Galen: De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Ὅσα μὲν οὖν ἀναγκαῖα καὶ χρήσιμα τῶν περὶ τὴν καρδίαν ἐστὶν, ἔτι τοῦ ζώου ζῶντος ἐγχειρούντων, εἴρηται σχεδὸν ἅπαντα, καὶ βέλτιον ἦν ἐπὶ τὰ κατὰ τὸν θώρακά τε καὶ τὸν πνεύμονα φαινόμενα μεταβαίνειν. ἐπεὶ δ’ ἔνιοι τῶν ἐναργῶς ἐπαγγελλομένων δείξειν ἀρτηρίαν αἵματος κενὴν ἀναισχύντως φλυαροῦσιν, ἄλλος ἄλλου τῶν φαινομένων ἐξ ἀνατομῆς καταψευδόμενοι, δι’ ἐκείνους δεήσει καὶ ἡμᾶς ἔτι διατρίψαι περὶ τὸν τόπον. εἷς μὲν οὖν τις ὑποσχόμενος ἀεὶ τὴν μεγάλην ἀρτηρίαν ἐπιδείξειν κενὴν αἵματος, ἐπιδεικνὺς δ’ οὐδέποτε, κομισάντων αὐτῷ τῶν φιλοτιμοτέρων νεανίσκων ζῶα καὶ προκαλεσαμένων ἐπὶ τὴν δεῖξιν, οὐκ ἄνευ μισθοῦ δείξειν ἔφασκεν. αὐτίκα δ’ ὑπ’ ἐκείνων εἰς μέσον κατατεθεισῶν δραχμῶν χιλίων, ἵν’, εἰ δείξειε, κομίσαιτο, πολλὰς μὲν ἀπορῶν ἐστρέφετο στροφάς· ἀναγκαζόμενος δ’ ὑπὸ πάντων τῶν παρόντων, ἐτόλμησε λαβὼν σμίλην τέμνειν κατὰ τὸ ἀριστερὸν μέρος τοῦ θώρακος, ἔνθα μάλιστ’ ᾤετο, τῆς συντρήσεως γενομένης, ἐναργῶς αὐτῷ φαίνεσθαι τὴν μεγάλην ἀρτηρίαν. εὑρέθη δ’ οὕτως γεγυμνασμένος ἐν ταῖς ἀνατομαῖς, ὥστε κατ’ ὀστοῦ ποιήσασθαι τὴν τομήν. ἄλλος δ’ ἐκ τούτου χοροῦ κατὰ μὲν τὸ μεσοπλεύριον ἔτεμεν, ἀλλ’ εὐθὺς ἅμα τῇ πρώτῃ τομῇ τήν τ’ ἀρτηρίαν διέκοψε καὶ τὴν. φλέβα. καταγελάσαντες οὖν αὐτὸν οἱ θέντες τὰς χιλίας νεανίσκοι τοῖς ἠθροισμένοις ἐπὶ τὴν θέαν, αὐτοὶ τὴν ἐκείνου ἐπαγγελίαν ἐποιήσαντο, τεμόντες μὲν, ὡς ἑωράκεισαν παρ’ ἐμοὶ, τὸ μεσοπλεύριον ἄνευ τοῦ τρῶσαί τι τῶν ἀγγείων, περιβαλόντες δὲ διὰ ταχέων δύο βρόχους, ἕνα μὲν μετὰ τὴν ἔκφυσιν εὐθέως ἐκ τῆς καρδίας, ἕτερον δ’ ἐπιβαίνειν μελλούσης τῇ ῥάχει τῆς ἀρτηρίας, ἵν’, ὡς οἱ θρασεῖς ἐπηγγείλαντο, μετὰ τὸν τοῦ ζώου θάνατον, ὅσον ἐν τῷ μεταξὺ τῶν βρόχων ἐστὶ τῆς ἀρτηρίας, ἐπιδειχθῇ κενὸν αἵματος. ὡς δ’ οὐχ εὑρέθη κενὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, παρέμπτωσιν εἰς αὐτὴν ἔφασκον γεγονέναι, καθ’ ὃν οἱ βρόχοι περιεβάλλοντο, ὥσπερ ἄλλου τινὸς, οὐκ αὐτῶν ἐκείνων ἐπαγγειλαμένων τὴν τοιαύτην ἐγχείρησιν, μήτε πεπειραμένοι ποτ’ αὐτῆς πρὸ ἑτέρων, ἢ θᾶττον αὐτοὶ περιβάλλειν δυνάμενοι τοὺς βρόχους, οἵ γε μηδ’, ὅτι παρατέταται τοῖς κάτω μέρεσι τῶν κατὰ τὰς πλευρὰς ὀστῶν ἥ τ’ ἀρτηρία καὶ ἡ φλὲψ, ἠπίσταντο. τοιοῦτος δὲ καὶ ὁ τὸν τετράστομον πέλεκυν ἐπινοήσας, εἶτα μήτε κατασκευάσας ποτ’ αὐτὸν, μήτε πειραθεὶς, ὅμως οὐκ ᾐδεῖτο δι’ αὐτοῦ τούτου δείξειν ἐπαγγελλόμενος ἀρτηρίαν κενὴν αἵματος. ἦν δ’ οὖν αὐτοῦ τοιόνδε τι τὸ ἐνύπνιον. ἐν τετραγώνῳ σχήματι πρὸς μίαν ἥκοντι κορυφὴν ἠξίου ποιήσασθαι τετράστομον πέλεκυν, εἶτα κατὰ τὴν κορυφὴν αὐτοῦ διεκβεβλῆσθαι στειλεὸν, οἷόν περ ἔχουσιν αἵ τ’ ἀξίναι καὶ οἱ πελέκεις ἔπειτα ζῶόν τι πρηνὲς ἐκτείναντα κατὰ τῆς ῥάχεως αὐτοῦ πατάξαι τῷ πελέκει σφοδρῶς, ἵνα μιᾷ πληγῇ τετράγωνόν τι σχῆμα τῆς ῥάχεως ἐκκοπῇ κατὰ περιγραφὴν ἰδίαν, ἐν ᾧ τὸ περιλαμβανόμενον τῆς μεγάλης ἀρτηρίας εὑρεθήσεσθαι κενὸν αἵματος ἔφασκε. τοῦτο μὲν οὖν εἰς γελωτοποιΐαν τοῖς γράφουσι τοὺς μίμους τῶν γελοίων ἀφείσθω. μνημονεύσωμεν δ’ ἡμεῖς ἑτέρας ἐγχειρήσεως, ἐφ’ ἧς δείξειν ἔφασκε γέρων τις ἑβδομηκοντούτης πάνυ σεμνὸς ἀρτηρίαν κενὴν αἵματος. ἠξίου γὰρ εἶναι μὲν τὸ ζῶον ἕν τι τῶν δαρτῶν ὀνομαζομένων, οἷον ἢ πρόβατον, ἢ βοῦν, ἢ αἶγα, διαιρεθῆναι δὲ κατά τι μόριον, ἔνθα μεγάλη μετὰ τὸ δέρμα εὐθύς ἐστιν ἀρτηρία, περιδαρῆναι δ’ ἐκείνην καὶ γυμνωθῆναι τῶν πέριξ σωμάτων, ὡς προσηρτῆσθαι μηδενὶ, κᾄπειτα φυλαττομένης τῆς κατὰ τὸ δέρμα τομῆς μεθ’ ἡμέρας ἓξ ἢ ἑπτὰ, διαστήσαντας τὰ χείλη τοῦ ἕλκους, περιβάλλειν βρόχους δύο περὶ τὴν ἀρτηρίαν, καθόσον οἷόν τε πλεῖστον, ἀλλήλων διεστῶτας, εἶτ’ ἐκκόπτειν τὸ μέσον αὐτῶν, εὑρεθήσεσθαι γὰρ κενόν. ἐκεῖνος μὲν οὖν, ἑβδομήκοντα γεγονὼς ἐτῶν, τὴν ἐγχείρησιν ταύτην οὐδέποτ’ ἐτόλμησεν ἔργῳ βασανίσαι. πρὸς ἡμῶν δ’ εὐθέως ἐβασανίσθη μετὰ τὸ πρῶτον ἀκοῦσαι, καὶ ὡς ἐπειράθημεν αὐτῆς, αἶγα καὶ πρόβατα οὕτω προπαρασκευάσαντες, ἐκομίσαμεν τῷ γέροντι παρακαλοῦντες αὐτὸν ἐξεγερθέντα θεάσασθαί ποτε κᾂν ἅπαξ παρελεγχόμενος τὰ κατὰ τὸν ὕπνον αὐτῷ φαντασθέντα. καὶ τοίνυν καὶ ἄλλος τις οὐ πρὸ πολλοῦ γεγραμμένην ἐγχείρησιν ὑπ’ ἐμοῦ κατὰ τὸ βιβλίον, οὗ ἐπίγραμμά