Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

Ἐκ μὲν γὰρ τῶν χυμῶν τούτων ἕκαστόν τῶν ὁμοιομερῶν ἐγένετο. συνιόντων δὲ τούτων ἀλλήλοις, τὸ πρῶτον ἀποτελεῖται ἁπλούστατον ὄργανον, ὃ μιᾶς ἐνεργείας ἕνεκεν ὑπὸ τῆς φύσεως ἐγένετο. τούτων δ’ αὖθις ἀλλήλοις συντεθειμένων, ἕτερον ὄργανον μεῖζον γεννᾶται. κᾀκείνων αὖθις ἀλλήλοις ἐπιπεπλεγμένων, ἡ τοῦ παντὸς σώματος ἀποτελεῖται σύστασις. ἀλλὰ περὶ μὲν τούτων ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέγεται. καὶ μέντοι καὶ ὅπως ἐγίνωσκεν ὁ Ἱπποκράτης ὑπὲρ ἁπάντων τῶν ἐξ ἀνατομῆς φαινομένων, ἰδίᾳ μοι γέγραπται. νυνὶ δὲ περὶ τῶν ἀνωτέρω στοιχείων, ἃ τὴν αἴσθησιν διαφεύγει, πρόκειται διελθεῖν, ὑπὲρ ὧν καὶ Ἱπποκράτης ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ διείλεκται, τὰ μὲν ἴδια καὶ προσεχῆ τοῦ σώματος ἡμῶν στοιχεῖα τοὺς τέσσαρας φάμενος εἶναι χυμοὺς, τὰ δὲ κοινὰ πάντων ὑγρὸν, καὶ θερμὸν, καὶ ξηρὸν, καὶ ψυχρόν. ἀπὸ γὰρ τῶν ποιοτήτων ὀνομάζει τὰ στοιχεῖα, δι’ ἃς καὶ στοιχεῖα γέγονε. θερμότητος γὰρ ἄκρας ἐγγινομένης τῇ ὕλῃ, στοιχεῖον ἔσται τὸ σύμπαν ἤδη· κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ψυχρότητος, ὑγρότητός τε καὶ ξηρότητος. οὐ γὰρ δὴ τῷ ξανθὸν, ἢ λευκὸν, ἢ μέλαν ὑπάρχειν, ἢ τῷ κοῦφον, ἢ βαρὺ, τὸ στοιχεῖον κρίνεται· κατὰ ταὐτὰ δ’ οὐδὲ τῷ πυκνὸν, ἢ μανὸν, οὐδὲ τῷ θλίβειν, ἢ τέμνειν, ἢ θλᾷν, οὐδ’, ἁπλῶς εἰπεῖν, ἑτέρᾳ τινὶ ποιότητι πλὴν τῶν εἰρημένων τεττάρων. αὗται γὰρ μόναι, τὴν ὑποκειμένην οὐσίαν ἀλλοιοῦσαι, τῆς εἰς ἄλληλα μεταβολῆς τῶν στοιχείων εἰσὶν αἰτίαι, καὶ φυτῶν καὶ ζώων δημιουργοί. τὸ μὲν οὖν εἰς ἄλληλα μεταβάλλειν τὰ στοιχεῖα καὶ πρὸς τῶν ἀμφὶ τὸν Θαλῆν συγκεχώρηται διὰ τὴν ἐνάργειαν· καίτοι μαχόμενόν γε ἦν ταῖς ὑποθέσεσιν αὐτῶν, ὡς ἐδείκνυτο. τὸ δ’ ἐκ ταύτης τῆς ὁμολογίας περαινόμενον ἦν, ὑποβεβλῆσθαί τινα κοινὴν οὐσίαν ἅπασι τοῖς στοιχείοις. Ἱπποκράτει μέν γε καὶ τοῦτ’. ἀποδέδεικται διὰ μιᾶς ἐκείνης