Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

Διὸ καὶ ὅσοι τῶν ἰατρῶν τε καὶ φυσικῶν ἐξ αἵματος μόνου γίνεσθαι καὶ τρέφεσθαι τὸ ζῶον ἀπεφῄναντο, χρὴ καὶ τούτων ἐπαινεῖν τὴν γνώμην, ὡς εἰκότα γινωσκόντων. ἀλλ’ Ἱπποκράτης φυσικώτερον ἔτι καὶ τούτων ἐκ τῶν τεττάρων χυμῶν καὶ τὴν γένεσιν, καὶ τὴν αὔξησιν, καὶ τὴν θρέψιν εἷναί φησι τοῖς σώμασιν ἡμῶν, ἅμα μὲν, ὡς καὶ πρόσθεν εἴρηται, παμπόλλην ὁρῶν ἐκ τοῖς ὑγιαίνουσιν ποικιλίαν τῆς τῶν σωμάτων ἰδέας οὐκ ἂν γιγνομένην, εἴπερ εἶς ἦν ὁ στοιχειώδης χυμός· ἔπειτα δὲ καὶ τὰς τῶν μορίων φύσεις, οὕτω πάμπολυ διαφερούσας,  οὐκ εἰκὸς, οὔτ’ ἐκ μιᾶς οὐσίας γεγονέναι κατ’ ἀρχὰς εὐθὺς, οὔτε μιᾶς ἔδει κεχρῆσθαι τροφῆς. ἅπαντα δὲ ταῦτά τὰ νῦν ὑπ’ ἐμοῦ λεγόμενα διὰ βραχυτάτης ἐνεδείξατο ῥήσεως ὁ Ἱπποκράτης, ὡδί πως εἰπών· ὡς γὰρ τὰ σπειρόμενά τε καὶ φυόμενα, ὅταν εἰς τὴν γῆν εἰσέλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν ἑωυτοῦ ἐὸν ἐν τῇ γῇ, ἔνι δὲ καὶ ὀξὺ, καὶ γλυκὺ, καὶ πικρὸν, καὶ ἁλμυρὸν, καὶ παντοῖον· πρῶτον μὲν οὖν καὶ πλεῖστον τούτου εἵλκυσεν εἰς ἑαυτὰ, ὅ τι ἂν ᾖ αὐτῷ κατὰ φύσιν μάλιστα, ἔπειτα δὲ ἕλκει καὶ τὰ ἄλλα τοιοῦτο δή τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι. διὰ τούτου τοῦ λόγου καὶ περὶ θρέψεως καὶ κενώσεως τῆς ἐν ταῖς καθάρσεσιν ἀκριβῶς ἡμᾶς ἐδίδαξεν· ὅπερ ἐπὶ πλεῖστον μὲν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν ἀναγκαῖον ἔσται μοι διελθεῖν· οὐ μὴν ἀλλὰ καὶ νῦν ἤδη τὸ κεφάλαιον ὁρᾷν ὑπάρχει. φυσικὴ γάρ τίς ἐστι δύναμις ἑλκτικὴ τῶν οἰκείων ἑκάστῳ τῶν ὄντων· ὥσπερ ἐν τῇ λίθῳ τῆ ἡρακλείᾳ τοῦ σιδήρου. ταύτῃ τε οὖν καὶ τοιαύτῃ τῇ δυνάμει καὶ τὰ τῶν θρέψεων καὶ τὰ τῶν καθάρσεων ἐπιτελεῖται, ἑλκούσῃ μὲν ἀεὶ τὸ οἰκεῖον, ὅταν ᾖ δαψιλὲς, ἅμα δ’ αὐτῷ πολλάκις ἐπισπωμένῃ καὶ τὸ μὴ τοιοῦτο, οἷόν τι κᾀν τοῖς καθαίρουσιν ὑπάρχει φαρμάκοις. ὁπότ’ ἂν γὰρ ἅπαν ἐκκενώσῃ τὸ ἐπιπολάζον ἢ χολῆς ἢ φλέγματος, (οὕτω δὲ καλῶ τὸ περιεχόμενον ἐν ταῖς φλεψὶν) ἐξ αὐτῶν ἕλκει λοιπὸν τῶν στερεῶν σωμάτων τὴν οἰκείαν ἰκμάδα βίᾳ καὶ μόγις, ἀναλύοντά τε καὶ οἷον ἀναστοιχειοῦντα καὶ φθείροντα τὸ ζῶον. ἐν δὲ τῷ σφοδρῷ τῆς ὁλκῆς συνέπεταί τις τῶν ἄλλων χυμῶν, ὃς ἂν ἐφεξῆς ὑπάρχῃ τῇ φύσει τῷ βιαίως ἑλκομένῳ.

