Galen: De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΝΑΤΟΜΙΚΩΝ ΕΓΧΕΙΡΗΣΕΩΝ ΒΙΒΛΙΟΝ Ζ.
Ἐπειδὴ κατὰ τὴν αὐτὴν τάξιν ἔδοξεν ἄμεινον εἶναι ποιήσασθαι τὴν πραγματείαν τήνδε τῇ περὶ χρείας μορίων, ἐν ἐκείνῃ δὲ μετὰ τὸν περὶ κώλων λόγον ὁ περὶ τῶν τῆς τροφῆς ὀργάνων ἐστὶν, ἀκόλουθον ἂν εἴη καὶ νῦν ἐπὶ τοῦτον ἔρχεσθαι. χερσὶ μὲν οὖν καὶ σκέλεσιν ὁμοιότατος ἀνθρώπῳ πίθηκος, ᾧ μήτε πρόσωπόν ἐστι πρόμηκες, μήθ’ οἱ κυνόδοντες μεγάλοι, (καὶ γὰρ συναύξεται ταῦτα ἀλλήλοις καὶ συμμειοῦται,) καθάπερ ἥ τ’ ὀρθὴ βάδισις, καὶ τοῦ δρόμου τὸ τάχος, καὶ ὁ μέγας δάκτυλος ἐν τῇ χερὶ, καὶ ὁ κροταφίτης μῦς, καὶ τῶν τριχῶν ἡ κατὰ σκληρότητα καὶ μαλακότητα καὶ μῆκος καὶ βραχύτητα διαφορά. καίτοι τούτων, ὧν εἶπον, ἓν ὁτιοῦν θεασαμένῳ γιγνώσκειν ὑπάρξει καὶ περὶ τῶν ἄλλων· ἀεὶ γὰρ ἀλλήλοις ἅπαντα ταῦτα συναυξάνεται. ἐάν ποτε τρέχοντα θεάσῃ πίθηκον ὀρθὸν ὠκέως, ἐξ ἀπόπτου γίνωσκε τοῦτον ὅμοιον ὑπάρχειν ἀνθρώπῳ· καὶ δύνασαι προειπεῖν, ἐπ’ αὐτοῦ πάνθ’ ὑπάρχειν, ἃ μικρῷ πρόσθεν εἶπον, πρόσωπον στρογγύλον, κυνόδοντας μικροὺς, τὸν δάκτυλον τὸν μέγαν ἐν τῇ χειρὶ, μὴ πάνυ μικρὸν, ὡς ἐπὶ τῶν ἄλλων πιθήκων ἀνάλογον· πάλιν δὲ τοὺς ἐν τῷ ποδὶ δακτύλους μικροτέρους, ἢ τοὺς ἐν τοῖς ἄλλοις πιθήκοις, τοὺς κροταφίτας μῦς μικροὺς, ὥσπερ γε καὶ τοὺς ἐκ τοῦ μηροῦ καθήκοντας εἰς τὴν κνήμην οὐκ ἐπὶ πολὺ προερχομένους, τό τ’ ὀστοῦν τοῦ κόκκυγος ὀνομαζομένου σμικρὸν, ἥκιστά τε λάσιον εἶναι τὸν πίθηκον τοῦτον, καὶ τὰς τρίχας ἔχειν μὴ πάνυ σκληρὰς ἢ προμήκεις. οὕτω δ’, ἄν τι τῶν εἰρημένων ἐναντίως ἔχῃ, καὶ τἄλλα ἐναντίως ἕξει. τινὲς γοῦν αὐτῶν ἐγγυτάτω τὴν ἰδέαν εἰσὶ τοῖς κυνοκεφάλοις ἄχρι τοῦ καὶ τὸν κόκκυγα μακρὸν ἔχειν, καί τινες ἄχρι τῆς οὐρᾶς. οὗτοι καὶ λασιώτατοι τῶν πιθήκων εἰσὶ, καὶ τὰς τρίχας ἔχουσι σκληρὰς καὶ ὀρθὰς, καὶ τὸ βλέμμα θρασύ· τῷ δ’ ἀκριβεῖ πιθήκῳ καὶ τοῦτο δειλόν ἐστιν. ὅ γε μὴν κροταφίτης μῦς ἐπιπλεῖστον μὲν ἀνατείνεται τοῖς ἀκριβέσι πιθήκοις, αὐτόθι δέ που παύεται περὶ τὴν στεφανιαίαν ῥαφὴν τοῖς ἀκριβέσιν, ὥσπερ τοῖς ἀνθρώποις. οὕτω δὲ καὶ οἱ ὀδόντες μεγάλοι μὲν ἅπαντες, ἐπιφανέστεροι δ’ οἱ κυνόδοντες, ἅσπερ γε καὶ ἡ γένυς μακρὰ, καὶ πάνυ μικρὸς ὁ ἐν τῇ χειρὶ δάκτυλος ἅπασι τοῖς κυνοκεφαλοειδέσι πιθήκοις ἐστίν. οἱ τοιοῦτοι καὶ τοὺς εἰς τὴν κνήμην ἐκ τοῦ μηροῦ καθήκοντας μῦς ἐπὶ πλεῖστον ἔχουσι ἐκτεινομένους, καὶ διὰ τοῦτο συνδεδεμένην, ὡς ἂν εἴποι τις, ὅλην τὴν ἰγνύαν, διόπερ οὐκ ἀκριβῶς ἐκτείνειν δύνανται τὰ σκέλη, διόπερ αὖ πάλιν οὐδ’ ἵστασθαι καλῶς. ὅτῳ δ’ οὐχ ὑπάρχει ζώῳ καλῶς ὀρθῶς στῆναι, πῶς ἂν ἢ βαδίσειεν ὀρθὸν, ἢ δράμοι ταχέως; οὐκοῦν οὐδὲ τὸν μέγαν ἐν τῷ ποδὶ δάκτυλον ἔχουσι μέγαν, ὡς ἄνθρωποι, οὐδὲ τοὺς ἄλλους μικρούς· ἀλλὰ πάντες μὲν αὐτοῖς εἰσι μεγάλοι, μικρότερος δὲ τῶν ἄλλων, ὃν ἄνθρωπος ἔχει μέγιστον. ἀρχὴ δέ τις οὐρᾶς ἐστιν ἐν αὐτοῖς, καὶ τὸ σύμπαν σῶμα κυνοκεφάλοις ἐοίκασιν οἱ τοιοῦτοι πίθηκοι. ὥσπερ οὖν ἄμεινόν ἐστιν ἀνατέμνειν τὰ κῶλα τῶν ὁμοιοτάτων ἀνθρώπῳ πιθήκων, ὅταν ἐπὶ παραδείγματος ἐθέλῃς γυμνάζειν σεαυτὸν, οὕτως ἄμεινον, ὅταν ἀπορῇς τοιούτου πιθήκου, καὶ τῶν ἀνομοίων τινὰ λαμβάνειν, ὥσπερ κᾂν ὅλως ἀπορῇς πιθήκου, κυνοκέφαλον, ἢ σάτυρον, ἢ λύγκα, συνελόντι δ’ εἰπεῖν, ἐκεῖνα τῶν ζώων, οἷς ἔσχισται τὸ πέρας τῶν κώλων εἰς δακτύλους πέντε. τοῖς δὲ αὐτοῖς τούτοις καὶ κλεῖς ἐστι, καὶ στέρνον ἥκιστ’ ὀξὺ, καὶ διὰ τοῦτο ἐπὶ τῶν δυοῖν βαδίζει σκελῶν, ὥσπερ ἄνθρωπος χωλεύων. μετά γε μὴν τὰ τοιαῦτα ζῶα καὶ ἡ ἄρκτος ἐστὶ, καὶ ὁ λέων, καὶ ὅλως τὰ καρχαρόδοντα καλούμενα. καὶ εἰ μὴ μικρὸν ἦν τὸ τῶν ἑρπόντων γένος, οἷον ἰκτίδες, καὶ γαλαῖ, καὶ μύες, ἦν ἂν καὶ τούτων τὰ κῶλα χρήσιμα πρὸς τὴν ἐν ταῖς ἀνατομαῖς γυμνασίαν· ἅπαντα γὰρ ταῦτα τέτταρας ἔχει δακτύλους ἀπολωλεκότα τὸν μέγαν, ὅτι μή τισιν αὐτῶν οἷον ὑπογραφή τίς ἐστι κατά γε τὴν ῥίζαν, ἀλλ’ οὐδὲ ταύτην ἀπὸ τοῦ λιχανοῦ πολὺ κεχωρισμένην, ὡς ἐπ’ ἀνθρώπου, θεάσῃ. προγεγυμνασμένος γε μὴν ἐν πιθήκῳ καὶ ταῦτ’ ἀνατέμνειν δυνήσῃ. τά τε γὰρ ἄλλα καὶ ὁ πλατὺς τῷ τῆς χειρὸς ἔνδον ὑποφυόμενος τένων καὶ τούτοις τοῖς ζώοις, ὥσπερ γε καὶ οἱ τοὺς δακτύλους κινοῦντες μύες· οὕτως δὲ καὶ οἱ τὸν καρπόν τε καὶ τὴν κερκίδα. τοὺς δὲ τὸν μέγαν δάκτυλον κινοῦντας μῦς τε καὶ τένοντας εὔδηλον ὡς οὐκ ἔχει ταῦτα τὰ ζῶα. συνελόντι δὲ εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν, ὧν ἐνεργεῖ, καὶ τῆς ἰδέας τῶν μορίων, ἣν ἔχον ἔξωθεν φαίνεται τῶν ζώων ἕκαστον, ὑπαγορεύσει σοί τι καὶ περὶ τῆς ἐν αὐτῷ κατασκευῆς. τὰ γὰρ ὡσαύτως ἐνεργοῦντα μόρια καὶ τὴν ἔξωθεν ἰδέαν ἔχοντα τὴν αὐτὴν ἀνάγκη πᾶσα καὶ τὴν ἐν τῷ βάθει κατασκευὴν ἔχειν τὴν αὐτήν. οὕτως δὲ καὶ τοῖς ὁμοίως ἐνεργοῦσιν ὁμοίαν τε τὴν ἐκτὸς ἔχουσιν ἰδέαν ὁμοία καὶ ἡ ἐν τῷ βάθει μορίων ἐστὶν ἅπασα φύσις. ἑκάστῳ γάρ τοι τῶν ζώων ἡ φύσις τὸ σῶμα παρεσκεύασεν ἐπιτήδειον ταῖς κατὰ τὴν ψυχὴν ὁρμαῖς· καὶ διὰ τοῦθ’ ἅμα τῷ γεννηθῆναι πάντα χρῆται τοῖς μορίοις, ὥσπερ δεδιδαγμένα. μύρμηκας μὲν οὖν καὶ κώνωπας καὶ ψύλλους, ὅσα τ’ ἄλλα τῶν ζώων σμικρὰ, τὴν ἀρχὴν οὐδ’ ἐπεχείρησά ποτ’ ἀνατέμνειν· ὅσα δ’ ἕρπει ζῶα, καθάπερ γαλαῖ τε καὶ μύες, ὅσα τ’ εἰλυσπᾶται, καθάπερ ὁ ὄφις, ὀρνίθων τε γένη πολλὰ καὶ ἰχθύων, πολλάκις ἀνέτεμον, ἕνεκα τοῦ πεισθῆναι βεβαίως, ἕνα τὸν νοῦν εἶναι τὸν διαπλάττοντα ταῦτα, καὶ ὡς τῷ ἤθει τοῦ ζώου τὸ σῶμά ἐστιν οἰκεῖον ἐν πᾶσιν. ἐκ γὰρ τῆς γε τοιαύτης γνώσεως ἔσται σοι προγνῶναι θεασαμένῳ τι ζῶον, ὃ μήπως πρόσθεν εἶδες, ὁποίαν τινὰ τὴν ὑπὸ τῷ δέρματι κατασκευὴν ἔχει· καὶ πολλάκις ἐγὼ τοῦτ’ ἐπεδειξάμην οὐκ ἄλλοθεν, ὡς ἔφην, οὔτ’ ἐμοὶ περιγενόμενον, οὔτ’ ἄλλοθέν ποθεν ὑπάρξαν, ἢ ἐκ τοῦ πεισθῆναι βεβαίως, οἰκείαν ἑκάστῳ ζώῳ τὴν τοῦ σώματος εἶναι κατασκευὴν τοῖς τῆς ψυχῆς ἤθεσί τε καὶ δυνάμεσιν. οὐδὲν οὖν ἐστι θαυμαστὸν, ἐκ τῆς ἔξωθεν ἰδέας ἐναργῶς ὀφθείσης προγνῶναι τὴν ἔνδον παρασκευὴν ἑκάστου τῶν ζώων· ἔτι δὲ μᾶλλον, ἐὰν ἐνεργοῦν ἴδῃς αὐτὸ, καθάπερ ἀρτίως εἶπον ἐπὶ τῶν βαδιζόντων ὀρθῶς. καὶ μὲν δὴ κᾂν φωνοῦντος ἀκούσῃς ζώου, δυνήσῃ τι τεκμῄρασθαι περὶ τῶν φωνητικῶν ὀργάνων, οὐκ ἐκ τοῦ μεγέθους τῆς φωνῆς μόνον, ἀλλὰ καὶ τῆς ἄλλης ἰδέας. εἰρήσεται δέ μοι περὶ τοῦδε σαφέστερον, ὅταν ἐπὶ τὴν τῶν φωνητικῶν ὀργάνων ἀνατομὴν ἀφίκωμαι. νυνὶ δὲ καὶ τοῦτο περὶ τῶν κώλων ἐπιπλεῖον διῆλθον, ὅτι τὴν κατασκευὴν αὐτῶν ἐν τοῖς πρώτοις τῆσδε τῆς πραγματείας ὑπομνήμασιν ἐξηγησάμην. ἐλπίσας οὖν ἀκολουθήσειν τῷ λόγῳ τοὺς προγεγυμνασμένους ἐν αὐτοῖς, ὡς ἐπὶ παραδείγματος αὐτῶν διῆλθον ὑπέρ τῆς τῶν ἄλλων ζώων ὁμοιότητός τε καὶ ταὐτότητος, ἣν ἔκ τε τῶν ἐνεργειῶν ἔνεστί σοι σκοπεῖσθαι καὶ τῆς μορφῆς τοῦ ζώου συμπάσης καὶ κατὰ τὰ μόρια. δάκτυλος γὰρ, ὅπου ποτ’ ἂν ᾖ, τὴν αὐτὴν ἔχει κατασκευὴν, ᾗ δάκτυλός ἐστιν. οὕτω δὲ καὶ εἰ τοιόσδε τις ὁ δάκτυλος εἴη, τὴν τοιαύτην ἔχει κατασκευὴν ἀεὶ τῷ τοιῷδε δακτύλῳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ πῆχυς, καὶ κερκὶς, καὶ ἕκαστον τῶν ἄλλων. ᾗ μὲν γὰρ κερκὶς ἢ πῆχύς ἐστιν, ἀεὶ τὴν αὐτὴν ἔχει κατασκευήν· ᾗ δὲ τοιάδε τις κερκὶς ἢ τοιόσδε τις πῆχυς, ὁμοίαν μὲν ἐν τοῖς ὁμοίοις, ἀνάλογον δ’ ἐν τοῖς ἀνομοίοις. ὅστις μὲν οὖν ἐγυμνάσατο λογικῶς ἅμα τῷ καὶ πεφυκέναι