ῥήσεως, ἣν ἁπασῶν πρώτην παρεθέμην, ἐν ᾗ φησιν, ὡς οὐκ ἂν ἠλγοῦμεν, εἴπερ ἓν ἦν  ὁ ἄνθρωπος. ταύτην γὰρ οὕτως οὖσαν βραχεῖαν ἀμφότερα διδάσκειν ἔλεγον, ὡς πλείω τέ ἐστι τὰ στοιχεῖα καὶ ἀλλοιοῦσθαι πεφυκότα. τοῦτ’ οὖν καὶ νῦν αὖθις ἀναλάβωμεν, ἵν’ ἐπιθῶμεν τῷ προτέρῳ λόγῳ τὴν προσήκουσαν τελευτήν. ἐπεὶ γὰρ ἀλλοιοῦσθαι πέφυκεν ἡμῶν ἡ οὐσία, τίνες αἱ δυνάμεναι τοῦτο δρᾷν ὑπάρχουσι ποιότητες, ἐφεξῆς ἴδωμεν. ὁ μὲν οὖν Ἱπποκράτης, ὡς ἂν βραχυλογίᾳ χρώμενος παλαιᾷ, μετὰ τὸ προειπεῖν, ὡς, εἴπερ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγησεν, ἐφεξῆς ἤδη χρῆται τῷ θερμῷ καὶ τῷ ψυχρῷ καὶ τῷ ξηρῷ καὶ τῷ ὑγρῷ πρὸς ἁπάσας τὰς ἀλλοιώσεις, ἐκ μὲν τοῦ φαίνεσθαι λαβὼν, ὅτι τὰ πλησιάζοντα σώματα μεταβάλλειν εἰς ἄλληλα πέφυκε τῷ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν· ἐκ δὲ τοῦ προδεδεῖχθαι τὸ τὴν οὐσίαν ἀλλοιοῦσθαι πᾶσαν εἰδὼς ἀνατρεπόμενον, ὡς οὐκ ἔστι διάκρισίς τις καὶ σύγκρισις ἡ φαινομένη τῶν σωμάτων ἀλλοίωσις, ὡς οἱ περὶ Ἐπίκουρόν τε καὶ Δημόκριτον ἐνόμιζον, ἑτέρῳ δὲ τρόπῳ πάλιν Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, ὁ μὲν τὰς ὁμοιομερείας εἰσάγων, ὁ δ’ ἀμετάβλητα νομίζων εἶναι τὰ τέσσαρα στοιχεῖα. ἡμεῖς δ’ ἐξαπλώσαντες τὸν λόγον, εἰς ὅσον σαφέστερον, εἰς τοσοῦτον καὶ πιστότερον ἐργασόμεθα. γενήσεται δὲ τοιοῦτός τις. εἴπερ ἀλγοῦμεν, οὔτε μία τῷ εἴδει, οὔτ’ ἀπαθής ἐστιν ἡμῶν ἡ οὐσία. καὶ μὴν εἴπερ πάσχει, θερμαινομένη τε καὶ ψυχομένη καὶ ξηραινομένη καὶ ὑγραινομένη πείσεται. τῶν δ’ ἄλλων οὐδεμία ποιοτήτων ἀλλοιοῦν οἵα τ’ ἐστὶ τὸ πλησιάζον ὅλον δι’ ὅλου. οὔτε γὰρ, εἰ τὸ βαρὺ τῷ κούφῳ πλησιάσειεν, ἢ τῷ βαρεῖ τὸ κοῦφον, ἢ τὸ κοῦφον ἔσται βαρὺ, ἢ τὸ βαρὺ κοῦφον, οὔτ’, εἰ τῷ τραχεῖ τὸ λεῖον, καὶ τῷ πυκνῷ τὸ μανὸν, καὶ τῷ παχεῖ τὸ λεπτόν. τῶν γὰρ τοιούτων οὐδὲν ἀλλοιοῦν δύναται τὸ πλησιάζον ὅλον δι’ ὅλου. ὑπολείπεται οὖν ἔτι τὸ μαλακὸν καὶ σκληρὸν καὶ γλίσχρον καὶ κραῦρον. ἀλλά τοι