Galen: De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Ἐπεὶ δὲ καὶ περὶ τοῦ διηθεῖσθαι τὸ πνεῦμα εἰς τὴν μεταξὺ τοῦ θώρακός τε καὶ πνεύμονος χώραν ἐζήτηται τοῖς ἀνατομικοῖς, καὶ τὰς εἰς τοῦτο χρησίμους ἀνατομὰς ἤδη καιρὸς εἰπεῖν. ἡ μὲν δὴ τῆς ἐκκοπτομένης πλευρᾶς ἐξαίρεσις ἀρχαία τίς ἐστιν, ἀμυδρὰν ἔχουσα τὴν διάγνωσιν, ὡς ἐνίους μὲν ὁρᾷν λέγειν ἐζευγμένον τῷ θώρακι τὸν πνεύμονα, τινὰς δ’ ἀφεστῶτα· καὶ γίγνεται τοῦτο διὰ τὸ πάχος τῶν ὑπὸ ταῖς ἐκκοπτομέναις πλευραῖς ὑμένων. ἀλλ’ ἡμεῖς γε ταύτην τὴν θέαν ἐναργεστέραν ἐποιήσαμεν, οὐκ ἐπὶ τῇ τῆς πλευρᾶς ἐξαιρέσει μόνον παυόμενοι, συνεξαίροντες δ’ αὐτῇ τὸν ἕτερον τῶν ὑμένων, ὃς, πρὶν ἐκείνην ἐκκοπῆναι, περιόστιος ἦν· ἀρθέντος γὰρ τοῦδε, μόνος ἁπλοῦς ὁ ὑπεζωκὼς καταλείπεται, σαφῆ τὴν δι’ ἑαυτοῦ θέαν ἐργαζόμενος, ὡς ὁμολογεῖν ἅπαντας ἐναργῶς ὁρᾷν ἐζευγμένον τῷ θώρακι τὸν πνεύμονα. σαφεστέρα δὲ ἔτι τοῦδε γίγνεται θέα κατὰ τὸ διάφραγμα γυμνωθὲν, ἀποδερομένης τῆς κορυφῆς τοῦ περιτοναίου. χρὴ δὲ ποιεῖσθαι τὴν ἐγχείρησιν οὕτως. ὑπτίου τοῦ ζῴου κειμένου, τμητέον ἐστὶ παρὰ τὰ πέρατα τῶν νόθων πλευρῶν ἅπαντας τοὺς καθ’ ὑπογάστριον μῦς, ἄτμητον φυλάττοντας τὸ περιτόναιον. εἴρηται δὲ ἐν τοῖς πρόσθεν, ὅτι τῆς τετάρτης τῶν ἐνταῦθα μυῶν συζυγίας αἱ ἀπονευρώσεις ἥνωνται τῷ περιτοναίῳ. παυσαμένης οὖν σοι τῆς τομῆς ἐπ’ ἐκείναις ἀτμήτοις, ἑξῆς ὑποδερέσθω τὸ περιτόναιον ἀπὸ τῶν φρενῶν, μηκέτ’ ἐνταῦθα συνεπεκτεινομένων αὐτῷ τῶν ἀπονευρώσεων. εὐκόλως δὲ γίνεται τοῦτο διὰ τῶν χειρῶν ἀνυόμενον ἄνευ σμίλης, καὶ πολύ γε μᾶλλον ζῶντος τοῦ ζώου τὸ ἔργον ἢ τεθνεῶτος ἀνύεται. ψυχόμενα γὰρ ἐπὶ τῷ θανάτῳ τὰ κατὰ δάρσιν ἀλλήλων χωρίζεσθαι δυνάμενα σώματα δυσχωριστότερα γίγνεται. τηνικαῦτα, ὅταν ἀποδείρῃς τὸ περιτόναιον ἀπὸ τοῦ νευρώδους τῶν φρενῶν, τὴν μὲν γαστέρα κατασπάσεις, ὅσα δ’ ἑκατέρωθεν αὐτῆς ἐστιν, ἀπάξεις εἰς τὰ πλάγια πρὸς τὰ σαρκώδη τοῦ διαφράγματος. εἰ δὲ ἐπὶ τούτοις τὰ μὲν κατὰ τὸν ξιφοειδῆ χόνδρον ἀνατείναις ἄνω, τὰ δὲ πρὸς τὰς ἐσχάτας πλευρὰς εἰς τὸ πλάτος τείναις, εἰ δὲ καὶ δεήσειε, κατὰ τὰς λαγόνας ἑκατέρας ἐγκαρσίας ποιησάμενος τομὰς τῶν καθ’ ὑπογάστριον μυῶν, εὐκατάσκεπτον ἐργάσῃ τὸ νευρῶδες τοῦ διαφράγματος, ὡς ἐναργῶς ἅπαντας ὁμολογεῖν, προστετυπῶσθαι τὸν πνεύμονα κατὰ τοῦτο τῷ θώρακι, μηδέποτ’ ἀφιστάμενον, ἀλλ’ ἀεὶ προσκείμενον ἐν ἀμφοτέροις τῆς ἀναπνοῆς τοῖς μέρεσιν, εἴτ’ εἰσπνέοι τὸ ζῶον, εἴτ’ ἐκπνέοι. ταῦτα μὲν οὖν τὰ φαινόμενα τὴν Ἐρασιστάτου κρατύνει δόξαν, οἰομένου μηδὲν ἐκρεῖν τοῦ πνεύμονος πνεῦμα· μάχεται δὲ τῷ μέλλοντι εἰρήσεσθαι. γεγυμνωμένου γὰρ οὕτω τοῦ διαφράγματος, ἐὰν ἀποκτείνῃς τὸ ζῶον εὐθέως, ὁ πνεύμων ἀφιστάμενος φαίνεται τῶν φρενῶν. ὄντων δὲ πολλῶν τρόπων θανάτου τοῖς ζώοις, ὅπως ἂν ἀποκτείνῃς αὐτὸ, τὸν πνεύμονα θεάσῃ πλεῖστον ἀποκεχωρηκότα τῶν φρενῶν. ἡμεῖς οὖν, ἐνίοτε μὲν ἐν ὕδατι πνίξαντες, ἐνίοτε δὲ δι’ ἀγχόνης, ἢ τομῆς κατὰ τοὺς πρώτους σπονδύλους τοῦ νωτιαίου γενομένης, ἔστι δ’ ὅτε ἀρτηρίας μεγάλας ἢ φλέβας διατεμόντες, ἐθεασάμεθα τὸν πνεύμονα κατὰ βραχὺ τοῦ διαφράγματος ἀφιστάμενον, ἀποθνήσκοντος τοῦ ζώου. ταὐτὸν δὲ τοῦτο φαίνεται καὶ κατὰ τὴν ἐκκοπτομένην πλευρὰν, καὶ μᾶλλόν γε ἐναργῶς τῷ προτεθεαμένῳ, ζῶντος ἔτι τοῦ ζώου, πλησιάζοντα τῷ θώρακι τὸν πνεύμονα, μετὰ δὲ τὸν θάνατον ἐπιπλεῖστον ἀφεστηκότα, φαίνεται σαφῶς ἐνδεικνύμενος, εἰς τὴν μεταξὺ χώραν ἑαυτοῦ καὶ τοῦ θώρακος ἐκκενοῦσθαι τὸ περιεχόμενον ἐν αὐτῷ πνεῦμα. καὶ μὴν καὶ ζῶντος ἔτι τοῦ ζώου, κατὰ τὰ πέρατα τῶν λοβῶν ὁρᾶταί τις χώρα κενὴ μεταξὺ τῶν ὀργάνων ἀμφοτέρων, καὶ μάλισθ’ ὅταν ἀναπνέῃ μεῖζον· ὡς ἔν γε ταῖς μικραῖς ἀναπνοαῖς ἐπ’ ἐνίων μὲν οὐδὲν ὅλως αἰσθητὸν, ἐπ’ ἐνίων δὲ βραχὺ παντελῶς φαίνεται, προεκκεκομμένου δηλονότι τοῦ τῆς πλευρᾶς ὀστοῦ. μεῖζον δ’ εἰ βούλοιο φαίνεσθαι τὸ κενὸν, ἀνάγκαζε τρέχειν τὸ ζῶον πρὸ τῆς ἀνατομῆς, ὥστε ἀσθμαίνοντι τὴν πλευρὰν ἐκκόπτεσθαι· συναύξεται γὰρ ἀεὶ τῷ μεγέθει τῆς ἀναπνοῆς τὸ μέγεθος τῆς κενῆς χώρας. ἔτι δ’ ἂν μεῖζον φανείη μετὰ τὸ δραμεῖν συντόνως τὸ ζῶον, εἰ παραλύσεις αὐτοῦ τὸ διάφραγμα τῇ τῶν ἰδίων νεύρων τομῇ· τηνικαῦτα γὰρ ἀναγκάζεται τοῖς μεσοπλευρίοις μυσὶν ἀναπνεῖν, ἐναργῶς τε φαίνεται κατὰ μείζονος διαστήματος ὁ θώραξ κινούμενος. ἔστι δὲ καὶ ἄλλη τις ἐγχείρησις ἐπιδεικνύναι δοκοῦσα, διηθεῖσθαί τι πνεύματος ἐκ τοῦ πνεύμονος εἰς τὸν θώρακα. χρὴ δὲ προπαρασκευάσασθαι κύστιν ἔχουσαν στόμιον σύμμετρον, εἶτα τοῦ κατὰ τὰς πλευρὰς δέρματος ἐκτμηθέντος κυκλοτερῶς, ὡς εἶναι τοῦ χείλους τῆς τομῆς τὸν κύκλον ἴσον τῷ στομίῳ τῆς κύστεως, πρῶτον μὲν ἐκκόψαι πλευρᾶς ὀστοῦν, ὡς εἴρηται, μετὰ δὲ ταῦτα συῤῥάπτειν τὴν κύστιν τῷ χείλει τοῦ ἕλκους, ὑποβάλλοντα κυκλοτερῶς αὐτὸ τὸ τῆς κύστεως στόμιον, ἵν’ ἔξωθεν ᾖ τὸ δέρμα, κἄπειτα ἐμπλάσαι τὰς κατ’ αὐτὸ γεγενημένας ὑπὸ τῆς βελόνης ὀπὰς, ὧν διεξεβλήθη τὸ λίνον, ἐμπλαστικῷ τινι φαρμάκῳ, ὁποῖον τὸ πάρυγρον καλούμενόν ἐστιν, ἤ τις τῶν ὑγρῶν κηρωτῶν. μάλιστα μὲν οὖν οὐδὲ γίγνεταί τι μεταξὺ τοῦ τε λίνου καὶ τοῦ δέρματος αἰσθητὸν διάστημα. τό γ’ οὖν ἐκφεῦγον τὴν αἴσθησιν ἀσφαλέστερον ἐμπλάττειν τῇ κηρωτῇ πρὸς τὸ μήτ’ ἐκ τοῦ περιέχοντος ἀέρος ἔσω διαδύεσθαί τι πνεῦμα, μήτ’ ἐκ τῶν ἔνδον ἔξω. κᾄπειτα, τρήσαντα κατὰ τὸν πυθμένα τὴν κύστιν, ἐμβάλλειν ἔσω διὰ τοῦ τρήματος σμίλην, ἔχουσαν λαβίδα στρογγύλην, ὡς, περιβληθέντος ἔξωθεν τοῦ λίνου τῇ κύστει, σφιγχθῆναι περὶ τῇ λαβῇ τῆς σμίλης τὸν χιτῶνα τῆς κύστεως, ἕνεκα τοῦ μηδὲν αὐτῆς μεταξὺ μήτ’ ἐκ τοῦ περιέχοντος εἰς τὴν κύστιν παρηθεῖσθαι, μήτ’ ἐξ ἐκείνης ἔξω φέρεσθαι. διότι, ὡς ἔφαμεν, τῇ κηρωτῇ χρῆσθαι, μετὰ δὲ ταῦτα τῇ σμίλῃ τέμνειν τὸν ὑπεζωκότα, καὶ θεωρεῖν, ὅπως ἐκκρίνεταί τι πνεῦμα διὰ τῆς τομῆς ἐκ τοῦ θώρακος εἰς τὴν κύστιν ἐν τῷ χρόνῳ τῆς ἐκπνοῆς. τοῦτο δ’ αὐτὸ πάλιν ὄψει κατὰ τὸν τῆς εἰσπνοῆς χρόνον, ἡνίκα ὁ θώραξ διαστέλλεται διὰ τῆς τομῆς, ἔσω τοῦ θώρακος ἑλκόμενον, εἶτ’ αὖθις ἐκπνέοντος εἰς τὴν κύστιν ἀφικνούμενον, εἶτ’ ἐξ ἐκείνης αὖθις εἰς τὸν θώρακα. καὶ πλεῖον γιγνόμενον ὄψει καθ’ ἑκάστην πνοὴν τὸ πνεῦμα, καὶ τελέως ὑπ’ αὐτοῦ πληρουμένην τὴν κύστιν. ἀλλὰ καὶ πρὸς τοῦτο τὸ φαινόμενον ἔνεστι διχῶς ἀντειπεῖν, ἤτοι παρηθεῖσθαί τι λέγοντα παρὰ τὸ λίνον ἀέρος, ἔξωθεν μὲν ἔσω πλείονος ἐν ταῖς εἰσπνοαῖς, ἐλάττονος δὲ ἔσωθεν ἔξω κατὰ τὰς ἐκπνοὰς, ἢ καὶ τὸν περικείμενον ὑμένα τῷ πνεύμονι συνδιαιρεῖσθαι τῷ ὑπεζωκότι. τοῦτο μὲν οὖν οὕτως ἐνίοτε συμβαίνει. χαλεπὸν γὰρ, ἐζευγμένου τοῦ πνεύμονος ἀεὶ τῷ θώρακι, τὸ μὲν ἕτερον ὄργανον διατρῆσαι, τὸ δ’ ἕτερον αὐτῶν ἄτρητον φυλάξαι. καὶ φωράσεις αὐτὸ μετὰ τὸν θάνατον τοῦ ζώου γυμνώσας τὸν πνεύμονα. περὶ δὲ τοῦ παρηθεῖσθαί τι μεταξὺ τοῦ λίνου τε καὶ τοῦ δέρματος εἰς τὴν κύστιν ἐκ τοῦ περιέχοντος ἀέρος, ἐριστικὴν μὲν ἔχει τὴν ἀμφισβήτησιν, ἐλέγχου δὲ δεῖται μακροτέρου. περιττὸν δὲ χρῆσθαι τοιούτοις, ἐξ ἑτέρων ἐναργῶς φαινομένων ἀποδεικνυμένου τοῦ πράγματος. οὐκ οὖν χρηστέον ὅλως εἰς ἀπόδειξιν τοῦ προκειμένου σκέμματος ἐγχειρήσεως τρόπῳ τοιούτῳ, τοῦ μικρὸν ἔμπροσθεν εἰρημένου σαφῶς ἐνδεικνυμένου, διηθεῖσθαί τι τοῦ πνεύμονος πνεῦμα. πάντως γὰρ τῶν ὁπωσοῦν τεθνεώτων ζώων, ἐάν θ’, ὡς εἴρηται, πλευρὰν ἐκκόψῃς, ἐάν τε τὸ διάφραγμα γυμνώσῃς, ἀφεστὼς ὁ πνεύμων ὁρᾶται τοῦ θώρακος, οὐ δυναμένου τούτου γενέσθαι χωρὶς τοῦ διηθεῖσθαί τι πνεύματος ἐκ τοῦ πνεύμονος εἰς τὴν τοῦ θώρακος εὐρυχωρίαν.
