Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

Καὶ μὲν δὴ καὶ τὸ εἶδος τῶν λόγων ὡσαύτως ἔοικεν Ἀριστοτέλης πεποιῆσθαι τῷ Ἱπποκράτει. προειπὼν γὰρ εὐθὺς ἐν ἀρχῇ· τὸ μὲν οὖν, εἰ ἕν ἐστι καὶ ἀκίνητον τὸ ὂν, σκοπεῖν, οὐ περὶ φύσεώς ἐστι σκοπεῖν· εἶτ’ αὐτὸ τοῦτο ἀποδείξας, καὶ διὰ τοῦτο μηδ’ ἀντιλογίας τινὸς δεῖσθαι φήσας τὸν Μελίσσου τε καὶ Παρμενίδου λόγον, ἐναργῶς ἑκάτερον ἄτοπον ὄντα, προϊόντος τοῦ συγγράμματος, ἀντιλέγων αὐτοῖς εὑρίσκεται. ταὐτὸν δὴ τούτῳ καὶ ὁ Ἱπποκράτης ἔπαθεν. ἐνδειξάμενος γὰρ, ὡς ἀναιροῦσι τὴν ἰατρικὴν τέχνην οἱ ἓν εἰπόντες εἶναι τὸ στοιχεῖον, καὶ ὡς οὐκ ἔστιν αὐτοῖς ἐπιτήδειος ὅδε λόγος ἀκούειν, ὅμως ἐν τοῖς μετὰ ταῦτα φαίνεται διαβάλλων αὐτῶν τὴν δόξαν. ὅτι δὲ καὶ τὰς τῆς φυσιολογίας ἀρχὰς, ὡς Ἀριστοτέλης ἔλεγε, καὶ τὰς τῆς ἰατρικῆς, ὡς Ἱπποκράτης φησὶν, ἀναιροῦσιν οἱ ἓν εἶναι λέγοντες τὸ ὂν, ἄντικρυς δῆλον, ἥ τε γὰρ φυσιολογία περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ καὶ ὅλως ἐν μεταβολῇ σωμάτων ἐστίν. εἰ δὲ ἕν ἐστι μόνον τὸ ὃν, ἀνῄρηται ταῦτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἡ ἰατρικὴ πρῶτον μὲν κᾀκ τοῦ τῆς γενέσεώς τε καὶ φθορᾶς οἷον ὑπηρέτης ὑπάρχειν, εἰ μὴ δοθείη ταῦτα, συναναιρεῖται καὶ αὐτή. ἔπειτα δὲ καὶ οἱ τρόποι τῶν ἰάσεων, οἱ πολλοὶ καὶ πολυειδεῖς, οὗτοι πρὸς τῶν ἓν ἡγουμένων εἶναι τὸ ὂν ἀνατρέπονται. ἢ γὰρ οὐδ’ ὅλως πείσεταί τι τὰ σώματα ἡμῶν, ἢ, εἴπερ πάσχει, καθ’ ἕνα τρόπον πείσεται, ὥστε καὶ τὸ ἰώμενον ἓν ἔσται. εἰ δὲ τοῦτ’ ἀληθὲς, ἀπόλωλε δηλονότι σύμπασα ἰατρική. πολλῶν μὲν γὰρ ὄντων τῶν ἰωμένων, ἰατροῦ ἔργον ἐστὶ τὸ πρόσφορον ἑκάστῳ τῶν νοσημάτων ἐξευρεῖν. ἑνὸς δ’ ὑπάρχοντος κατ’ εἶδος τοῦ τε ἰωμένου καὶ τοῦ νοσοῦντος, οὐδεὶς κίνδυνος ἀποτυχίας. ὥστ’ ὀρθῶς εἶπεν ὁ Ἱπποκράτης εὐθὺς κατ’ ἀρχάς· ὅστις μὲν οὖν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσεως τῆς ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης ἐς ἰατρικὴν ἀφίκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, τοῦτ’ ἔστιν οὐ παντελῶς ἓν, οὐδὲ μόνον. ὁ γὰρ τοῦτο λέγων προσωτέρω, ἢ κατὰ τὴν