καὶ τούτων τὸ μὲν μαλακὸν καὶ γλίσχρον ἐκ τῆς τῶν ὑγρῶν ἐστι φύσεως· τὸ δὲ σκληρὸν καὶ τὸ κραῦρον ἐκ τῆς τῶν ξηρῶν. ἕτεραι δὲ οὐκ εἰσὶ παρὰ ταύτας ἁπταὶ ποιότητες. ὅτι δ’ ὁραταῖς, ἢ ἀκουσταῖς, ἢ γευσταῖς, ἢ ὀσφρηταῖς ποιότησιν αἱ τῆς ὕλης ἀλλοιώσεις οὐχ ἕπονται, πρόδηλον παντί. γένει μὲν γάρ εἰσιν ἁπταὶ καὶ αὗται, διενηνόχασι δὲ τῶν ἰδίως ἁπτῶν τῷ μήτε κατὰ πάντα τὰ γένη τῶν ζώων συνίστασθαι, μήθ’ ὅλως ἀλλοιοῦν τὰς ὑποκειμένας οὐσίας. εἴπερ οὖν αὗται μὲν ἴδιαί τινων ὑπάρχουσι ζώων, αἱ δὲ τὴν ὅλην οὐσίαν ἀλλοιοῦσαί τε καὶ μεταβάλλουσαι πρῶταί εἰσι τῇ φύσει καὶ κοιναὶ πάντων τῶν ὄντων καὶ τῶν στοιχείων δημιουργοὶ, δῆλον ὡς ὑγρότης καὶ ξηρότης καὶ θερμότης καὶ ψυχρότης ἑκάστου τῶν ὄντων συνιστῶσι τὴν οὐσίαν. ὀρθῶς οὖν ὁ Ἱπποκράτης οὐκ ἀνθρώπου μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων τὴν φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνίστασθαί φησι. καὶ γὰρ δρᾷ ταῦτ’ εἰς ἄλληλα φανερῶς, ὡς ἅπαντες ὁμολογοῦσι, καὶ τὸ δρᾷν οὐκ ἐκ διακρίσεως καὶ συγκρίσεως ἔχει, ἀλλ’ ἐκ τοῦ πάσχειν τε καὶ ἀλλοιοῦσθαι δι’ ὅλης ἑαυτῆς τὴν οὐσίαν. ἐμοὶ μὲν γὰρ καὶ θαυμάζειν ἐπέρχεται τὴν Ἀθηναίου γνώμην, μήτε ταῦτα τὰ νῦν εἰρημένα, μήθ’ ὅσα προσέθηκεν Ἀριστοτέλης τε καὶ Χρύσιππος, εἰπόντος, ἀλλ’ ἀξιοῦντος ἐναργῆ τὰ στοιχεῖα χωρὶς ἀποδείξεως λαμβάνεσθαι. καίτοι γε, ἐν οἶς αὐτὸς ἀντεῖπεν Ἀσκληπιάδῃ, μέμνηταί πως καὶ τούτων, οὐχ ἁπάντων μὲν ἀκριβῶς, οὐδὲ ἀγωνιστικῶς, οὐδὲ τάξει καὶ μεθόδῳ λογικῇ χρώμενος τῆς ἀντιλογίας· ὅμως δ’ οὖν μέμνηται, ταράττων ἀτάκτως αὐτόν. τούτῳ μὲν οὖν ἄξιον μέμφεσθαι προδιδόντι τὴν Ἱπποκράτειον φυσιολογίαν. ἐμοὶ δ’ ἂν εἴη καιρὸς ἐνταῦθα καταπαύειν τὸν πρῶτον λόγον. ὅσα γὰρ ἄλλα ταῖς ἀπαθῆ μὲν τὴν οὐσίαν ὑποτιθεμέναις αἱρέσεσι, παραπλεκούσαις δὲ τὸ κενὸν ἐναντιοῦται, τὰ μὲν ὑπὸ Ἀριστοτέλους τε καὶ Θεοφράστου λέλεκται, τὰ δὲ καὶ ἡμεῖς ἂν εἴποιμεν, ἰδίᾳ πρὸς ἑκάστην τῶν αἱρέσεων