ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΕΞΙΑΣ
ΒΙΒΛΙΟΝ.
Τὸ τῆς ἕξεως ὄνομα κατὰ παντὸς ἐπιφέρειν εἰθίσμεθα
τοῦ μονίμου τε καὶ δυσλύτου, καὶ οὐδὲν μᾶλλον ἐπαινοῦντες,
ἢ ψέγοντες. ἀλλ’ ὅταν εὐεξίαν ἢ καχεξίαν εἴπωμεν,
ἤδη τηνικαῦτα διορίζομεν, ὁποίαν τινὰ τὴν ἕξιν εἶναί
φαμεν. ἀγαθὴ μὲν οὖν ἁπλῶς ἕξις ἐν ἀρίστῃ κατασκευῇ
γίνεται σώματος, οὐχ ἁπλῶς δὲ καὶ καθ’ ἑκάστην φύσιν
σώματος. ἡ μέντοι καχεξία περὶ πᾶσαν συνίσταται κατασκευὴν