Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ἹΠΠΟΚΡΑΤΗΝ ΣΤΟΙΧΕΙΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

Ἐπειδὴ τὸ στοιχεῖον ἐλάχιστόν ἐστι μόριον, οὗπερ ἂν ᾖ στοιχεῖον, ἐλάχιστον δὲ οὐ ταὐτὸν αἰσθήσει τε φαίνεται καὶ ὄντως ἐστί· πολλὰ γὰρ ὑπὸ σμικρότητος ἐκφεύγει τὴν αἴσθησιν· εὔδηλον, ὡς οὐκ ἂν εἴη τῶν φύσει τε καὶ ὄντως ἑκάστου πράγματος στοιχείων ἡ αἴσθησις κριτήριον. εἰ γοῦν ἐθελήσεις ἰὸν καὶ καδμίαν, καὶ λιθάργυρον, καὶ μίσυ, τρίψας ἀκριβῶς ὁμοῦ πάντα, καὶ χνοώδη ποιήσας, ἐπιτρέπειν αἰσθήσει τὴν διάγνωσιν, ἓν εἶναί σοι τὰ πάντα δόξει. κᾂν εἰ μὴ τέτταρα δὲ μόνον, ἀλλὰ καὶ πολλῷ πλείω κατὰ τὸν αὐτὸν τρόπον ἀναμίξεις ἀλλήλοις, ἓν εἶναί σοι καὶ ταῦτα φανεῖται πάντα, καί τοί γε οὐχ ἓν ὄντα. ταῦτ’ ἄρα καὶ Ἱπποκράτης ἐπισκεπτόμενος ἀνθρώπου φύσεως στοιχεῖα, τῶν μὲν, ὡς πρὸς τὴν αἴσθησιν ἁπλουστάτων τε καὶ πρώτων, καταφρονεῖ, τὰ δὲ ὄντως τε καὶ φύσει ζητεῖ. καὶ γὰρ δὴ καὶ ἡ χρεία τούτων εἰς τὰς ἰάσεις οὐδὲν ἧττόν ἐστι τῶν πρὸς τὴν αἴσθησιν, ὡς ἐν ἑτέροις ἐπιδέδεικται. καὶ φαίνεσθαι μὲν στοιχείοις τοῖς αἰσθητοῖς τούτοις συγχωρήσειεν ἂν τις, εἶναι δὲ οὐ συγχωρήσειεν. οὐ γὰρ δὴ τὸ φαινόμενον ἁπλούστατόν τε καὶ πρῶτον μόριον, ἀλλὰ τὸ πρὸς τὴν φύσιν ὑπάρχον τοιοῦτο στοιχεῖον ὄντως ἐστίν. ὡς εἴ γε τὸ φαινόμενον ἐλάχιστόν τε καὶ πρῶτον μόριον ἑκάστου, τοῦτο φήσομεν εἶναι τὸ φύσει στοιχεῖον, ἄλλα μὲν τοῖς ἀετοῖς, καὶ Λυγκεῖ, καὶ εἴ τις ἕτερος ἄνθρωπος ἢ ζῶον ἄλλο ὀξυωπέστατόν ἐστιν, ἄλλα δὲ ἡμῶν ἑκάστῳ φανεῖται τὰ στοιχεῖα. μὴ τοίνυν οὕτως, ἀλλὰ τὰ πρῶτά τε καὶ ἁπλούστατα τῇ φύσει, καὶ μηκέτ’ εἰς ἄλλα διαλυθῆναι δυνάμενα ζητῶμεν, εἰ μέλλοιμεν ἢ ἀνθρώπου φύσεως, ἤ τινος ἄλλου τῶν ὄντων ἐπιστήμην ἀκριβῆ λήψεσθαι.