καλῶς, εὑρίσκει ῥᾳδίως τό τε ταὐτὸν ἐν ἑκάστοις τῶν ὄντων καὶ τὸ μὴ ταὐτόν. ὁ δὲ μήτε εὖ πεφυκώς μήτε γεγυμνασμένος τάχ’ ἂν καὶ οὗτος ὑπὸ τοῦ πλήθους τῶν ἀνατεμνομένων ζώων ἐπαχθείη ποτὲ πρὸς τὸ κᾂν ἀμυδρῶς γοῦν ἐννοῆσαι, τὸ μὲν ταὐτὸν, οὐ κατὰ συμβεβηκὸς, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ κατὰ τὴν οἰκείαν οὐσίαν ὑπάρχειν ἑκάστῳ τῶν εἰδῶν, τὸ δ’ οὐ ταὐτὸν ἀπό τινων συμβεβηκότων τοῖς κατὰ μέρος, ἅπερ ἀτόμους οὐσίας ὀνομάζομεν. ὅπου γὰρ ἂν ἴδῃς κῶλον οὐ μόνον ἐκτεινόμενον καὶ καμπτόμενον, ἀλλὰ καὶ πρὸς τὰ πλάγια περιφερόμενον, ἐξ ἀνάγκης ἐκείνῳ τῷ κώλῳ δύο γένη μυῶν ἐστιν, ἄλλοι μὲν ἐκτάσεώς τε καὶ κάμψεως, ἄλλοι δὲ τῆς ἐφ’ ἑκάτερα φορᾶς αἴτιοι. προσεπισκεψάμενος οὖν, εἴθ’ ἕν ἐστιν ὀστοῦν κατὰ τὸ κῶλον, ὡς ἐπὶ βραχίονος, εἴτε δύο, καθάπερ ἐπὶ πήχεώς τε καὶ κερκίδος, ἓν μὲν εὑρὼν ὀστοῦν, ἐπ’ ἐκείνου ζήτει τοὺς εὐθεῖς τε καὶ λοξοὺς μῦς· δυοῖν δ’ ὄντων, ὡς ἐπὶ πήχεώς τε καὶ κερκίδος, ἴσθι μὲν εὐθέως ἤδη τὸ μὲν ἕτερον αὐτοῖν ἔκτασίν τε καὶ καμπὴν ἐργαζόμενον τοῦ κώλου, τὸ δ’ ἕτερον ἑκατέρωσε περιάγον· ἴσθι δ’, ὡς καὶ τῶν κινούντων αὐτὰ μυῶν λοξότεροι μέν εἰσι κατὰ τὴν θέσιν οἱ κατὰ τὰς λοξὰς κινήσεις κινοῦντες, εὐθύτεροι δ’ οἱ τὰς εὐθείας. ἀλλὰ τοῦτο μὲν ὑπάρχει τοῖς κώλοις ἅπασι κοινὸν, ὅσα περ ἔχει τὰς αὐτὰς κινήσεις. τὸ δὲ μέγεθος τῶν μυῶν καὶ τὸ σχῆμα καὶ ἡ θέσις ὁμοία μὲν ἐν τοῖς ὁμοίοις κατὰ τὴν μορφὴν κώλοις, ἀνομοία δ’ ἐν τοῖς ἀνομοίοις. οὕτω δὲ καὶ κατὰ τοὺς δακτύλους, εἰ καὶ μικρότερον εἴη τὸ ἀνατεμνόμενον ζῶον, οἷοί περ οἱ ἕρποντες οὗτοι μύες, ἀναγκαῖον αὐτῷ τούς τε κάμπτοντας εἶναι καὶ τοὺς ἐκτείνοντας τένοντας ἕκαστον τῶν δακτύλων, ὡς ἐν ἀνθρώπῳ. εἰ δὲ καὶ πρὸς τὰ πλάγια μέρη θεάσαιο κινουμένους τοὺς δακτύλους, ἀνάγκη πᾶσα καὶ τὰς κατ’ αὐτὰ κινήσεις ἀνάλογον ἔχειν ἐκείνῳ τῷ ζώῳ τοῖς ἀνθρώποις, ὥστε τὴν μὲν ὡς ἐπὶ τὸν μικρὸν δάκτυλον ἑκάστου φορὰν ὑπὸ τῶν ἔξωθεν ἐπικειμένων τῷ κώλῳ τενόντων τε καὶ μυῶν γίγνεσθαι, τὴν δ’ ὡς ἐπὶ τὸν μέγαν ὑπὸ τῶν ἔνδον. αὐτὸν δὲ τὸν μέγαν ὥσπερ οὖν καὶ τὸν μικρὸν, ἐπιπλεῖστον ἀπαγόμενον ἁπάντων τῶν ἄλλων εὑρήσεις ἐπὶ τῶν τοιούτων ζώων ὑπὸ μυῶν ὁμοίαν ἐχόντων θέσιν τῇ κατὰ τοὺς ἀνθρώπους· ὥστε σοι καὶ τὴν ἀνατομὴν αὐτῶν ῥᾳδίαν γίγνεσθαι, καθάπερ οὖν καὶ πολλάκις ἔμπροσθεν ἐχειρούργησας ἀμφ’ αὐτούς. ταυτὶ μὲν οὖν, εἴπερ ὅλως μέμνησαι τῶν εἰρημένων ἐν τῷ πρώτῳ γράμματι περὶ χειρὸς, ἑτοίμως τ’ ἔμαθες τῶν ἄρτι ῥηθέντων ἀκούσας, ἑτοίμως τε ἐπὶ τῶν ζώων εὑρήσεις.