ἰατρικὴν, ἀποφαίνεται τὰς ἀρχὰς τῆς τέχνης ἀνατρέπων. χρὴ γὰρ, εἴπερ τι ἄλλο, καὶ τοῦτο συγκεχωρῆσθαι τοῖς ἰατροῖς, ὡς πολλαὶ μὲν αἱ τῶν νοσημάτων ἰδέαι, πολλαὶ δ’ αἱ τῶν ἰαμάτων. τοῦτ’ οὖν ὁ μὴ συγχωρῶν ἀναιρεῖ τὰς ἀρχὰς τῆς ἰατρικῆς, ὥστε προσωτέρω ἢ κατὰ τὴν ἰατρικὴν ὁ λόγος ἐστίν. ὁ γὰρ ἀντιλέγων τοῖς ἀναιροῦσιν ἡστινοσοῦν τέχνης τὰς ἀρχὰς οὐχ ὁ τεχνίτης ἐστὶ τῆς ἀναιρουμένης τέχνης, ἀλλ’ ἕτερός τις, ὅπερ ἄν σοι γένηται δῆλον κᾀκ τῆς τοῦ Ἀριστοτέλους ῥήσεως ἐχούσης ᾧδε· ὥσπερ γὰρ τῷ γεωμέτρῃ οὐκ ἔτι λόγος ἐστὶ πρὸς τὸν ἀναιροῦντα τὰς ἀρχὰς, ἀλλ’ ἤτοι ἑτέρας ἐπιστήμης, ἢ κοινῇ πασῶν, οὕτως οὐδὲ τῷ φυσικῷ· τοῖς γὰρ ἀναιροῦσι τὰ ἐναργῶς φαινόμενα ἢ κοινῇ πάντας ἀνθρώπους μέμφεσθαι προσῆκεν, ὡς ἀνατρέπουσι τὸν βίον, ἢ τέχνην τινὰ ὑπὲρ τῶν ἀρχῶν ἀγωνιζομένην προστήσασθαι παρὰ τὰς κατὰ μέρος ἁπάσας, αὐτὴν δ’ ἑκάστην τῶν κατὰ μέρος τεχνῶν ἐπὶ ταῖς ἀρχαῖς συγχωρηθείσαις οὕτω προϊέναι. φαίνονται τοίνυν ὁ μὲν Ἀριστοτέλης τε καὶ Ἱπποκράτης ὡσαύτως διατεθεῖσθαι τὸν λόγον, οἱ δ’ ἐξηγηταὶ μὴ παρακολουθεῖν. οὐδὲ γὰρ διὰ τοῦτ’ εἶπεν ὁ Ἱπποκράτης, οὐκ ἐπιτήδειον εἶναι τὸν λόγον τοῖς εἰωθόσιν ἀκούειν περὶ φύσεως ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης εἰς ἰατρικὴν ἀφίκει, διότι καταγινώσκει τῶν πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα τιθεμένων στοιχεῖα, ἀλλ’ ἁπλῶς ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῖς ἓν ὁτιοῦν αὐτῶν εἰποῦσιν εὑρίσκεται μεμφόμενος, ἐπεὶ ἐκεῖνό γε δεινῶς ἄλογόν ἐστιν, εἰ, διότι μηδὲν τῶν τεττάρων εἰλικρινὲς ἐν τῷ σώματι φαίνεται, διὰ τοῦτ’ ἀπιστηθήσεται πάντα. κατὰ γὰρ τὸν αὐτὸν, οἶμαι, τρόπον ἀπιστήσει τις, ἐκ κηροῦ καὶ ῥητίνης καὶ πίττης καὶ στέατος συγκεῖσθαι τὴν τετραφάρμακον καλουμένην, ὅτι μηδὲν αὐτῶν ὁλόκληρον καὶ παντελὲς ἐν αὐτῇ περιεχόμενον φαίνεται. καὶ τί δεῖ λέγειν περὶ τῶν οὕτω δι’ ὅλων ἀλλήλοις κραθέντων; ὅπου καὶ τὰ ξηρὰ φάρμακα, τὰ ἐκ καδμίας καὶ στίμμεως καὶ χαλκοῦ κεκαυμένου συγκείμενα, καλῶς λειωθέντα, τῶν ἁπλῶν οὐδέν τι εἰλικρινὲς διασωζόμενον ἔχει, οὐδ’ ἐστὶ λαβεῖν τι μόριον οὐδὲ τὸ σμικρότατον αὐτῶν, ἐν ᾧ τῶν εἰρημένων ὁτιοῦν ἓν ἄκρατόν τε καὶ ἄμικτον ἑτέρου θεάσῃ. μὴ τοίνυν, ἐπειδὴ καὶ τὰ τῶν ζώων σώματα τῶν τεττάρων στοιχείων οὐδὲν εἰλικρινὲς διασωζόμενον ἔχει, ἐκ τούτων ἀπιστῶμεν αὐτὰ κεκρᾶσθαι,  μήτε διὰ τοῦτο τὸν μὲν κόσμον ἐκ τῶν τεττάρων εἶναι στοιχείων συγχωρήσωμεν, ἀφαιρώμεθα δὲ τὰ ζῶα τῆς ἐκ τούτων γενέσεως, ὥσπερ ἔξωθέν ποθεν ἥκοντα, καὶ οὐκ ἐν τῷ κόσμῳ γεγονότα. ἢ δεῖξαί μοι σὺ κελεύεις, γῆν ἐν τοῖς τῶν ζώων σώμασιν εἰλικρινῆ καὶ ἄμικτον, αὐτὸς μηδ’ ἐν τῷ κόσμῳ δεῖξαι τοιαύτην δυνάμενος; ὅ τι γὰρ ἂν λάβοις αὐτῆς τὸ μόριον, εὐθὺς τοῦτο καὶ θερμότητός τινος, καὶ νοτίδος, καὶ ἀερώδους οὐσίας μετέχει, τῆς ἀμίκτου γῆς, ἣν δὴ καὶ στοιχεῖον ἐπινοοῦμεν, ἐσχάτως πυκνῆς οὔσης, καὶ βαρείας, καὶ ψυχρᾶς, καὶ ξηρᾶς. ἀλλ’ οἷον ἐν τῷ κόσμῳ τὸν λίθον ἐπιδεικνύεις μοι σὺ γεῶδες σῶμα, τοιοῦτον ἐν τοῖς ζώοις ἐπιδείξω σοι τό τε τῶν ὀστῶν γένος καὶ τὸ τῶν χόνδρων καὶ τὸ τῶν τριχῶν. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ κᾀν τοῖς ὀστρακοδέρμοις ζώοις τὸ καλούμενον ὄστρακον, ἀκριβῶς εἰς γῆς ἰδέαν ἀπεξηραμμένον καὶ πεπιλημένον· ὥστ’, εἰ ζητεῖς ἐν τοῖς ζώοις γῆν, ἔχεις θεάσασθαι τοιαύτην, οἵαν κᾀν τῷ κόσμῳ, τήν τε ἄμικτόν τε καὶ παντελῆ καὶ μόνην οὐκ ἂν οὐδ’ ἐν ἐκείνῳ ῥᾳδίως ἐξεύροις· ὥσπερ οὐδὲ ὕδωρ καθαρὸν καὶ ἀμιγὲς ἁπάντων τῶν ἄλλων, οὐδὲ πῦρ, οὐδὲ ἀέρα. νενόθευται γὰρ ἅπαντα τοῖς ἑτερογενέσι, καὶ ἀναμέμικται, καὶ μετείληφεν ἀλλήλων, ἢ μᾶλλον, ἢ ἧττον. ἀλλά τοι κᾀν τῇ μίξει τοῖς γε νοῦν ἔχουσιν ἡ τοῦ κρατοῦντος ἰδέα φαίνεται. μὴ τοίνυν μηδ’ ἐν τοῖς τῶν ζώων σώμασιν ἄμικτόν τι ζήτει, ἀλλ’ ἀρκείτω σοι, τουτὶ μὲν ψυχρὸν, καὶ ξηρὸν, καὶ πυκνὸν, ἰδών τι τὸ μόριον, ἀναμνησθῆναι γῆς, τουτὶ δ’ ὑγρὸν, καὶ ἀραιὸν, καὶ ῥυτὸν, εἰς ἔννοιαν ὕδατος ἀφικέσθαι. ἀναμιμνησκέτω δέ σε καὶ ἡ πολλὴ θερμασία κατὰ τὸ τοῦ ζώου σῶμα πυρός· ἥ τε τοῦ πνεύματος φύσις, ἧς χωρὶς οὐχ οἷόν τε συστῆναι ζῶον, ἀέρος μὲν μάλιστα, σὺν αὐτῷ δὲ πυρὸς ἀναμιμνησκέτω σε. μηδέ με γῆν αἰτήσῃς αὐτὴν καθ’ αὑτὴν ἐν ζώου σώματι, μηδὲ τῶν ἄλλων μηδὲν ἄκρατον, ἢ δεῖξόν μοι