ἐστιν, εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα, διηγεῖτο πρὸς τοὐναντίον, ἢ κατὰ ἀλήθειαν ἔχει. θαυμάζοντες οὖν αὐτοῦ τὴν τόλμαν οἱ τεθεαμένοι παρ’ ἐμοὶ τὴν ἐγχείρησιν ἠρώτων, εἴποτ’ αὐτὸς ἐποίησεν αὐτὴν, ἢ διηγουμένου τινὸς ἀκούσας ἐπίστευσεν. ὁ δὲ καὶ πάνυ πολλάκις ἔφη πεποιηκέναι. κομίσαντες οὖν αἶγα αὐτῷ δεικνύειν ἠνάγκαζον. ὡς δ’ οὐκ ἐβούλετο, διότι μηδ’ ἠπίστατο, δείξαντες τοῖς παροῦσιν ἐναντίως ἔχον τὸ φαινόμενον, ἔπαυσαν οὕτως τῆς εἰς τὸ λοιπὸν ἀλαζονείας. ἡ δ’ ἐγχείρησίς ἐστι τοιάδε. τῶν ἐγγὺς τοῦ δέρματος ἀρτηριῶν τῶν μεγάλων χρὴ γυμνώσαντα μίαν, οἵα πέρ ἐστιν ἡ κατὰ τὸν βουβῶνα, μάλιστα γὰρ ἐπ’ ἐκείνης εἴωθα ποιεῖσθαι τὴν ἀνατομὴν τήνδε, βρόχον περιβάλλειν τοῖς ὑψηλοτέροις αὐτῆς μέρεσιν, εἶτα τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς αὐτὴν σφίγγοντα τὴν ἀρτηρίαν, ὅσον οἷόν τε ποῤῥωτάτω μὲν τοῦ βρόχου, πρὶν δ’ ἀποβλάστημα ποιήσασθαι μέγα, διατέμνειν αὐτὴν κατὰ τὸ μῆκος εὐθείᾳ τομῇ, τηλικοῦτον ὡς ἐνθεῖναι δύνασθαι κοῖλόν τι σῶμα μεταξὺ τοῦ βρόχου καὶ τῶν δακτύλων. παρεσκευάσθω δή σοι κάλαμος τῶν λεπτῶν, οἷς γράφομεν, ἢ χαλκοῦν τι τοιοῦτον ἐπίτηδες γεγονός· ἀρκεῖ δ’ εἶναι τοῦτο τῷ μήκει δακτυλιαῖον. εὔδηλον οὖν, ὡς κατὰ τὴν ἐνέργειαν ταύτην οὐδεμία γενήσεται τῆς διῃρημένης ἀρτηρίας αἱμοῤῥαγία, τοῦ μὲν ὑψηλοτέρου μέρους, ὅθεν ἐπιῤῥεῖ τὸ αἷμα, βρόχῳ διειλημμένου, τοῦ ταπεινοτέρου δὲ μήτε σφύζοντος ἔτι διὰ τὸν βρόχον, ὑπό τε τῶν δακτύλων σφιγγομένου. κατὰ πολλὴν οὖν σχολὴν ἔνεστί σοι τὸ καθιέμενον εἰς τὴν ἀρτηρίαν σῶμα κοῖλον ὑποκείμενον ποιῆσαι τῷ διῃρημένῳ μέρει τοῦ χιτῶνος αὐτῆς, εἶτα περιλαμβάνειν ἐν κύκλῳ λίνῳ λεπτῷ τὴν ἀρτηρίαν ἅμα τῷ καλάμῳ, προνοούμενον, ὅπως μηδὲν ὑπερεκπίπτῃ τῆς κατὰ τὴν ἀρτηρίαν τομῆς τοῦ καλάμου. τῷ πάχει δὲ ἔστω τηλικοῦτος ὁ κάλαμος, ὡς ἔφην, ὥστε τὸν χιτῶνα τῆς ἀρτηρίας μὴ χαλαρὸν ἐγκεῖσθαι, βουλόμεθα γὰρ αὐτὸν κατὰ χώραν μεῖναι, μήτ’ ἀνώτερον τῆς κατὰ τὴν ἀρτηρίαν διαιρέσεως ἐνεχθέντα, μήτε κατώτερον. γενομένου δὲ τούτου, λῦσον μὲν τὸν βρόχον, αὐτὸς δὲ ὑπὲρ ἀσφαλείας, εἰ βούλει, μετάθες τοὺς δακτύλους, οἷς ἔσφιγγες τὴν ἀρτηρίαν, ἐπὶ τὴν περὶ τῷ καλάμῳ μοῖραν αὐτῆς. εἴ γε μὴν, ὡς εἶπον, ἐσφηνωμένος τ’ εἴη καὶ δεδεμένος ἀκριβῶς ὁ κάλαμος, οὐδὲν ἔτι δεήσεταί σου κρατοῦντος, ἀλλ’ ἐφ’ ἡσυχίας μὲν δὴ οὕτως ὑπάρξει σοι θεάσασθαι τὸ μὲν ἀνώτερον τοῦ καλάμου τῆς ἀρτηρίας ἔτι καὶ νῦν σφύζον, ὡς ἔμπροσθεν, ἄσφυκτον δ’ ἀκριβῶς γιγνόμενον αὐτοῦ τὸ κατώτερον. τὸ μὲν οὖν ἀληθῶς φαινόμενον οὕτως ἔχει. διηγεῖτό γε μὴν ἐναντίως ὁ Ἐρασίστρατος ὑπὲρ αὐτοῦ, φαίνεσθαι λέγων κινούμενον τὸ κάτω τοῦ καλάμου. τοσαύτη τίς ἐστιν ἐνίων τόλμα, προπετεῖς ἀποφάσεις ποιουμένων ὑπὲρ ὧν οὐδέποτ’ ἐθεάσαντο. κατά γ’ οὖν τὴν ἐγχείρησιν εἰ βούλοιο μηδεμίαν ἔκχυσιν αἵματος γενέσθαι, τεμνομένης τῆς ἀρτηρίας, ἔνεστί σοι μὴ μόνον ἄνω περιβάλλειν βρόχον, ἀλλὰ καὶ τοῖς κάτω μέρεσιν ὁμοίως, ὃν δηλονότι λύσεις ὕστερον, ἐπειδὰν ἐνθῇς τὸν κάλαμον. ἐγὼ δ’ οὐ περιβάλλω, βουλόμενος ἄθλιπτόν τε καὶ ἄθλαστον φυλάττεσθαι τὸ σῶμα τῆς ἀρτηρίας. λέγουσί γε μὴν ἔνιοι καὶ ἄλλας ἐγχειρήσεις, δι’ ὧν ἐπαγγέλλονται δείξειν ἀρτηρίαν κενὴν αἵματος, ὡσπερεὶ ποιῆσαί τι σοφώτερον ἐγχειρῆσαί τε κάλλιον Ἐρασιστράτου δυνάμενοι. πάντως γὰρ ἂν ἐκεῖνος, εἴ τις ὅλως ἦν τρόπος ἀνατομῆς ἱκανὸς ἐπιδεῖξαι κενὴν ἀρτηρίαν, ἐπενόησε πρότερος, ὥσπερ ὃν ἐπέγραψεν ἐπὶ τῶν νεοθηλῶν ἐρίφων· ἀλλὰ κᾀκείνου πειραθεὶς εὑρήσεις οὐδ’ αὐτὸν ἀληθῆ. γιγνέσθω δ’ ἡ πεῖρά σοι μὴ μόνον ἐπὶ τῶν ἐρίφων, ἀλλὰ καὶ παντὸς οὑτινοσοῦν ἑτέρου ζώου, περιέχοντος ὑγρὰν οὐσίαν ἐν τῇ γαστρί. καὶ ὅσῳ γ’ ἂν ᾖ λεπτομερεστέρα, τοσούτῳ ῥᾳδίως εἰς τὰς ἀρτηρίας ἀναληφθήσεται. κατ’ ἀρχὰς μὲν οὖν φασιν ἅμα τῷ γυμνωθῆναι τὸ μεσεντέριον ἀεροειδεῖς φαίνεσθαι τὰς ἀρτηρίας, ὕστερον δ’ ὁρᾶσθαι γάλακτος πληρουμένας. εἰ μὲν οὖν ἀεροειδεῖς φαίνονται, παρείσθω σκοπεῖν, καίτοι πολλῶν φιλονεικούντων ἐφ’ ἑκάτερον μάτην ὑπὲρ αὐτοῦ. τὸ δὲ πληροῦσθαι γάλακτος αὐτάς, ἐν τούτῳ γάρ ἐστι τὸ συνέχον τοῦ λόγου ψεῦδος, ὡς εἴρηται, καὶ σοὶ πάρεστι πεῖραν λαβεῖν ἐπὶ πάντων τῶν ζώων, οὐ μόνον ἐρίφων, οὐδὲ γάλακτος μόνου πεπληρωμένης τῆς γαστρὸς, ἀλλὰ πάσης ὑγρασίας. οὐδὲ γὰρ οὐδ’ εἰ γάλα, διὰ τοῦτο