Digital Corpus for Graeco-Arabic Studies

Galen: De Consuetudinibus (On Habits)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΘΩΝ.

Τῶν θεραπευτικῶν σκοπῶν ἕνα καὶ τὸν ἀπὸ τῶν ἐθῶν ἡγουμένων ὑπάρχειν οὐ μόνον τῶν ἀρίστων ἰατρῶν ἀλλὰ καὶ πάντων ἀνθρώπων ἔνιοι τῶν ἅπασι τοῖς καλοῖς λυμαινομένων ἐπιχειροῦσι διαβάλλειν ἐρωτῶντες ἡμᾶς, διὰ τί βλαβείς τις, εἰ οὕτως ἔτυχε, κατὰ τὴν πρώτην χρῆσιν ὑπὸ βοείων κρεῶν ἐδωδῆς, εἶτ’ ἀναγκασθεὶς καθ’ ἑκάστην ἡμέραν ἐσθίειν ταῦτα δι’ ὅλου τοῦ ἔτους ἢ οὐδὲν οὐκέτι βλάπτοιτ’ ἂν ἢ τῶν ἀήθων ἧττον· εἶθ’, ὅ τι ἂν εἴπωμεν, ἀνατρέποντες λόγῳ νομίζουσιν ἅμα τούτῳ καὶ τὴν τοῦ πράγματος ὕπαρξιν ἀνῃρηκέναι, καθάπερ εἴ τις ἁπάσαις ἀντειπὼν ταῖς περὶ τοῦ πῶς ὁρῶμεν δόξαις οὐδ’ ὁρᾶν ἡμᾶς συγχωροίη. ὅτι μὲν οὖν μεγίστη μοῖρα πρὸς τὴν τῶν ἰαμάτων εὕρεσιν ἡ ἀπὸ τῶν ἐθῶν ἐστιν, ἐναργῶς φαίνεται καὶ διὰ τοῦθ’ Ἱπποκράτης μὲν ἐν ἀφορισμοῖς ἔγραψεν ,,οἱ εἰθισμένοι τοὺς ξυνήθεας πόνους φέρειν, κἢν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀξυνηθέων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσιν“ ἐπὶ πλέον τε διῆλθεν ἐν τῷ περὶ διαίτης ὀξέων τάς τ’ ἐκ τῆς ἀήθους διαίτης βλάβας καὶ τὰς ἐκ τῆς συνήθους ὠφελείας, Ἐρασίστρατος δ’ ὁμοίως ἐν τῷ δευτέρῳ περὶ παραλύσεως ὑπὲρ ἁπάντων ἐθῶν ὡσαύτως Ἱπποκράτει φαίνεται γινώσκων . . . καὶ πρὸς τούτοις γε τῶν παλαιῶν ἰατρῶν οὐκ ἔστιν ὅστις ὁμολογουμένην τε καὶ ἀναντίλεκτον αἰτίαν [οὔτε τούτων τις οὔτε τῶν ἄλλων] εἰρηκέναι δοκεῖ. καὶ γὰρ οἱ πιθανὴν δόξαντες εὑρηκέναι κατὰ μίαν ὕλην ἄλλοι ἄλλην εὑρήκασιν, ἔνιοι μὲν ἐπ’ ἐδεσμάτων μόνων, ἔνιοι δ’ ἐπὶ γυμνασίων ἢ ἐπιτηδευμάτων, ἐπὶ πασῶν δὲ τῶν ὑλῶν οὐδείς. ἀμέλει καὶ περὶ τῆς τοῦ ψυχροῦ δόσεως, ἢν ἐπὶ τῶν ὀξέως νοσούντων ποιούμεθα πολλάκις, ἀντιπράττουσιν ἡμῖν ἔνιοι κωλύοντες μὲν διδόναι τοῖς πυρέττουσι, κελεύοντες δ’ ἡμᾶς ἀρκεῖσθαι ταῖς ἀπὸ τῶν ἄλλων σκοπῶν ἐνδείξεσιν, ὡς ἀπό τε τῶν πεπονθότων τόπων καὶ τῆς ἐν αὐτοῖς διαθέσεως ἡλικίας τε καὶ χώρας καὶ ὥρας ἔτι τε τῆς τοῦ κάμνοντος αὐτοῦ κράσεως καὶ δυνάμεως, αἷς εἰώθαμεν χρῆσθαι, γελοῖον εἶναι φάσκοντες, εἰ φλεγμαίνοντος ἥπατος ἢ πνεύμονος ἢ γαστρὸς ἤ τινος ἑτέρου τῶν οὕτως ἐπικαίρων μορίων ἐπιτρέψομεν τῷ ψυχροπότῃ ψυχρὸν προσφέρεσθαι πόμα