Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)

3. Δοκέει δέ μοι ἄξια γραφῆς εἶναι ταῦτα μάλιστα, ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. Ἀκαταμάθητα μὲν οὖν τάδε ἐστί· διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελεῦσι πτισάνας διδόντες ἀδιηθήτους, καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται ὅκως κριθὴν μηδεμίην καταπίῃ ὁ κάμνων (μεγάλην γὰρ βλάβην ἡγεῦνται εἶναι), ἀλλὰ δι᾿ ὀθονίου διηθεῦντες τὸν χυλὸν διδόασιν· οἱ δ᾿ αὖ τινες αὐτέων οὔτ᾿ ἂν πτισάνην παχείην δοῖεν, οὔτε χυλόν· οἱ μὲν μέχρις ἂν ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος ἄχρις ἂν κριθῇ ἡ νοῦσος. Μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί· ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται· καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μηδὲ δοκέειν ὅλως ἰητρικὴν εἶναι· ἔν γε τοῖσιν ὀξέσι τῶν νουσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρωνάκται, ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεύμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι· καὶ σχεδὸν ἂν κατά γε τὸ τοιόνδε τὴν τέχνην φαῖεν ὡμοιῶσθαι τῇ μαντικῇ, ὅτι οἱ μάντιες τὸν αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριστερὸς εἴη, ἀγαθὸν νομίζουσιν εἶναι, εἰ δὲ δεξιὸς, κακόν· καὶ ἐν ἱεροσκοπίῃ τὰ τοιάδε εὕροι τις ἂν ἄλλα ἐπ᾿ ἄλλοισιν· ἀλλ᾿ ἔνιοι τῶν μάντιων τἀναντία τουτέων. Φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισιν· καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύνασθαι, καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφαλείην, καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην, καὶ ἐς ὅ τι ἂν ἕκαστος ἐθέλῃ.

وقد أرى أنّه يجب أن أكتب جميع الأشياء التي لا علم للأطبّاء بها إذ كانت معرفتها جليلة القدر عظيمة وجميع الأشياء التي تحدث منافع عظيمة أو مضارّ عظيمة فأمّا الأشياء التي لا علم للأطبّاء بها فهي هذه ما السبب الذي له صار بعض الأطبّاء يلبث دهره أجمع يسقي المرضى في الأمراض الحادّة كشك الشعير غير مصفّىً فإذا فعل ذلك توهّم أنّ مداواته لهم على الصواب ومنهم من يصرف عنايته كلّه في أن لا يبلع المريض شعيرة واحدة لأنّه يظنّ أنّ في ذلك مضرّة عظيمة لاكنّه يسقيه المريض بعد أن يصفّيه ومنهم من لا يسقي المريض لا كشك الشعير ولا ماءه ومن هؤلاء من يفعل ذلك إلى أن يجوز على المريض سبعة أيّام ومنهم من يفعل ذلك إلى أن ينقضي المرض ويأتي البحران وأكثر من ذلك أنّه ليس من عادة الأطبّاء أن يساءلوا عن مثل هذه المطالبات وخليق أن لا يوجد الجواب ولو سئلوا عنها أيضاً على أنّه قد تهيّأ لهذه الصناعة كلّها أن يثلبها العوامّ ثلباً عظيماً حتّى أنّهم ليس يتوهّمون بتّة أنّ صناعة الطبّ موجودة.

وإذا كان مقدار الاختلاف بين المعالجين في الأمراض الحادّة قد بلغ هذا المبلغ حتّى أنّ ما يدنيه من المريض بعضهم إذا توهّم أنّ ذلك نافع جدّاً قد يتوهّم عليه الآخر أنّه أمر رديء فبحسب هذا قد يقال في صناعة الطبّ إنّها شبيهة بالكهانة لأنّ من يستعمل التكهين قد يقول في الطير الواحد أنّه متى طار شمالاً فتلك علامة صالحة ومتى طار يميناً فتلك علامة رديئة وكذلك يوجد أيضاً شبيه بهذا في الصناعة التي تنظر في الذبائح في الأشياء التي ينظرون فيها ومن المتكهّنين قوم يرون أضداد هذه الآراء وذلك أنّ غناها لجميع المرضى عظيم في استفادة الصحّة وللأصحّاء في التحرّز ولمن يعاني اقتناء الهيئة الفاضلة في جودة اقتناءها ولكلّ ما أراده الإنسان.