ἀναλαμβάνεται ταχέως, ἀλλὰ διὰ μὲν τὴν ὑγρότητα ῥᾳδίως ἐμπίπτει τοῖς στόμασι τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὴν γαστέρα, διὰ δὲ τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν, ὡς ἐκεῖνός φησιν, ἕλκεται ταχέως, ὥσθ’, ὅσῳ περ ἂν ᾖ λεπτομερεστέρα γάλακτος ἡ ὑγρότης, τοσούτῳ ῥᾷον ἀναληφθήσεται. ἀλλ’, ὡς εἶπον, οὐδ’ ἐφ’ ἑνὸς οὐδέποτε εἴδομεν αὐτὴν ἀναλαμβανομένην, οὐδ’ ἄλλος τις ὄψεται πειραθῆναι βουληθείς.
| فجميع ما هو اضطرارى لا بد منه وما هو نافع يجدى فيما ينظر فى القلب إذا شرح والحيوان حى قد قيل أكثره وقد كان ينبغى أن نتخطى من هذا إلى ما يظهر فى الصدر والرئة ولكن لأن قوما ممن يضمن أنه يتبين بيانا ظاهرا أن الشريان خال من الدم يكثرون كلامهم ويكابرون بلا حياء فيكذب كل واحد منهم فى شىء غير شىء الذى يكذب فيه صاحبه من الأشياء الظاهرة فى التشريح فقد احتجنا لذلك إلى الترتيب† والاحتباس فى هذا الموضع بعد الذى 〈...〉 تقدم فأقول إن رجلا كان يضمن دائما أن يبين أن الشريان العظيم خال من الدم من غير أن يكون من ذلك أصلا فى وقت من الأوقات فأتوه قوم من أحداثنا ممن يميل قليلا إلى حب الكرامة بحيوان وسألوه ان يبين لهم دعواه فزعم أنه لا يتبين ذلك مجانا وأحضروا أؤلئك الأحداث فيما بينهم ألف درهم ووضعوها له فى الوسط على أنه إن بين ذلك أخذها فلما فعلوا ذلك جعل الرجل يتحول من ناحية إلى ناحية ويتردد ترددا كثيرا حتى لما ضغطه الأمر وألح عليه جميع من حضره حمل نفسه على أخذ سكين وقطع فى الجانب الأيسر من الصدر فى الموضع الذى ظن أنه أقرب المواضع التى إذا ثقبها من الصدر ظهر له ذلك الشريان العظيم ظهورا بينا فإذا هو قد حصل من مبلغ دربته فى التشريح وعلمه به أن جعل القطع 〈...〉 فيما بين الأضلاع إلا أنه فى أول ما قطع بتر العرق والشريان فضحكوا منهما أولائك الفتيان الذين وضعوا الألف درهم ثم أخذ الفتيان فى ذلك العمل فعملوا عيانا ما كان أولائك القوم يتحدثون به حديثا وأظهروا للجماعة الحاضرة وذلك بان قطعوا الموضع الذى فيما بين الأضلاع على ما قد كانوا رأونى أفعل من غير أن يثقبوا شيئا من العروق والشريانات وشدوا الشريان برباطين أحدهما ربطوه به دون منشئه من القلب ساعة يطلع والآخر فى الموضع الذى يريد العرق أن يستند ويتوكأ فيه على عظم الصلب كيما يتبين ما هو من الشريان فيما بين الرباطين بعد موت الحيوان فارغا كما ضمن أولائك السفهاء ذوو الإقدام والجراءة فلما لم يوجد فارغا قالوا إن هذا قد وقع فى شريان دم فى الوقت الذى كان يشد بالرباط كأن العمل الذى عمله أولائك الفتيان عمل 〈...〉 