δι’ οὐδὲν ἄλλ’ ἢ τὸ ἔθος (ὅμοιον γὰρ τοῦτ’ εἶναί φασιν ὡς εἰ ἐπιτρέποιμεν λούεσθαι ψυχρῷ τοὺς οὕτως εἰθικότας, εἰ πυρέττοιεν), ὥσπερ ἂν ἡμῶν ἅπασι τοῖς ὁπωσοῦν νοσοῦσι τὰ συνήθη πάντα πράττειν ἐπιτρεπόντων, ἀλλ’ οὐχὶ πρὸς τοῖς ἄλλοις ἅπασι σκοποῖς καὶ τὸν ἀπὸ τῶν ἐθῶν παραλαμβανόντων. Ἀριστοτέλης γοῦν ὁ Μιτυληναῖος, ἀνὴρ πρωτεύσας ἐν τῇ Περιπατητικῇ θεωρίᾳ, νοσήματι περιπεσὼν ὑπὸ ψυχροῦ πόσεως ὠφεληθῆναι δυναμένῳ, διότι μηδέποτε τοιοῦτο προσενήνεγκτο πόμα, διεκώλυσε τοὺς συμβουλεύοντας αὐτῷ πιεῖν ἐπίστασθαι σαφῶς εἰπών, ὅτι σπασθήσοιτο γευσάμενος ψυχροῦ· καὶ γὰρ ἐπ’ ἄλλου τοῦτ’ ἔφασκεν ἑωρακέναι τήν τε τοῦ σώματος ἕξιν καὶ κρᾶσιν ὁμοίαν ἑαυτῷ καὶ τὸ τῆς θερμοποσίας ἔθος ἐσχηκότος· εἰ δ’ ἦν ἔθος ὥσπερ ἐνίοις πόματος τοιούτου, μάλιστα μὲν ἂν οὐδ’ αὐτὸς ἔδεισεν αὐτοῦ τὴν προσφοράν· ἐπειδὴ δὲ καὶ τοῦτ’ ἔπαθεν, ἐασάτωσαν οἱ παρόντες ἰατροὶ πάντως αὐτόν. ἐκεῖνος μὲν οὖν οὕτως ἀπέθανεν, ὡς ἐπυθόμην· ἐρομένων δέ με τῶν παραγενομένων αὐτῷ τελευτῶντι, πότερον, ὡς ἐπ’ ἄλλων ἐτόλμησα τοῖς μὲν δι’ ὅλης τῆς νόσον, τοῖς δ’ ἔν τινι καιρῷ δοῦναι ψυχρὸν εὐλαβουμένων τῶν ἰατρῶν, οὕτως ἂν ἐτόλμησα καὶ ἐπ’ ἐκείνου ἢ καλῶς ἐστοχάσατο τῆς ἑαυτοῦ φύσεως ὁ ἀνήρ, ἀπεκρινάμην αὐτοῖς ἀκριβῶς αὐτὸν ἐστοχάσθαι. πάνυ γὰρ ἦν ἰσχνὸς καὶ τὸ στόμα τῆς κοιλίας ψυχρότατον εἶχεν ἐξ ἀρχῆς, ὡς λύζειν εὐθέως, εἴ ποτε βραχέως ψυχθείη. ἀλλ’ ὥσπερ οὗτος οὐκ ἂν ἤνεγκε τὸ ψυχρὸν πόμα διά τε τὸ ἔθος καὶ τὴν τοῦ σώματος φύσιν καίτοι τοῦ νοσήματος ἐνδεικνυμένου, οὕτως ἑτέροις ἔδωκα πάνυ θαρρῶν, εἰ καὶ καυσούμενος ἀκριβῶς ὁ πιὼν εἴη, μηδενὸς ἐπιφανῶς σπλάγχνου φλεγμήναντος, οὐ πάνυ δ’ ἔτι θαρρῶν . . ἀλλὰ μετὰ τὸ προειπεῖν τοῖς οἰκείοις τοῦ κάμνοντος, εἰ μέν μὴ πίοι ψυχροῦ, τεθνήξεσθαι πάντως τὸν ἄνθρωπον, εἰ δὲ πίοι, πολλὰς ἐλπίδας ἕξειν σωτηρίας, οὕτως ἔδωκα καὶ σὺν θεῷ φάναι πάντες ἐσώθησαν οἱ λαβόντες. ὥστε πολυχρονίῳ πείρᾳ κεκριμένου τοῦ βοηθήματος ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν ἰτέον ἀναμνήσαντας πρότερον ὦν ἔγραψαν ὁ μὲν Ἱπποκράτης ἐν τῷ περὶ διαίτης ὀξέων, ὁ δ’ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ περὶ παραλύσεως. ἡ μὲν οὖν Ἱπποκράτους ῥῆσις οὕτως ἔχει· ,,ἀλλὰ μὴν εὐκαταμάθητόν γε ἐστίν, ὅτι φαύλη δίαιτα