| ولأن أصحاب التشريح قد بصروا وبحثوا عن نفوذ هواء التنفس إلى الموضع الذى فيما بين الصدر والرئة قد ينبغى لنا أن نذكر فى هذا الموضع التشريح الذى يصلح لهذا فأقول إن التشريح الذى يكون بقطع ضلع من أضلاع تشريح قديم ودلالته دلالة ضعيفة وتبلغ من ضعفها أن قوما يقولون إنهم يرون الرئة لازمة للصدر مضامة له وقوم أخر يزعمون أنهم يرونها ليست بلازقة ولا مضامة للصدر بل مباينة له منتحية عنه وهذا أمر إنما وقع بسبب ثخن الغشاء الذى تحت الأضلاع التى تقطع ولكن نحن أوضحنا هذا حتى وقع عليه العيان وقوعا أبين وذلك بأنى لم أكتف بقطع الضلع وحده دون أن قلعت معه أحد الغشائين وهو الذى كان حول العظم قبل أن أقطع الضلع وإذا قلع هذا الغشاء بقى الغشاء المستبطن للأضلاع وحده فردا فيمكن البصر النفوذ فيه والنظر إلى ما وراءه نظرا بينا فيدعو ذلك جميع من يراه إلى الإقرار بأنه ينظر إلى الرئة نظرا بينا لازمة للصدر مضامة له والنظر إلى ذلك يكون أبين إذا نظر إليه من الحجاب بعد أن يكشف عن الحجاب ويكشف عنه رأس الغشاء المستبطن لمراق البطن وهو الصفاق وينبغى لك أن تفعل ذلك على هذه الصفة إذا أنت مددت الحيوان على قفاه فاقطع ما على البطن من العضل من طرف ضلوع الخلف واستبق الصفاق وقد قلت فيما سلف من كتابى هذا إن أوتار الزوج الرابع من اوزاج العضل الذى فى هذا الموضع متصلة متحدة بالصفاق فلمكان هذا ينبغى لك إذا أنت بلغت إلى هذه الأوتار أن تمسك عن القطع لتستبقيها سليمة عن القطع ثم اكشط بعد ذلك الصفاق عن حجاب حيث لا تمتد معه الأوتار وهذا أمر عمله يكون سهلا هينا إذا عمل باليد من غير سكين وهو عمل يتم والحيوان حى أكثر مما يكون والحيوان قد مات لأن الأجرام التى لا يمكن أن يخلص ويبرأ واحد من الأخر بالكشط والحيوان حى إذا بردت بعد موت الحيوان صارت أعسر انكشاطا وتخلصا فإذا أنت كشطت الصفاق عن الموضع العصبانى من الحجاب فاجذب المعدة إلى أسفل ونح ما عن جنبتيه إلى الجانبين إلى ناحية الأجزاء اللحمية من الحجاب ثم اعمد بعد ذلك إلى موضع الغضروف السيفى فمده إلى فوق ومد المواضع التى تلى ضلوع الخلف إلى الجانبين وإن احتجت فاقطع العضل الذى على البطن فى الخاصرتين كلتيهما عرضا فإنك إذا فعلت ما وصفت لك رأيت الرئة من الموضع العصبانى من الحجاب بأهون سعى وذلك مما