σὺ πρῶτος ἐν τῇ τετραφαρμάκῳ τὸν κηρόν. ἐμοὶ μὲν γὰρ καὶ θαυμάζειν ἐπέρχεται, εἰ τοὺς πυροὺς, καὶ τὰς κριθὰς, καὶ τὰς φηγοὺς, καὶ τὰ σῦκα, καὶ τῶν ἄλλων ὀσπρίων τε καὶ ἀκροδρύων ἕκαστον οὐκ ἐκ γῆς καὶ ὕδατος οἴει γεγονέναι, σαφῶς ὁρῶν ἐντεῦθεν αὐτοῖς ὑπάρχουσαν τὴν γένεσιν. ἆρ’ οὖν οὐδ’ ὅλως ἀέρος ἢ πυρώδους οὐσίας μετέχει; καὶ μὴν εἰ γῆν ὕδατι δεύσειας, οὐδὲν ἔσται σοι πλέον πηλοῦ. τῶν δ’ ὀσπρίων ἕκαστον ἢ τῶν ἀκροδρύων οὐκ αὐτὸ δὴ τοῦτο πηλός ἐστιν, ὅτι καὶ πυρὸς καὶ ἀέρος μετείληφεν δι’ ὅλων ἀλλήλοις κεραννυμένων. ἀλλ’ ἴσως σὺ μὲν τὰς φηγοὺς καὶ τὰ σῦκα συγχωρεῖς ἐκ τῶν τοῦ κόσμου στοιχείων γεγονέναι, καὶ πρό γε τούτων αὐτῶν τὰ φυτὰ, μικρὸν μὲν ἑκάστου σπέρμα θεώμενος εἰς τὴν γῆν καταβαλλόμενον, ὃ τῶν ἄλλων φυτῶν οὐδὲ μυριοστόν ἐστι μόριον· ἅπασαν δὲ τὴν ἄλλην οὐσίαν ἐκ τῶν τοῦ κόσμου στοιχείων ὁρῶν γινομένην, ἀπορεῖς περὶ τῶν ζώων, ὥσπερ οὐχὶ κᾀκείνων ἐντεῦθεν τρεφομένων. ὄϊες μὲν γὰρ τὰς πόας, σύες δὲ καὶ ταύτας, καὶ τὰς φηγοὺς, αἶγες δὲ πρὸς τούτοις καὶ τοὺς ἁπαλοὺς κλάδους τῶν δένδρων σιτοῦνται, κᾀκ τούτων αὐτοῖς τό τε αἷμα γεννᾶται, καὶ τὸ σῶμα τρέφεται, καὶ τὰ κυήματα συνίσταταί τε καὶ αὔξεται. πότερον οὖν αἶγες μὲν, καὶ σύες, καὶ ὄϊες ἐκ τῶν τοῦ κόσμου γεγόνασι στοιχείων, οἱ δὲ ταῦτα ἐσθίοντες ἐξ ἄλλου τινὸς ἢ τὴν πρώτην γένεσιν καὶ αὔξησιν, ἢ τὴν νῦν ἔχουσι τροφήν; καὶ μὴν ἄλογα ταῦτα πάντα, καὶ ἄτοπα, καὶ πολλῆς ἀμαθίας μεστά. καὶ γὰρ ὄσπρια καὶ καρποὶ πάντες ἐκ τῶν τοῦ κόσμου γεγόνασι στοιχείων, κᾀκ τούτων τὰ ζῶα καὶ γεννᾶται, καὶ τρέφεται, καὶ αὐξάνεται. καὶ χρὴ θαῤῥούντως ἀποφαίνεσθαι, γῆν καὶ πῦρ καὶ ἀέρα καὶ ὕδωρ πάντων εἶναι κοινὰ καὶ πρῶτα στοιχεῖα. πρῶτα γάρ ἐστι ταῦτα καὶ ἁπλούστατα σώματα πάντων τῶν ἐν τῷ κόσμῳ· τὰ δ’ ἄλλα πάντα, καὶ φυτὰ καὶ ζῶα, ἐκ τούτων σύγκειται. καὶ Ἱπποκράτης οὐ μόνον, ὅτι ταῦτα στοιχεῖά ἐστι πάντων τῶν ἐν τῷ κόσμῳ, προϊὼν αὐτὸς ἀποφαίνεται κατὰ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίων, ἀλλὰ καὶ τὰς ποιότητας αὐτῶν, καθ’ ἃς εἰς ἄλληλα δρᾷν καὶ πάσχειν πέφυκεν, αὐτός ἐστιν ὁ πρῶτος ὁρισάμενος.