βρώσιός τε καὶ πόσιος αὐτὴ ἑωυτῇ ἐμφερὴς αἰεὶ ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην ἢ εἴ τις ἐξαπίνης μέγα μεταβάλλοι ἐς ἄλλο κρεῖσσον, ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπίναιοι μεταβολαὶ βλάβας καὶ ἀρρωστίην παρέχουσι. καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾶν, ἢν ἀριστήσωσιν, εὐθέως ἀρρώστους ποιέει καὶ βαρέας ὅλον τὸ σῶμα καὶ ἀσθενέας καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας· ἐνίοισι δὲ ἂν καὶ σπατίλη γένοιτο, ὁκόταν παρὰ τὸ ἔθος ἠχθοφορήκῃ ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι καὶ μὴ δὶς διογκοῦσθαι μηδὲ δὶς ἕψειν τὰ σιτία“. εἶτα μεταξὺ παρενθεὶς ὅπως ἂν τις τὴν βλάβην τούτων ἰάσαιτο, συνάπτων αὖθις ὑπὲρ τῶν παραβάντων τὸ ἔθος οὕτω γράφει· ,,ἔτι δὲ μᾶλλον ἂν πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρης ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν. ἀλλὰ μὴν καὶ οἱ δὶς μεμαθηκότες σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες τε καὶ ἄρρωστοί εἰσι καὶ δειλοὶ ἐς πᾶν ἔργον καὶ καρδιαλγέες. κρέμασθαι γὰρ τὰ σπλάγχνα δοκέει αὐτέοισι καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ ἡ ἄφοδος ξυγκαίεται· ἔστι δὲ οἷσι καὶ τὸ στόμα πικραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχονται· καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ καὶ προηριστήκεσαν. ὁκότε οὖν τὰ τοιαῦτα τοῖς ὑγιαίνουσι γίγνεται εἵνεκα ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος, οὔτε προσθεῖναι λυσιτελὲς φαίνεται οὔτε ἀφελέειν. εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας ὅλην τὴν ἡμέρην κενεαγγήσας δειπνήσειεν, ὁκόσον εἴθιστο, εἰκὸς αὐτόν, εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠρρώστει, δειπνήσας δὲ τότε βαρὺς ἢν, πολὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἐπὶ πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο“. Μετὰ ταῦτα δὲ πάλιν ὁ Ἱπποκράτης, ὥσπερ καὶ πρόσθεν, ἐπανορθώσεις τινὰς τῆς γινομένης βλάβης ἐπὶ τοῖς κενεαγγήσασι παρὰ τὸ ἔθος γράψας ἐφεξῆς πάλιν οὕτω φησί· ,,πολλὰ δὲ ἄν τις ἠδελφισμένα τουτέοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι, ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα, ἃ εἰθίδαται, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά· δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθίδαται, καὶ ἢν μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά. καὶ ὅσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει ἢ σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα ὅσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλὰ εἰ καταμάθοις, ὅσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ στρόφον καὶ φῦσαν τῇ κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ ἀρτοφαγέειν εἰθισμένῳ ἢ οἷον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ ἢ αὐτός γε ὁ ἄρτος θερμὸς βρωθεὶς οἵην δίψην παρέχει καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον· καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἷα διαφέροντα ἀλλήλων ποιέουσι· καὶ μᾶζά γε ξηρὴ παρὰ τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη· καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος ἐξαπίνης ποθείς· ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψην· καὶ λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλουσιν, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα ᾖσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα“. Παρὰ μὲν Ἱπποκράτους ἀρκεῖ τὰ δεῦρο τοῦδε γεγραμμένα παραδείγματα περὶ τῆς τῶν ἐθῶν δυνάμεως, Ἐρασίστρατος δ’ ἐν τῷ δευτέρῳ περὶ παραλύσεως ὧδέ πως ἔγραψεν· ,,δεῖ δὲ πολλὴν πάνυ ἐπίσκεψιν ποιήσασθαι περὶ συνηθείας καὶ ἀσυνηθείας καὶ ἀσυνηθείας τὸν μέλλοντα κατὰ τρόπον ἰατρεύειν· λέγω δὴ τὸ τοιοῦτο· πόνους τοὺς μὲν συνήθεις πολλοὺς πονοῦντες ἄκοποι διατελοῦσιν ὄντες, τοὺς δὲ ἀσυνήθεις ὀλίγους πονήσαντες ὑπόκοποι γίνονται· βρώματά τε ὅσα συνήθη δυσπεπτότερα ὄντα ἔνιοι ῥᾷον πέττουσιν ἢ τὰ ἀσυνήθη εὐπεπτότερα ὄντα· ἐκκρίσεις δὲ τὰς συνήθεις, κἂν ἀλυσιτελεῖς ὦσιν, εἰς συνήθειαν δὲ ἥκωσιν, ἐπιζητεῖ τὸ σῶμα καὶ ἀποστερούμενον τούτων εἰς νόσους ἐμπίπτει, οἷον γίνεται περί τε τὰς τῶν αἱμορροΐδων φορὰς καὶ καθάρσεις, ἃς ἔνιοι αὑτοῖς συνήθεις ποιοῦνται, καὶ δὴ ἑλκῶν κατὰ χρόνον ἐκπιπτόντων καὶ ἰχωρροούντων, καὶ ὡς ἐνίοις κατὰ τινας καιροὺς χολέραι γίνονται. ἁπάσας γὰρ τὰς τοιαύτας ἐκκρίσεις ἀλυσιτελεῖς οὔσας ἐπιζητεῖ τὸ σῶμα καὶ μὴ γινομένων αὐτῶν κατὰ τοὺς εἰθισμένους καιροὺς