Digital Corpus for Graeco-Arabic Studies

Aristotle: De Anima (On the Soul)

Σκεπτέον δὲ καὶ περὶ τῶν ἀτελῶν, τί τὸ κινοῦν ἐστίν, οἷς ἁφὴ μόνον ὑπάρχει αἴσθησις, πότερον ἐνδέχεται φαντασίαν ὑπάρχειν τούτοις, ἢ οὔ, καὶ ἐπιθυμίαν. Φαίνεται γὰρ λύπη καὶ ἡδονὴ ἐνοῦσα. Εἰ δὲ ταῦτα, καὶ ἐπιθυμίαν ἀνάγκη. Φαντασία δὲ πῶς ἂν ἐνείη; Ἢ ὥσπερ καὶ κινεῖται ἀορίστως, καὶ ταῦτ’ ἔνεστι μέν, ἀορίστως δ’ ἔνεστιν. Ἡ μὲν οὖν αἰσθητικὴ φαντασία, ὥσπερ εἴρηται, καὶ ἐν τοῖς ἄλλοις ζῴοις ὑπάρχει, ἡ δὲ βουλευτικὴ ἐν τοῖς λογιστικοῖς· πότερον γὰρ πράξει τόδε ἢ τόδε, λογισμοῦ ἤδη ἐστὶν ἔργον· καὶ ἀνάγκη ἑνὶ μετρεῖν· τὸ μεῖζον γὰρ διώκει. Ὥστε δύναται ἓν ἐκ πλειόνων φαντασμάτων ποιεῖν. Καὶ αἴτιον τοῦτο τοῦ δόξαν μὴ δοκεῖν ἔχειν, ὅτι τὴν ἐκ συλλογισμοῦ οὐκ ἔχει, αὕτη δὲ ἐκείνην. Διὸ τὸ βουλευτικὸν οὐκ ἔχει ἡ ὄρεξις. Νικᾷ δ’ ἐνίοτε καὶ κινεῖ τὴν βούλησιν· ὁτὲ δ’ ἐκείνη ταύτην, ὥσπερ σφαῖρα, ἡ ὄρεξις τὴν ὄρεξιν, ὅταν ἀκρασία γένηται. Φύσει δὲ ἀεὶ ἡ ἄνω ἀρχικωτέρα καὶ κινεῖ, ὥστε τρεῖς φορὰς ἤδη κινεῖσθαι. Τὸ δ’ ἐπιστημονικὸν οὐ κινεῖται, ἀλλὰ μένει. Ἐπεὶ δ’ ἡ μὲν καθόλου ὑπόληψις καὶ λόγος, ἡ δὲ τοῦ καθ’ ἕκαστα (ἡ μὲν γὰρ λέγει ὅτι δεῖ τὸν τοιοῦτον τὸ τοιόνδε πράττειν, ἡ δὲ ὅτι τόδε τὸ νῦν τοιόνδε, κἀγὼ δὲ τοιόσδε) ἤδη αὕτη κινεῖ ἡ δόξα, οὐχ ἡ καθόλου. Ἢ ἄμφω, ἀλλ’ ἡ μὲν ἠρεμοῦσα μᾶλλον, ἡ δ’ οὔ.

〈علة الحركة فى الكائنات الحية — تابع〉

فلننظر فى الباقى منه الذى ليس له حس ما خلا حس اللمس. وما المحرك له؟ وهل يمكن أن يكون لمثله توهم وشهوة أم لا يمكن؟ قد نرى فى الظاهر أن اللذة والكراهة موجودتان فيه. وإذا كانت هاتان موجودتين، كانت فيه الشهوة باضطرار. فأما التوهم — كيف يكون فيه؟ لا تقدر حركة الذى يتحرك على غير عماد.

فالتوهم الحواسى، كالذى قيل، موجود فى سائر الحيوان. وأما التوهم الذى يكون على الروية فإنما هو الذى النطق، فان الاختيار من فعل الفكر: فاما عمل بهذا، وإما بهذا. وهو مضطر فى المثل إلى أحد الأمرين، وإنما عنى الأعظم إلى أن يفعل شيئاً واحداً عن توهم كثير. وعلة ذلك أنه ليس له العزم الكائن عن القياس؛ لذلك لم يكن للشوق روية، فربما غلبت الشهوة للروية التى لا روية فيها. وإنما غلبت هذه تلك، فتكون حالها شبيهة بدون تلك، إذا كانت حال النفس حال تهتك فى رداءة مزاج (ففى الطباع المستظهر من الشوق هو أرأس وأملك). ومن أجل هذا يجب أن تكون مذاهب ثلاثة عند تحركه.

وأما الجزء العلوى فليس يتحرك بل هو ثابت. لأن الرأى إما نعت الكل فقضاء ما، وإما نعت وقضاء على الأشخاص المفردة (وذلك أن أحدهما يقول إنه ينبغى لما كان كذا كذا، والآخر يقول إن هذا فى الوقت يفعل كذا وكذا بحد محدود، وإنى أنا بحال كذا وكذا) فهذا الرأى الجزئى يحدث الحركة، والرأى الكلى لا يحرك شيئاً. فأحدهما ساكن ألبتة، والآخر ليس بساكن.