Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Diaeta in Morbis Acutis (Regimen in Acute Diseases)

2. Ἐμοὶ δ᾿ ἁνδάνει μὲν ἐν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἔχει ἢ ὀρθῶς, καλῶς ἕκαστα χρὴ ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ταχέως ἔργα, ταχέως, καὶ ὁκόσα καθαρίως, καθαρίως, καὶ ὁκόσα ἀνωδύνως διαχειρίζεσθαι, ὡς ἀνωδυνώτατα ποιέειν, καὶ τἄλλα πάντα τὰ τοιουτότροπα διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον ποιέειν χρή. Μάλιστα δ᾿ ἂν ἐπαινέσαιμι ἰητρὸν, ὅστις ἐν τοῖσιν ὀξέσι νουσήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τουτέοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. Ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν, καὶ περιπλευμονίην, καὶ φρενῖτιν, καὶ λήθαργον, καὶ καῦσον, καὶ τἄλλα νουσήματα ὁκόσα τουτέων ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν ξυνεχέες. Ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδεες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι, ὑπὸ τουτέων τῶν νουσημάτων ἀποθνήσκουσι μᾶλλον ἢ ὑπὸ τῶν ἄλλων τῶν ξυμπάντων. Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γιγνώσκουσι τοὺς ἐς ταῦτα διαφέροντας τῶν πέλας, ἑτεροίων τε μᾶλλον ἰημάτων ἐπαινέται καὶ ψέκται εἰσίν. Ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ δημόται ἀξυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων εἰσὶν ὥς μελετητέα εἶναι· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νούσους· ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμανθάνειν, ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιαῦτα κάμνοντας. Ἢν γὰρ ὀνομάσῃ τις πτισάνης τε χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ ταῦτα λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλ᾿ ἐν τουτέοισι δὴ καὶ πάνυ μέγα διαφέρουσιν ἕτεροι ἑτέρων.