Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΚΑΘ’ ῾ΙΠΠΟΚΡΑΤΗΝ ΣΤΟΙΧΕΙΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ.

Ἐπὶ δὲ τὸν δεύτερον λόγον ἤδη μοι ἰέναι καιρός. ἀποδείξας γὰρ ὁ Ἱπποκράτης. ἁπάντων τῶν ὄντων κοινὰ στοιχεῖα τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ἐφεξῆς ἐπὶ γένος ἕτερον στοιχείων μέτεισιν, οὐκέτι πρῶτον οὐδὲ κοινὸν, ἀλλὰ τῶν ἐναίμων ζώων ἴδιον. αἷμα γὰρ, καὶ φλέγμα, καὶ χολὴ ξανθή τε καὶ μέλαινα στοιχεῖα τῆς ἁπάντων γενέσεώς ἐστι τῶν ἐναίμων ζώων, οὐκ ἀνθρώπου μόνον. ἀνθρώπου δέ γε ἴδια μόρια τὰ ἐλάχιστά τε καὶ ὁμοιομερῆ προσαγορευόμενα. κοινωνία δέ ἐστι καὶ τούτων αὐτῶν πρὸς ἔνια τῶν ἐναίμων ζώων, οἷον ἵππον, καὶ βοῦν, καὶ κύνα, καὶ τἄλλα, ὅσα τοιαῦτα. πάντα γὰρ ταῦτα καὶ ἀρτηρίας ἔχει, καὶ φλέβας, καὶ νεῦρα, καὶ συνδέσμους, καὶ ὑμένας, καὶ σάρκας, οὐ μὴν ἀκριβῶς γε πάντη τοῖς ἀνθρώποις ὅμοια. τινὰ δὲ καὶ κατὰ γένος ἕτερα, καθάπερ ὁπλὰς, καὶ κέρατα, καὶ πλῆκτρα, καὶ ῥάμφη, καὶ φολίδας, καὶ λεπίδας. ὥσπερ οὖν τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν ἁπάντων. ἦν κοινὰ στοιχεῖα, κατὰ τὸν αὐτὸν τρόπον ἴδια πάλιν ἑκάστου τῶν ζώων ἐστὶ τὰ πρῶτα πρὸς αἴσθησιν μόρια, περὶ ὧν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέξεται. μεταξὺ δὲ τούτων τε κᾀκείνων ἡμῖν μὲν οἱ τέσσαρες χυμοὶ, τῶν δ’ ἄλλων ζώων ἑκάστῳ τοῦθ’, ὅπερ ἂν ὕλη τῆς γενέσεως αὐτῶν ᾖ προσεχής. οὕτω γὰρ εἰώθασιν ὀνομάζειν, ἐξ ἧς πρώτης τι γίνεται, μηδεμιᾶς ἐν μέσῳ δεομένης ἑτέρας μεταβολῆς.