المقالة السادسة من كتاب جالينوس فى عمل التشريح
| لما رأيت أن الأصلح والأجود أن أجرى كلامى فى هذا الكتاب على المجرى الذى كنت أجريت عليه كلامى فى كتاب منافع الأعضاء وألزم فيه السبيل الذى لزمته هناك وكنت فى ذلك الكتاب قد ذكرت بعد صفة الحال فى اليدين والرجلين صفة الحال فى آلات الغذاء وأعضائه فقد يلزمتى ان آخذ الآن فى ذكر أعضاء الغذاء وآلاته فأقول إن فى اليدين والرجلين لا شىء أشبه بالإنسان من القرد الذى ليس له وجه طويل ولا أنياب كبار فإن هاذين شيان يزيدان وينقصان واحد مع الآخر وكذلك المشى المستوى وسرعة الإحضار والإصبع الكبرى من أصابع اليد وعضلتا الصدغين واختلاف حال الشعر فى صلابته ولينه وطوله وقصره وأنت تقدر متى رأيت شيئا معا وصفنا أى شىء كان أن تعرف به هيئة الأشياء الأخر لأن هذه كلها أبدا يتزيد بعضها مع بعض من ذلك أنك إن رأيت قردا يعدوا ويحضر مستويا فأنت تعلم من ساعتك أن هذا القرد شبيه بالإنسان ويمكن أن تتقدم فتقول فى هذا القرد إن له جميع ما وصفت قبل أعنى وجها مدورا وأنيابا صغارا وإصبعا عظمى من اليد ليست بصغيرة جدا كما تكون فى القرود الأخر وبخلاف ذلك أصابع رجله أصغر من أصابع أرجل القرود الأخر وعضل صدغيه صغار حتى أن العضل الذى ينحدر من الفخذ إلى الساق لا ينحدر كثيرا والعظم المسمى عصعصا منه صغير والشعر فى هذا القرد قليل ليس بكثير الصلابة ولا بطويل فإن كان فيه شىء مما وصفت على خلاف ما ذكرت فالأشياء الأخر تكون فيه أيضا على خلاف ذلك فإن من القرود قرودا منظرها من أشبه شىء بالحيوان الذى يقال له كلبى الرأس حتى أن عظم عصعصها يكون طويلا ويكون له ابتداء ذنب وما كان كذلك فشعره يكون أكثر من شعر غيره من القرود ويكون شعره صلبا قائما ونظره نظرا مقداما جريئا والقرد الخالص نظره يكون نظرا مرعوبا خائفا وأما عضلة الصدغ فإنها تمتد كثيرا فى القرود التى ليست بخلص وتنتهى فى القرود الخلص على مثال ما تنتهى فى ابدان الناس فى الموضع الذى عند الدرز الإكليلى وكذلك تكون الأسنان فى القرود الشبيهة بالحيوان الكلبى الرأس كبارا كلها وتكون الأنياب أبين وأظهر كما أن اللحى منها طويل والإصبع العظمى من اليد صغيرة جدا فى القرود الشبيهة بالحيوان الكلبى الرأس والعضل الذى يجىء من الفخذ إلى الساق كثير الامتداد وبهذا السبب يكون مثنى الركبة منها جملة كأنه مشكول مقيد وكذلك لا تستطيع أن تبسط الساق منها انبساطا تاما وبسبب هذا لا تقدر أن تقوم حسنا وكل حيوان لا يقدر أن يقوم حسنا قياما مستويا 〈...〉 