يدعو جميع من يراه إلى الإقرار بظهور الأمر فى أن الرئة لاصقة بالصدر فى هذا الموضع لا تفارق فى وقت من الأوقات بل هى لازمة مضامة له وإنما فى وقت كل واحد من جزءى التنفس أعنى فى وقت ما يدخل الحيوان الهواء بالتنفس وفى وقت ما يخرجه وما يظهر من هذه الأمور عيانا فحقق لرأى ارسسطراطس الذى يظن أنه ليس يجرى من الرئة شىء من الهواء ولكن يفسخ ذلك عليه ما أنا قائله بعد وهو أنك إذا كشفت عن الحجاب على ما وصفت لك إن أنت قتلت الحيوان رأيت الرئة تتباعد عن الحجاب وتفارقه من ساعتها والحيوان يموت بضروب شتى فأنت بأى ضرب منها قتلته ترى الرئة متباعدة عن الحجاب تباعدا كثيرا جدا ومن ذلك أنا نحن تعمدنا قتل الحيوان مرة بأن خنقناه بالماء ومرة بأن خنقناه بالوهق ومرة بأن قطعنا مبدأ النخاع عند الفقارة الأولى ومرة بأن قطعنا منه عرقا أو شريانا عظيما فكنا نرى الرئة فى ذلك كله تتباعد عن الحجاب بعد موت الحيوان قليلا قليلا وهذا بعينه يرى إذا قطع ضلع إيضا ومن كان قد رأى الرئة والحيوان حى قريبة من الصدر فرؤيته إياه بعد موت الحيوان متباعدة عنه 〈بعدا〉 كثيرا أبين وأشفى وذلك منها يدل دلالة بينة أن الهواء الذى فيها محتبس يستفرغ ويخرج منها إلى الموضع الذى فيما بين الصدر والرئة 〈...〉 خال عند أقاصى أطراف الرئة وخاصة عندما يتنفس الحيوان تنفسا أعظم لأن فى تنفس الصدر فى بعض الحيوان لا يرى بينهما موضع خال أصلا وفى بعضه موضع خال يسير ومما 〈لا〉 يذهب عنك أنه ينبغى لك إذا أنت أردت أن تمتحن ذلك بقطع ضلع من الأضلاع أن تتقدم قبل القطع 〈...〉 فتضطر الحيوان إلى العدو كيما يقطع الضلع والحيوان بعد يلهث فإن مقدار الموضع الخالى فيما بين الصدر والرئة يزيد أبدا مع زيادة عظم التنفس ويمكنك أيضا أن ترى فيما بين الصدر والرئة موضعا خاليا أعظم بعد أن يكون الحيوان قد عدا عدوا شديدا بأن ترخى وتعطل الحجاب عن فعله بقطعك للعصب الذى يأتيه فإنك إذا فعلت به ذلك اضطر الحيوان إلى التنفس بالعضل الذى فيما بين أضلاعه فترى الصدر رؤية بينة أنه يتحرك فى مسافة أعظم وهاهنا علم آخر يظن به أنه يتبين أن شيئا من الهواء ينفذ من الرئة إلى الصدر وصفته أن تتخذ كيسا فى خلقة مثانة ويكون فم الكيس معتدلا للفتح ثم تقطع ما على الضلع من الجلد قطعا مدورا وهو حتى أن تكون استدارة حاشية القطع بمقدار فم الكيس سواء وتقطع أولا الضلع على ما وصفت لك قبل ثم تخيط بعد ذلك الكيس مع حاشية القطع وأدخل فم الكيس كما يدور فى جوف القطع حتى يكون الجلد من خارج ثم اطل الموضع بدواء من الأدوية التى تلزم لسد به ما حدث فى الجلد من الثقب التى ثقبتها الإبرة ومر فيها الخيط بمنزلة الدواء الذى يقال له