Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

Πρὸς μὲν τοὺς λέγοντας, αἷμα μόνον εἶναι τὸν ἄνθρωπον, ἢ ἓν ὁτιοῦν ἄλλο, τοσοῦτον εἰπὼν ἠρκέσθη, δεικνύειν ἀξιώσας αὐτοὺς, μὴ μεταλλάσσοντα τὴν ἰδέαν τὸν ἄνθρωπον, μήτε γινόμενον παντοῖον, ἀλλ’ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίας τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἓν ἐὸν φαίνεται μοῦνον. εἰκὸς γάρ ἐστιν εἶναί φησι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐν ἑωυτέῳ ἓν ἐὸν, ὅ τί ἐστι.  πρὸς δὲ τῷ διττὰς μὲν χολὰς ἀναμεμίχθαι τῷ αἵματι διὰ παντὸς, ὠχρὰν καὶ μέλαιναν, ἐπ’ αὐταῖς δὲ τρίτον τὸ φλέγμα, τὰ κατὰ φύσιν ἐν ταῖς ἡλικίαις τε καὶ ὥραις φαινόμενα διῆλθεν. ἢν γάρ τοι δῴης, φησὶν, ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι φλέγμα. καὶ ἢν δῴης φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολή. καὶ ἢν τρώσῃς αὐτοῦ, φησὶ, τὶ τοῦ σώματος, ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αἷμα. καὶ ταῦτα ποιήσει σοι, φησὶ, πάντα πάσῃ ἡμέρῃ καὶ νυκτὶ; καὶ χειμῶνος καὶ θέρεος. πρὸς δὲ τῷ ταῦτα εἶναι τὴν φύσιν αὐτοῦ, τουτέστιν ἐκ τούτων ἅπαντα τὰ μόρια καὶ γεγονέναι καὶ τρέφεσθαι, τάδε φησί. πρῶτον μὲν φανερός ἐστιν ὁ ἄνθρωπος ἔχων ἐν ἑαυτῷ ταῦτα πάντα, ἕως ἂν ζῇ. ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, τέθραπταί τε ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁπόσα φημί τε καὶ ἀποδείκνυμι. ταῦτα πάντα, ἐάν τις ἐκποδὼν ποιήσηται τὴν Ἀσκληπιάδειον ἀναισχυντίαν, ἱκανῶς ἀποδείκνυσι τὸ προκείμενον. εἰ γὰρ ἕκαστον τῶν καθαιρόντων φαρμάκων ἕλκει τινὰ χυμὸν, καὶ χρόνος οὐδείς ἐστιν, ἐν ᾧ διδοὺς ὁτιοῦν αὐτῶν ἀπορήσεις ἐκκενῶσαι τὸν οἰκεῖον χυμὸν, εὔδηλον, ὡς οὐδεὶς χρόνος ἐστὶν, ἐν ᾧ μὴ μετέχει τῶν τεσσάρων χυμῶν ὁ ἄνθρωπος. ἀλλὰ καὶ ἡ γένεσις ἐξ αἵματος ἦν αὐτῷ, τοῦ τῆς μητρὸς, οὐ καθαροῦ δήπουθεν ὄντος, ἀλλ’ ἐπιμεμιγμένου φλέγματί τε καὶ διτταῖς χολαῖς. ἐδείχθη γὰρ ὁ ἅπας ἄνθρωπος ἐν παντὶ καιρῷ ταῦτα ἔχειν ἐν ἑαυτῷ. εἰ τοίνυν καὶ γέγονεν ἐκ τούτων ὁ ἄνθρωπος καὶ τὴν αὔξησιν καὶ τὴν τροφὴν ἐκ τούτων ἔχει, ταῦτά ἐστιν ἡ φύσις αὐτῷ. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα. τῶν δὲ κατὰ μέρος εἰρημένων ἐν τῷ βιβλίῳ τινὰ μὲν περὶ τῆς κατά τε τὰς ἡλικίας καὶ τὰς ὥρας μεταβολῆς διδάσκει· τινὰ δὲ πίστιν οὐ σμικρὰν φέρει τοῦ τὸν οἰκεῖον χυμὸν ἕκαστον τῶν καθαιρόντων ἕλκειν καὶ τοῦ τὸν ἄνθρωπον ἁπάντων δεῖσθαι τῶν εἰρημένων χυμῶν. αὐτίκα γέ τοι τὰ κατὰ τὰς ὑπερκαθάρσεις γινόμενα μάλιστα τὸν οἰκεῖον ἐνδείκνυται χυμὸν ἕκαστον τῶν φαρμάκων ἕλκειν. ὁπόταν γὰρ πίῃ τις φάρμακον, ὅ τι χολὴν ἄγει, πρῶτον μὲν χολὴν ἐμέει, ἔπειτα δὲ φλέγμα, ἔπειτα δὲ ἐπὶ τούτοις χολὴν ἐμέουσι μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρόν. τὰ αὐτὰ δὲ πάσχουσι, φησὶ, καὶ ὑπὸ τῶν φαρμάκων τῶν φλέγμα ἀγόντων· πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα χολὴν ξανθὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν. ἡ μὲν οὖν ῥῆσις αὕτη. πρόδηλον δ’ ἐξ αὐτῆς συλλογίσασθαι, διότι τὸν οἰκεῖον χυμὸν ἕκαστον ἐπισπᾶται τῶν καθαιρόντων φαρμάκων. ὁπόταν γὰρ ἀσθενέστερον ἑαυτοῦ τὸ ζῶον ὑπάρχῃ, νενικημένον ὑπὸ φαρμάκου, ὡς πλησίον ἥκειν θανάτου, τότ’ ἀφίσταται μὲν ἡ τοῦ προτέρου χυμοῦ κένωσις, διαδέχεται δ’ αὐτὴν ἑτέρα. καίτοι δυοῖν θάτερον κατὰ τὸν Ἀσκληπιάδην ἐχρῆν ἢ μηδ’ ὅλως ἐκκενοῦσθαι μηδένα χυμὸν, ἢ φέρεσθαι τὸν ἐξ ἀρχῆς διὰ παντός. ἀῤῥωστοῦντος μὲν οὖν ἤδη τοῦ δοθέντος φαρμάκου, μηδένα δρῶντος δὲ, ὃ πέφυκε δρᾷν, ἐκεῖνον μόνον ἐχρῆν φέρεσθαι διὰ παντὸς, ὃν ἐξ ἀρχῆς ἐκένου. οὐ γὰρ δή που πρότερον μὲν, ὅτε ἰσχυρὸν ἦν ἔτι τὸ σῶμα, καὶ συντήκειν αὐτὸ, καὶ μεταβάλλειν εἰς ὅπερ ἐπεφύκει, τὸ φάρμακον ἱκανὸν ἦν· ἐπεὶ δ’ ἀσθενὲς ἐγένετο, νῦν οὐκέτι ταὐτὰ δρᾶσαι δυνήσεται. καὶ μὴν, ὅτι γε δρᾷ, πρόδηλον. ἐκκενοῦται γὰρ οὐδὲν ἧττον ἐν τῷδε καὶ διαλύεται καὶ φθείρεται τὸ σῶμα. πῶς οὖν οὐκέθ’ ὅμοιος τῷ πρόσθεν ὁ κενούμενος χυμὸς φαίνεται; οὐκ ἄλλως πάντως, ἢ ὅτι πᾶς ἐκεῖνος ὀλίγου δεῖν ἐκκεκένωται τοῦ σώματος. ὥστ’ οὐδὲ ζῇν ἔτι δυνατὸν ἔσται τῷ ζώῳ, τῶν στοιχείων τινὸς αὐτοῦ παντάπασιν ἀπολλυμένου, ἀλλὰ διαλύεσθαί τε καὶ φθείρεσθαι καὶ ῥεῖν ἐφεξῆς, ὅστις ἂν ἔτι τῶν ὑπολοίπων χυμῶν ἑτοιμότερος ᾖ κενοῦσθαι. διὰ τοῦτ’ οὖν, εἴτε χολῆς μελαίνης, εἴτε φλέγματος ἀγωγὸν εἴη τὸ φάρμακον, ἐν ταῖς ὑπερκαθάρσεσιν ὁ τῆς ξανθῆς χολῆς ἕπεται χυμὸς, ὡς ἂν θερμότατός τε καὶ λεπτότατος ὑπάρχων. εἰ δ’ αὖ τῆς ξανθῆς χολῆς εἴη τὸ φάρμακον ἀγωγὸν, ἐφεξῆς μὲν τὸ φλέγμα κατὰ τὰς ὑπερκαθάρσεις, ἔπειθ’ ἡ μέλαινα κενοῦται· βαρυτάτη γὰρ αὕτη, καὶ παχεῖα, καὶ δυσκίνητος. ὕστατον δὲ πάντων τὸ αἷμα, τῷ μάλιστα οἰκεῖον εἶναι τῇ φύσει.