ولا يحضر إحضارا سريعا ولا يكون الإصبع العظمى التى فى رجله كبيرة كما تكون فى أبدان الناس ولا سائر الأصابع صغار بل كل أصابع تكون كبارا وأصغرها كلها الإصبع التى هى فى أبدان الناس أعظم الأصابع كلها ويكون له ابتداء ذنب وما كان من القرود على هذه الصفة فجميع بدنه شبيه بيدن الحيوان الكلبى الرأس فكما أن الأصلح والأجود لك أن تشرح اليدين والرجلين فى أبدان القرود التى هى أشبه شىء بالإنسان عندما تريد أن تروض نفسك بشىء تجعل مثلا ونظرا كذلك ينبغى لك متى لم تجد قردا على هذه الصفة أن تأخذ واحدا من القرود التى لا تشبه الناس فإن أنت لم تجد قردا أصلا فينبغى لك ان تأخذ حيوانا كلبى الرأس والحيوان المسمى ساطوروس والحيوان المسمى لنخس وبالجملة ينبغى لك أن تأخذ من الحيوان ما كانت يداه ورجلاه مفصلة مشطبة بخمس أصابع وما كان من الحيوان كذلك فإن له تراقى وقسا ليس بحاد فهو لذلك يمشى على رجلين بمنزلة إنسان يعرج وبعد هذا الحيوان الدب والأسد وبالجملة الحيوان الذى يقال له المداخل الأسنان ولو لا أن أجناس الحيوان التى تمشى منكبة على الأرض صغار بمنزلة السنانير وابن عرس والفأر لقد كانت أعضاء هذه الحيوانات نافعة صالحة للارتياض والتدرب فى عمل التشريح فإن جميع هذا الحيوانات لها أربع أصابع وليس لها إصبع عظمى وفى بعضها يكون فيه لأجل الإصبع العظمى 〈شىء〉 شبيه بالرسم الخفى وإذا كان ذلك فليس يكون بعيدا عن الإصبع السبابة كبعدة عن 〈السبابة فى〉 أبدان الناس وإذا أنت تقدمت فرضت نفسك فى القرود أمكنك أن تشرح هذه الحيوانات أيضا فإن لهذه الحيوانات أيضا ذلك الوتر ينبسط داخلا من اليد كما فى يد القرد وكذلك العضل الذى يحرك الأصابع والعضل الذى يحرك الرصغ والزند الأعلى وسائر الأشياء الأخر كلها والأمر فى أنه ليس لهذه الحيوانات العضل والأوتار المحركة لإصبع العظمى معلوم وبالجملة أنت تستدل بالفعل الذى ترى كل واحد من الحيوانات يفعله وبصورة أعضائه التى تظهر لك من خارج على هيئة أعضائه الباطنة داخلا وتتعرفها بهما وذاك أنه لا بد ضرورة للأعضاء التى تفعل على مثال واحد وصورة ظاهرها من خارج صورة واحدة بعينها من أن تكون هيئتها هيئة واحدة بعينها وكذلك أيضا فى كل حيوانين يفعلان على مثال واحد وصورتهما الظاهرة على مثال واحد فهيئة أعضائهما الباطنة كلها على مثال واحد لأن الأمر يجرى فى خلقة بدن كل واحد من الحيوانات على أن يكون البدن ملائما موافقا لحركات نفس ذلك الحيوان وبهذا السبب صار جميع الحيوان ساعة يولد يستعمل أعضاءه كأنه قد تعلم ذلك والنمل والبق والبراغيث وغير ذلك من الحيوانات الصغار الأبدان لصغر أبدان هذه لا أعلم بتة أنى التمست ولا رمت تشريحها فأما جميع الحيوانات التى تمشى منكبة على الأرض