باليونانية باروغرون وهو بعض المراهم الرطبة أو غيره من الأدوية الرطبة المتخذ من الشمع واحرص أن لا تكون فيما بين الخيط والجلد مسافة ما فإن وقع من ذلك شىء يفوت الحس فاحزم الأمور لك أن تسده بشمع مذاب كيما لا يدخل من الهواء المحيط بالبدن من خارج شىء إلى داخل ولا يخرج من الهواء الداخل شىء إلى خارج ثم اثقب ذلك الكيس فى أسفله وأدخل فى جوفه من ذلك الثقب سكينا مقبض مدور كيما إذا أنت ربطت الكيس من خارج بخيط لزم الكيس مقبض السكين لزوم لا يصل معه من الهواء الخارج شىء إلى داخل ولا يخرج مما فى جوف الكيس من الهواء شىء إلى خارج وهذا هو الذى أمرناك بسبب أن تستعمل الشمع المذاب ثم اقطع الغشاء المستبطن للأضلاع بالسكين وانظر كيف يخرج من الهواء شىء إلى الكيس فى وقت إخراج الهواء بالتنفس وينفذ فى ذلك القطع وهذا الهواء الذى صار فى الكيس أنت تراه فى وقت إدخال الهواء بالتنفس عند انقباض الصدر وينجذب ويدخل من ذلك القطع إلى جوف الصدر ثم إذا عاد الحيوان فأخرج الهواء بالتنفس صار الهواء أيضا إلى الكيس ورجع بعد ذلك عن الكيس إلى الصدر وترى الهواء يكثر فى كل واحد من إخراج الهواء بالتنفس وفى آخر الأمر يمتلئ منه الكيس وقد يمكن أن يفسخ إنسان هذا الذى وصفنا أنه يرى عيانا من وجهين أحدهما أن يقول أن الهواء ينفذ من موضع الخيط والذى ينفذ من خارج إلى داخل فى وقت إدخال الهواء بالتنفس مقدار كثير والذى يخرج منه من داخل إلى خارج فى وقت إخراج الهواء بالتنفس مقدار يسير والآخر أن يقول إن الغشاء المجلل للرئة قد انقطع مع الغشاء المستبطن للأضلاع وهذا لعمرى شىء قد يعرض فى وقت بعد وقت على ما قال هذا حقا لأنه من الأمور العسرة الشاقة أن تكون الرئة لازمة للصدر أبدا ويكون الغشاء المستبطن للأضلاع ينثقب وحده والغشاء المجلل للرئة يسلم من الانثقاب وأنت تتبين هل يسلم هذا أم لا بأن تكشف عن الرئة بعد موت الحيوان وأما الأمر فى أن الهواء ينفذ فيما بين الخيط والجلد فهو مما فيه بحث ونظر لا يخلو من المرى واللجاجة ويحتاج فى فسخ ذلك إلى كلام طويل واستعمالنا نحن بأمثال هذه الأبواب فضل إذ كان أمر يتبين من أشياء أخر تظهر عيانا وإذ كان الأمر فى هذا الضرب من عمل التشريح على هذا فليس ينبغى لنا إذا أم تستعمله فى هذا الباب الذى قصدنا له أصلا إذ كان الضرب الذى ذكرناه أولا يتبين بيانا واضحا أن الهواء قد ينفذ منه شىء من الرئة إلى الصدر فإنك فى كل حيوان يموت بأى ضرب كان موته إن أنت قطعت ضلعا من الأضلاع على ما وصفت لك وإن أنت كشفت عن الحجاب رأيت الرئة مباينة للصدر مفارقة له وهذا الأمر ليس يمكن أن يكون دون أن يكون الهواء ينفذ من الرئة إلى تجويف الصدر.