حديثا به غيرهم أو كأنهم قد جربوا هم أولا هذا العمل فى وقت ما أو كأنهم يقدرون هم أن يشدوا الرباط أسرع من غيرهم هذا على أنهم لم يكونوا يعلمون أن إلى جانب الأجزاء السفلانية من عظام الأضلاع شريانا وعرقا ممدودان ونظير هؤلاء الرجل الذى استخرج فأسا ذا أربع زوايا فإن هذا لم يتخذ هذا الفأس قط ولا جربه وكان مع هذا لا يستحى من أن يضمن أنه يتبين به أن الشريان فارغ خال من الدم وكانت صفة حلمه هذه الصفة كان يأمر أن يتخذ فى حديدة مربعة تنتهى إلى رأس واحد فأس له أربعة أفواه ويدخل فى رأسه مغيض بمنزلة دستج † القدوم والفأس ثم يؤخذ حيوان فيمدد على وجهه ويضرب بتلك الفأس صلب ذلك الحيوان ضربة قوية كيما تنقطع من عظم الصلب فى ضربة واحدة قطعة مربعة منفردة بنفسها ويزعم أن فى هذه القطعة يوجد الجزء الذى فيها من الشريان العظيم فارغا خاليا من الدم وهذا كلام تركه لمن شأنه إثبات أمثال الجزايرة وظرفهم ونوادرهم المضحكة ليضحك منه أولى وأما نحن فلنذكر عملا آخر كان رجل من المشائخ ذو حكم ووقار قد أنت عليه سبعون سنة يزعم أنه يتبين به أن الشريان خال من الدم ونقول إن هذا الرجل كان يأمر بأن يكون الحيوان أحد الحيوانات التى تسلخ بمنزلة الكبش أو الثور أو العنز وأن يشرح منه عضو فيه شريان عظيم قريب من الجلد تحته سواء وأن يسلخ ما حول الشريان حتى لا يبقى متعلقا شىء ثم يستبقى شق الجلد وبنتظر به ستة أيام أو سبعة ويفتح فم الجراحة ويشد الشريان برباطين بعيد أحدهما عن الآخر ما أمكن ثم يقطع الموضع الوسط فيما بين الرباطين فإن ذلك الجزء من الشريان يوجد فارغا خاليا من الدم فهذا الرجل كان قد عاش سبعين سنة ولم يلتمس قط أن يمتحن هذا العمل بالتجربة وأما أنا فساعة سمعت بذلك امتحنته على المكان ولما امتحنته أعددت عنزا وكبشا على الصفة وأحضرتهما ذلك الشيخ وسألته أن يبينه ويتيقظ وينظر عيانا ولو مرة واحدة أن الشىء الذى رآه فى المنام خيالا ليس يصح عند المحنة وأما رجل آخر قبل هذا بقليل كان يحكى عن العمل الذى وصفته فى كتابى الذى ترجمته فى إن كان الدم بالطبع محصورا فى الشريانات أنه خلاف الحق فدعا ذلك من حضرنى وأنا أفعل هذا