بمنزلة ابن العرس والفأرة وجميع الحيوانات اتى تمشى مشيا ملتويا بمنزلة الحيات وأجناس كثيرة من الطيور والسمك وسائر حيوانات البحر فقد شرحتها مرارا كثيرة ليستقر عندى وأصدق يقينا أن التدبير فى خلقه هذه كلها تدبير واحد وأن البدن قد خلق فى جميع الحيوان ملائما موافقا لأخلاق النفس وبمثل هذه المعرفة يمكنك إذا أنت رأيت حيوانا لم تكن رأيته قبل ذلك أن تتقدم فتعلم كيف هيئة أعضائه الباطنة وهذا أمر قد بينته أنا وأوضحته مرارا شتى ولم أستفد ذلك من موضع أخر ولا غيرى يستفيده فى وقت من الأوقات إلا من معرفتى يقينا بأن كل واحد من الحيوان فخلقة بدنه ملائمة موافقة لأخلاق نفسه وقواها وإذا كان الأمر على هذا فليس يعجب أن تكون تتقدم فتعلم الهيئة الباطنة من كل واحد من الحيوانات من نظرك إلى حيئته الظاهرة إذا كان ذلك بينا ظاهرا وخاصة إن أنت رأيت ذلك الحيوان يفعله 〈...〉 يمشى مستويا وإذا أنت سمعت صوت الحيوان أمكنك أن تتعرف من صوته بعض ما يحتاج إلى معرفته من الحال فى آلات الصوت منه ليس هو مقدار عظم الصوت فقط لكن وسائر أنواع الصوت هذا وسأذكر هذا الباب ذكرا أكثر وضوحا أذا أنت صرت إلى تشريح آلات الصوت وأما هاهنا فإنى انما أكثرت الكلام فى اليدين والرجلين لأنى كنت ذكرت فى المقالات الأول من هذا الكتاب هيئتهما فلما رجوت أن 〈من〉 يكون قد تقدم فراض نفسه فى معرفة اليدين والرجلين يفهم كلامى إذا أنا تمثلت بهما جميعا جعلتهما مثالا لكلامى هذا فى مشابهة الحيوانات واستواء حالاتها وذلك أمر يمكنك أن تتفقده وتعرفه من فعل الحيوان ومن صورته جملة بدنه وصورة كل واحد من أعضائه وإن الإصبع حيث كانت وإن هيئتها هيئة واحدة بعينها من طريق ما هى إصبع وكذلك أيضا الإصبع من جهة أنها إصبع حالها الحال التى تشار إليها تكون هيئتها هيئة الإصبع التى حالها تلك الحال وعلى هذا المثال يجرى الأمر فى الزند الأسفل والزند الأعلى وفى كل واحد من سائر الأعضاء الأخر فإن الزند الأسفل من طريق ما هو زند أسفل والزند الأعلى من طريق ما هو زند أعلى فهيئته أبدا هيئة واحدة بعينها وأما من طريق أنه زند أسفل حاله حال ما يشار إليه بها أو زند أعلى حاله حال ما يشار إليه بها فهو فى الحيوانات المتشابهة تكون هيئته أيضا متشابهة وأما فى الحيوانات التى غير متشابهة فتكون فى القياس نظيرا فمن كان قد ارتاض رياضة منطقية وكان قد اجتمع له مع هذا أن طبعه جيد فقد يسهل عليه أن يستخرج بأهون سعى فى كل واحد من الأشياء فالشىء الذى هو فيها واحد بعينه وأما الشىء الذى ليس بواحد بعينه فأما من كان طبعه لا يصلح لهذا وكان مع ذلك لم يرتض فعسى هذا أيضا إذا حضر حيوانات كثيرة تشرح دعاه كثرة ما يباطش من ذلك إلى أن يفهم ولو فهما ضعيفا أن الشىء الذى واحد بعينه ليس هو شىء وقع بالعرض ولا بالجزاف بل هو شىء موجود لكل من الأنواع بحسب طبيعته وجوهره والشىء الذى ليس هو واحد بعينه إنما يكون من أعراض ما تتبع كل واحد على حدة 〈...〉 