ولذلك قد ينبغى أن نجيز قول من قال: إن الحيوان إنما يتولد، ويتغذى من الدم وحده.

إذ كان قولهم قولا مشبها، غير بعيد من الحق.

فأما بقراط فيتجاوزهم فى دقة النظر فى المجرى الطبيعى. فقال:

إن الكون، والنشوء، والغذاء يكون فى أبداننا من الأخلاط الأربعة.

ودعاه إلى أن قال ذلك شيئان:

أحدهما: ما رآه، كما قلت قبل، من شدة الاختلاف فى صورة أبدان الأصحاء، الذى لم يكن أن يكون مثله يوجد فيها لو كان الخلط الأصلى إنما هو واحد.

والثانى: ما رآه من شدة اختلاف طبائع الأعضاء، الذى لا يشبه معه أن يكون كونها فى أول الأمر حدث من جوهر واحد، ولا أن تكون كلها تغتذى بنوع واحد من الغذاء.

وقد أشار بقراط إلى جميع هذه المعانى التى وصفتها فى قولى هذا بقول قصير، وجيز فى غاية الإيجاز، فقال:

فكما أن ما يغرس وما يزرع، إذا صار فى الأرض، جذب كل واحد منه ما هو له طبيعى مما يجده فى الأرض. وقد يوجد فى الأرض شىء حامض، وشىء حلو، وشىء مر، وشىء مالح، وغير ذلك من كل نوع. كذلك الحال فى بدن الحيوان. وأول ما يجتذب إليه وأكثره الشىء الذى هو أولى الأشياء أن يكون له طبيعيا. ثم انه بعد ذلك يجتذب سائر الأشياء. وكذلك تفعل الأدوية فى البدن.

فقد وصف لنا ابقراط فى هذا القول أمر قبول الغذاء، وأمر الاستفراغ الذى يكون بالأدوية على الاستقصاء.

وسأشرحه لا محالة شرحا بالغا فى كتابى فى القوى الطبيعية.

وأنت قادر الآن على أن تقف على جملته وتعلمها.

وذلك أن فى كل واحد من الأشياء الموجودة قوة طبيعية تجتذب الأشياء الموافقة له، كما فى حجر المغنطيس القوة التى يجذب بها الحديد.

وبهذه القوة يلتئم أمر الغذاء، وأمر الاستفراغ بأدوية الإسهال، والقىء، وذلك أن تلك القوة تجتذب الشىء الموافق ما دام ممكنا كثيرا. وربما اجتذبت معه الشىء الذى ليس هو كذلك. كما قد يحدث ذلك فيما يظهر من عمل أدوية الإسهال، والقىء. وذلك أنها إذا استفرغت جل المرار، أو البلغم، حتى تأتى عليه — وأعنى بجلهما، ما تحويه منهما العروق — اجتذبت من نفس الأعضاء الأصلية ما فيها من الرطوبة المشاكلة لها بالقسر، والعنف، والكد الشديد، فتحلل البدن، وكأنها تروم أن تصير إلى الاستقصات التى كان عنها، فتفسده. فبشدة ذلك الجذب يتبعه واحد من سائر الأخلاط، وهو الذى يتلو فى طبيعته ذلك الخلط الذى يجتذب قسرا.