العمل إلى التعجب من جراءته وإقدامه فسألوا هل فعل هذا قط أم إنما سمعه من غيره يحكيه فقبل منه وصدقه فرد عليهم بأنه قد فعل ذلك مرارا شتى فأتوه من عندهم بحيوان وألحوه إلى ضيق الطريق فى تبين ذلك فلما أبى أن يفعل ذلك لأنه لم يكن يعرفه أظهروا لمن حضرهم أن العيان يدل على خلاف ما يدعى ويقول فأسكنوه بذلك وصدوه عن التكابر فى سائر ما بقى من عمره وهذه صفة القمل ينبغى أن تكشف عن واحد من الشريانات العظيمة التى بالقرب من الجلد بمنزلة الشريان الذى فى الجالب فإن الأغلب فيما جرت به عادتى من عمل هذا التشريح أن أفعله فى هذا الشريان ثم تشد أجزاءه المشرفة برباط وتضبط أنت بأصابع يدك اليسار الشريان فى موضع بعيد عن موضع الرباط ما أمكن وقبل أن تنشعب منه شعبة عظيمة تقطعه فى طوله قطعا ذاهبا على استقامة كيما يمكنك أن تدخل فيه جسما أجوف فيما بين الرباط وبين الأصابع وتقدم فأعد إما قصبة دقيقة من قصب الأقلام وإما أنبوب نحاس على ذلك مثال قد عمل هذا بالتعمد وحسبك أن يكون طوله مقدار إصبع والأمر معلوم فى أن الدم لا ينفرج من هذا الشريان المشقوق إذ كان جزؤه الأعلى الذى منه يجرى الدم موثقا برباط وجزؤه الأسفل قد انقطع نبضته بسبب الرباط والأصابع تضبطه وتشده وإذ كان الأمر على هذا فقد يمكنك أن تضع ذلك الجسم الأجوف الذى أدخلته فى الشريان تحت الجزء الذى قطع من طبقة الشريان بتوده† ومهل كثير ثم تشد الشريان بخيط مع القصبة شدا وثيقا وتكون عنايتك بأن لا يجوز القصبة من القطع الذى فى الشريان شيئا ويكون مقدار غلظ القصبة ما يمكن فيه أن يتشهك فى طبقة الشريان ولا يمكن موضع فيه وضعا رخوا مضطربا وذاك أن إرادتنا إنما هى أن تبقى القصبة فى موضعها فلا ترتفع فوق موضع الشق ولا تنحط أسفل منه فإذا أنت فعلت هذا فحل الرباط فإن شئت أن تتحرز وتتوثق البتر† فانقل أصابعك التى كنت تشد بها الشريان وتضبطه إلى الجزء الذى هو من الشريان على القصبة وإن كانت القصبة على ما وصفت متشهكة وكان رباطه وثيقا لم تجتج إلى أن تمسكها وذاك أنها تثبت وتبقى فى موضعها فبهذا العمل تصير إلى أن ترى أن الجزء الذى هو من الشريان فوق القصبة باق بنبضه إلى هذه الغاية على ما لم يزل عليه قبل ذلك وأن الجزء الأسفل يعدم النبض من ساعته فالأمر الذى يرى عيانا حقا هو الذى وصفته لك وأما ارسسطراطوس فيذكر خلاف هذا وذاك أنه قال إن الجزء الذى هو من الشريان أسفل من القصبة