εἰς πάθη οὐ σμικρὰ ἐμπίπτουσιν, οἷς συνήθη τὰ τοιαῦτα. φαίνεται δὲ καί τινα τοιαῦτα γινόμενα κατὰ τὰς συνηθείας ὧν ἐπιστάμεθα ἐπῶν ἰάμβων· εἴ τις κελεύσειεν ἡμᾶς εἰπεῖν ἐκ μέσου στίχους δύο ἢ τρεῖς ἀσυνήθεις ὄντας τοῦ τοιούτου, οὐκ ἂν εὐπόρως δυναίμεθα· κατὰ δὲ τὴν ἐφεξῆς ἀρίθμησιν ἐπὶ τοὺς αὐτοὺς τούτους ἐλθόντες στίχους ἐξ ἑτοίμου ῥᾳδίως ἐροῦμεν, συνεθιζόμενοι δὲ καὶ τὸ πρότερον εἰρημένον εὐπόρως ποιοῦμεν. συμβαίνει δὲ καὶ τοιοῦτόν τι· οἱ μὲν ἀσυνήθεις τοῦ μανθάνειν βραδέως τε καὶ ὀλίγον μανθάνουσι, συνηθέστεροι δὲ γενόμενοι πολὺ πλεῖον καὶ ῥᾷον τοῦτο ποιοῦσι. γίνεται δὲ καὶ περὶ τὰς ζητήσεις ὅμοιον· οἱ μὲν γὰρ ἀσυνήθεις τὸ παράπαν τοῦ ζητῆσαι ἐν ταῖς πρώταις κινήσεσι τῆς διανοίας τυφλοῦνται καὶ ἀποσκοτοῦνται καὶ εὐθέως ἀφίστανται τοῦ ζητεῖν κοπιῶντες τῇ διανοίᾳ καὶ ἐξαδυνατοῦντες οὐχ ἧττον ἢ ὅσοι πρὸς δρόμους ἀσυνήθεις ὄντες προσέρχονται· ὁ δὲ συνήθης τῷ ζητεῖν πάντη διαδυόμενός τε καὶ ζητῶν τῇ διανοίᾳ καὶ μεταφερόμενος ἐπὶ πολλοὺς τόπους οὐκ ἀφίσταται τῆς ζητήσεως, οὐχ ὅτι ἐν μέρει ἡμέρας ἀλλ’ οὐδὲ ἐν παντὶ βίῳ ἀναπαύων τὴν ζήτησιν· καὶ μεταφέρων ἐπ’ ἄλλας ἐννοίας τὴν διάνοιαν οὐκ ἀλλοτρίας τοῦ ζητουμένου προβάλλει ἕως ἐπὶ τὸ προκείμενον ἐλθεῖν. οὕτω φαίνεται ἄχρι νῦν τὰ τῆς συνηθείας ἰσχύειν ἐν ἅπασι τοῖς ἡμετέροις πάθεσιν ὁμοίως τοῖς τε ψυχικοῖς καὶ τοῖς σωματικοῖς. περὶ μὲν δὴ τούτων εἰς τὸ παρὸν ἱκανῶς εἰρήσθω· ἐν δὲ τοῖς καθόλου λόγοις ὑπὲρ ἰατρικῆς λεγομένοις ἐπὶ πλέον ἐξηρίθμηται ἀναγκαίαν ἔχοντα τὴν ἐπίσκεψιν, εἰ μέλλοι μὴ πολλὰ τῶν κατ’ ἰατρικὴν χωλεύειν.“ Ταῦτα μὲν οἱ ἐνδοξότατοι τῶν ἰατρῶν, Ἐρασίστρατος καὶ Ἱπποκράτης, εἰρήκασι περὶ δυνάμεως ἐθῶν, οὐ λόγῳ τὴν εὕρεσιν αὐτῶν ἀνατιθέντες, ἀλλ’ ἐκ τῶν ἐναργῶς φαινομένων διδαχθέντες, ὅπερ ἀμέλει καὶ τῶν ἄλλων ἀνθρώπων ὅσοι μὴ καθάπερ ὕες ἢ ὄνοι ζῶσιν, ἀλλὰ παρακολουθοῦσιν ὑφ’ ὧν ὠφελοῦνταί τε καὶ βλάπτονται. πάρεστι γοῦν αὐτῶν ἀκούειν ὁσημέραι λεγόντων εἰθίσθαι τῷδε τῷ βρώματι καὶ τῷδε τῷ πόματι καὶ διὰ τοῦτο μὴ δύνασθαι καταλιπεῖν αὐτά· καὶ γὰρ καὶ βλάπτεσθαι κατὰ τὰς μεταβολάς. ὁμοίως δὲ καὶ περὶ τῶν ἐπιτηδευμάτων λέγουσιν, οἷον ἀλουσίας λουτρῶν, ἱππασίας κυνηγεσίων, δρόμου πάλης, ἀγρυπνιῶν ὕπνων, ἡλιώσεως ψύξεως, φροντίδων ὅσα τ’ ἄλλα τοιαῦτα.