التى سميتها جواهر لا تتجزأ فحيث ما رأيت يدا أو رجلا أو وصولا من أوصالهما بمنزلة ساعد أو عضد أو ساق أو فخذ جمع مع انبساطه وانقباضه أنه يتحرك إلى الجانبين فاعلم أن لذلك العضو باضطرار جنسين من العضل فالعضل الذى يبسطه غير العضل الذى يثنيه ويقبضه والعضل الذى يذهب به إلى الجانبين غيرهما جميعا ثم تثبت وانظر هل فى ذلك الوصل من أوصال اليدين والرجلين عظم واحد بمنزلة ما فى العضد أم عظمان بمنزلة فى الساعد الزند الأسفل والزند الأعلى وإذا أنت وجدت فى العضو عظما واحدا فاطلب العضل الذاهب على استقامة والذاهب على وراب وأما إذا كانا عظمين بمنزلة الزند الأسفل والزند الأعلى فاعلم من ساعتك أن أحدهما يكون له ابتساط العضو وانقباضه والآخر يدير العضو إلى الجانبين واعلم أن العضل المحرك لهاذين العظمين بعضه موضوع وضعا موربا وهو العضل الذى يحرك حركات موربة وبعضه يجرى على استقامة وهو العضل الذى يحرك حركات مستقيمة وهذا أمر عام شامل لأوصال اليدين والرجلين كلها التى حركاتها حركات واحدة بعينها فأما مقادير العضل وأشكالها ووضعها فهى فى الأوصال المتشابهة فى النوع من أوصال اليدين والرجلين متشابهة أيضا وفى الأوصال التى هى غير متشابهة فى النوع غير متشابهة وأنت تجد هذا الذى وصفته لك على ما وصفت فى الأصابع أنه وإن كان الحيوان الذى شرح حيوانا صغيرا بمنزلة الفأر فلا بد ضرورة من أن تكون فى كل واحدة من أصابعه أوتار تقبضها وتبسطها بمنزلة ما فى أصابع الإنسان وإن رأيت أن الأصابع مع انبساطها وانقباضها تتحرك إلى الجانبين فلا بد ضرورة من أن تكون لذلك الحيوان آلات موافقة تصلح لهذه الحركات بقياس ما للإنسان فيكون ذهاب كل واحدة من الأصابع إلى ناحية الإصبع الصغرى بأوتار وعضل موضوع على الوصل الذى يقوم مقام الساعد من الجانب الوحشى وهو الخارج وذهابها إلى ناحية الإصابع العظمى بعضل وأوتار موضوعة عليه فى الجانب الأنسى وهو الداخل وتجد أن الإصبع العظمى والإصبع الصغرى تتباعد فى مثال هذه الحيوانات عن سائر الأصابع الأخر كلها تباعدا كثيرا بعضل وضعه على مثال وضعهما فى الإنسان فإذا علمت هذا فقد سهل الأمر عليك فى تشريح أمثال هذه الحيوانات كما أنت لو كنت قد شرحتهما مرارا كثيرة قبل ذلك وإذا كنت بوجه من الوجوه ذاكرا لما قلت لك فى المقالة الأولى من أمر اليد فالأمر عليك فى معرفة هذه الأشياء التى قلتها لك هاهنا سهل هين واستخراجها والوقوف عليها فى أبدان الحيوان يمكنك بأهون سعى.