Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bono Habitu (Good Condition)

ἁπλῶς πῆχυς, ἀλλ’ ὅλον τοῦτο μέγας πῆχυς, εἴτε ἡ χοῖνιξ ἄδικος, οὐκέθ’ ἁπλῶς χοῖνιξ, ἀλλ’ ὅλον τοῦτο χοῖνιξ ἄδικος. ὡσαύτως δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων τὸ χωρὶς τῆς προσθήκης ἁπλῶς ὀνομαζόμενον οὐ τῆς αὐτῆς ἐστι φύσεως τῷ μετὰ προσθήκης λεγομένῳ. ἀλλ’ ἐνίοτε τὸ μὲν ἄκρως ἐπαινετόν ἐστι, τὸ δὲ, εἰ οὕτως ἔτυχεν, ψεκτόν· ὥσπερ γε καὶ ἡ τῶν ἀθλητῶν εὐεξία τοσοῦτον δὴ τὸ ἐπαινετὸν ἔχει, ὥστε ψέγεσθαι δεόντως, οὐχ ὑφ’ Ἱπποκράτους μόνον, ἢ τῶν ἄλλων ἰατρῶν τῶν παλαιῶν, ἀλλὰ καὶ πρὸς τῶν ἀρίστων φιλοσόφων, ὡς καὶ Πλάτωνος ἐν τῷ τρίτῳ τῆς Πολιτείας τήν τε ἀχρηστίαν αὐτῆς ἅπασαν εἰς τὴν κατὰ φύσιν ἐνέργειαν ἐπιδεικνύντος, καὶ ὡς σφαλερὰ πρὸς ὑγείαν ἐστὶ διεξιόντος. οὐ γὰρ εὐκρασίαν ἁπλῶς τοῦ σώματος, ἀλλὰ καὶ μέγεθος ὄγκου μεταδιώκοντος, ὃ χωρὶς ἀμέτρου πληρώσεως οὐκ ἂν γένοιτο, οὕτω καὶ σφαλερὰν αὐτὴν ἀπεργάζονται, καὶ πρὸς τὰς πολιτικὰς ἐνεργείας ἄχρηστον. ἵνα τοίνυν τῆς ὄντως εὐεξίας εἰς ἀκριβῆ