Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)

17. Ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον ὅ τι προσθέω· οὔτε γὰρ βηχὸς παρηγορικόν ἐστιν ἐν τοῖσι περιπλευμονικοῖσιν, οὔτε πτυέλου ἀναγωγὸν, ἀλλ᾿ ἧσσον τῶν ἄλλων, εἴ τις διὰ παντὸς ὕδατι ποτῷ χρέοιτο. Μεσηγὺ μέντοι ὀξυμέλιτος καὶ μελικρήτου ὕδωρ ἐπιῤῥοφεόμενον ὀλίγον πτυέλου ἀναγωγόν ἐστι διὰ τὴν μεταβολὴν τῆς ποιότητος τῶν ποτῶν· πλημμυρίδα γάρ τινα ἐμποιέει. Ἄλλως δὲ οὔτε δίψαν παύει, ἀλλ᾿ ἐπιπικραίνει· χολῶδες γὰρ φύσει χολώδει, καὶ ὑποχονδρίῳ κακόν· καὶ κάκιστον ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμώτατον, ὅταν ἐς κενεότητα ἐσέλθῃ· καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἥπατός ἐστιν, ὁκόταν πεπυρωμένον ᾖ· καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν· βραδύπορόν τε γάρ ἐστι διὰ τὸ ὑπόψυχρον καὶ ἄπεπτον εἶναι· καὶ οὔτε διαχωρητικὸν, οὔτε διουρητικόν· προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύσει· ἢν δὲ δὴ καὶ ποδῶν ψυχρῶν ποτε ἐόντων ποθῇ, πάντα ταῦτα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν αὐτέων ὁρμήσῃ. Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν ἢ καρηβαρίην ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν οἴνου ἀποσχετέον· ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον, ἢ ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον παντάπασι, καὶ μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον· οὕτω γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς καὶ γνώμης· ἐν οἶσι δὲ μάλιστα αὐτέων ὕδατι ποτῷ χρηστέον, καὶ ὁκότε πολλῷ κάρτα, καὶ ὅκου μετρίῳ, καὶ ὅκου ψυχρῷ, καὶ ὅκου θερμῷ, τὰ μέν που πρόσθεν εἰρέαται, τὰ δὲ ἐν αὐτέοισι τοῖσι καιροῖσι ῥηθήσεται. Κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον, καὶ τὰ ἀπὸ χλοίης ποιεύμενα, καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων καὶ πυρῶν καὶ κνήκου καὶ μύρτων καὶ ῥοιῆς καὶ τῶν ἄλλων, ὅταν τινὸς αὐτέων καιρὸς ᾖ χρέεσθαι, γεγράψεται παρ᾿ αὐτέῳ τῷ νουσήματι, ὅκως περ καὶ τἄλλα τῶν ξυνθέτων φαρμάκων.