدته ينبسط على جميع الأعضاء التى فوق البطن وبعض هذه الأعضاء هما الكليتان وإلى هذه يبلغ وإن أنت انحدرت أيضا من فوق إلى أسفل فإن الأمر على ما وصفت قبل من أن الصفاق شىء واحد متصل مندمج قطعة واحدة وهو فى الجزء المقدم من البطن ممتد على جميع آلات الغذاء ومن خلف مفروش على عظم الصلب تحتها وينبسط أيضا حولها وليس الصفاق بمستوى الغلظ والثخن فى جميع ما هو ممدود عليه كما وصفت لكنه فى موضع أغلظ وفى موضع أرق وذاك أنه على الكبد رقيق جدا كما وصفت قبل وكذلك على الطحال وهو على الكليتين أقل رقة وأما على المعدة والمثانة والأمعاء والأرحام فهو أشد غلظا وأثخن من من طبعه وبهذا السبب قد خدع قوم حتى ظنوا أنه جزء من هذه الأعضاء خاص لها وأحسب أن كونه كذلك على هذه الأعضاء التى إذا امتلأت فى بعض الأوقات † تضررت† وانتفخت صواب إذ كان الأجود أن يمتد مع هذه الأعضاء وذلك أمر لو أنه كان رقيقا لم يحتمله وأنت تعلم أن هذه كله مجللة مغطاة بالصفاق إذا أنت كشطته بالوجه الذى وصفته لك من التشريح وتعلم أيضا كيف تكون منه جداول العروق حول الأمعاء إذا أنت كشطت أولا ما حول البواب ومنشأ الأمعاء ثم تبعت المعاء الصائم وجميع المعاء الدقيق ثم وصلت ذلك المعاء الغليظ فإن الصفاق يحتوى على هذه أيضا كما يدور ولأن للمعاء لفات واستدارات كثيرة وجب ضرورة أن يكون جزء من اللفة والاستدارة الواحدة محدبا وجزء مقعرا فالجزاء المقعر من كل لفة واستدارة تتصل وتلتحم به العروق التى تأتى كل واحد من الأمعاء من الجدول وأما الجزء المحدب من الأمعاء فليس يتصل ويلتحم به عرق ولا له اتصال والتحام آخر لا مع عضو آخر ولا بعض من بعض وإذ كان الأمر على هذا فبالحق الواجب صارت جميع الأعضاء فى هذه المواضع يكشط ويسلخ عنها الصفاق بأهون سعى وفى المواضع المقعرة من لفات الأمعاء واستدارتها لا بد ضرورة من أن تكون العروق إلى أن تنقطع أقرب منها إلى أن تكشط وبهذا السبب صارت الحيوانات التى دمها دم فى طبعه رطب والموضع والوقت الذى يشرح فيه حار الهواء وإن الحيوان الذى يشرح لم يمت قبل الوقت الذى يشرح فيه بوقت كثير ومات من غير أن يذبح تجد الدم يسيل ويجرى من عروقها التى تنقطع وأما إن الحيوان قد مات بعد وقت كثير أو كان قد ذبح أو كان دمه دما غليظا بمنزلة الكلب والأسد وكان الهواء فى ذلك الموضع وفى ذلك الوقت باردا فليس يسيل من العروق دم.