يرى ينبض ففى الناس قوم يبلغ من إقدام وجراءتهم على ما وصفت أنهم يقضون بالعجلة ويثبتون على أمور لم يعاينوها قط فإن أحببت فى هذا العمل الذى وصفته لك أن لا ينفجر الدم أصلا عند قطع الشريان فقد يمكنك أن لا تقتصر على شده بالرباط من فوق فقط بل تشده أيضا من أسفل على ذلك المثال وتحل هذا فى آخر الأمر إذا أنت أدخلت القصبة وأما أنا فلست أشده برباط لما أريده من استبقاء جرم الشريان سليما من الآفات والآلام وقد وصف قوم أعمالا أخر ضمنوا أنهم يبيتون بها أن الشريان فارغ خال من الدم كأنهم يقدرون أن يفهموا أمرا أحكم وأطلف مما فهم ارسسطراطس أو يعملون شيئا أجود مما عمله هو أنا أقول إنه لو كان يوجد البتة ضرب من التشريح يفى بالبيان على أن الشريان لا محالة فارغ خال من الدم لكان ارسسطراطس لا محالة سيجده ويستخرجه قبلهم على مثال ما وجد واستخرج من الضرب الذى ذكره فى كتابه فى الجدى القريب العهد بالرضاع على أنك إن جربت ذلك الضرب من العمل أيضا وجدته مثلا نطيرا أنه غير حق وإذا أردت أن تجرب هذا الضرب من عمل فلا تقتصر على تجربته فى الجدى فقط لكن جربه أيضا فى كل حيوان آخر أى حيوان كان بعد أن يكون فى بطنه بعض الجواهر الرطبة وكلما كان ذلك الجوهر أرق وألطف كان نفوذه ووصوله إلى الشريان أسرع وأسهل بحسب رقته ولطافته وقد زعم ارسسطراطس أن فى أول الأمر مع انكشاف جداول العروق التى حول الأمعاء ترى عيانا الشريانات هوائية ثم تراها بآخره تمتلئ لبنا والبحث عما قال من أن فى أول الأمر ترى الشريانات هوائية أمر ينبغى أن يضرب عنه وإن كان خلق كثير يماحل فى ذلك محلا باطلا إلى الجانبين فأما قوله إن الشريانات تمتلئ لبنا فإن هذا هو عمود الكلام فهو كذب صراح وقد يمكنك أن تمتحن ذلك بالتجربة فى الجدى وفى جميع الحيوانات ويمكنك أن تفعل ذلك فى حيوان بطنه معلوء لبنا وفى حيوان بطنه مملوء جوهرا آخر رطبا أى جوهر كان فى جميع الجواهر الرطبة وذاك أن اللبن ليس إنما ينفذ سريعا من طريق ما هو لبن لكنه بسبب وطوبته يسهل وقوعه فى أفواه الشريانات التى تأتى البطن وبسبب اتباعه لما يستفرغ ويخلو على ما يزعم ارسسطراطس ينجذب سريعا فيجب إذا أن تكون الرطوبة كما كانت ألطف وأرق من اللبن يكون نفوذها ووصولها أسهل وأسرع من نفوذه ووصوله ولكن الأمر على ما وصفت من أنى لم أرها قط تنفذ فى شىء من الحيوان ولا يرها ايضا غيرى متى شاء أن يمتحن ذلك بالتجارب.