ἀντειπόντες. ἀλλ’ ἐκεῖνα μὲν ἐκ περιουσίας· ἱκανὰ δὲ τὰ νῦν εἰρημένα πρὸς ἐπιστημονικὴν ἀπόδειξιν. οὔτε γὰρ, ὡς οὐ χρὴ δι’ ὅλης ἑαυτῆς ἀλλοιοῦσθαι τὴν οὐσίαν, ἀντειπεῖν ἐστιν· ἀναιρήσομεν γὰρ οὕτω καὶ πόνον, καὶ ἡδονὴν, καὶ αἴσθησιν, καὶ μνήμην, καὶ λογισμὸν, καὶ αὐτήν γε τὴν ψυχήν· οὔθ’, ὡς ἄλλη τις ποιότης ἀλλοιοῦν δι’ ὅλου πέφυκε παρὰ τὰς εἰρημένας τέτταρας. εἰ δὲ τοῦτο, καὶ πρῶτος Ἱπποκράτης ἁπάντων ἐξευρὼν φαίνεται τὰ στοιχεῖα τῆς τῶν ὄντων φύσεως, καὶ πρῶτος αὐτάρκως ἀποδείξας. εἰ δ’ οὐκ ἐπέγραψε τὸ σύγγραμμα περὶ στοιχείων, ὡς Ἀσκληπιάδης ὁ ἰατρὸς, οὐδὲν ἂν εἴη τοῦτό γε ζήτημα. τὰ γὰρ τῶν παλαιῶν ἅπαντα περὶ φύσεως ἐπιγέγραπται, τὰ Μελίσσου, τὰ Παρμενίδου, τὰ Ἐμπεδοκλέους, Ἀλκμαίωνός τε καὶ Γοργίου, καὶ Προδίκου, καὶ τῶν ἄλλων ἁπάντων. Ἀριστοτέλει δ’ ἔν τε τοῖς περὶ οὐρανοῦ καὶ τοῖς περὶ γενέσεως καὶ φθορᾶς ὁ περὶ τῶν στοιχείων λόγος ἐξείργασται, ὥσπερ ἐν τοῖς περὶ  τῆς οὐσίας λόγοις Χρυσίππῳ· ἀλλ’ οὐδὲ τούτων οὐδέτερος ἐπιγράφει τὰ βιβλία περὶ στοιχείων. οὐδὲ χρὴ τοὔνομα ζητεῖν, ἀλλὰ τὴν δύναμιν ἐξετάζειν τῶν λόγων. εἴτε γὰρ περὶ φύσεως, εἴτε περὶ στοιχείων, εἴτε περὶ γενέσεως καὶ φθορᾶς, εἴτε περὶ οὐσίας ἐπιγράψειέ τις τὴν νῦν ἡμῖν ἐνεστῶσαν πραγματείαν, οὐδὲν δήπου διοίσει. τῷ δὲ συνηθέστερον εἶναι σχεδὸν ἅπασι τοῖς νῦν ἐπιγράφειν τὰ τοιαῦτα συγγράμματα περὶ στοιχείων, ὀνομάζειν τε διὰ παντὸς, οὕτω καὶ ἡμῖν ἄμεινον ἔδοξεν εἶναι περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐπιγράψαι. καὶ δὴ δοκῶ μοι πάντα τὸν πρῶτον λόγον ἤδη πεπεράνθαι. εἰ γάρ τί που καὶ σμικρὸν ἔτι διαφεύγει τῶν Ἱπποκράτους εἰρημένων ἀνεξήγητον, αὐτός τις ἕκαστος, ἐξ ὧν εἶπον ὁρμώμενος, ἐξευρήσει κᾀκεῖνο ῥᾳδίως. οἷον ὅτι τε τὴν γένεσιν οὐκ ἐξ ἑνὸς εἶναι χρὴ, καὶ ὡς, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τὸ ἕτερον τοῦ ἑτέρου πολὺ προέξει, καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο. διδάσκει γὰρ ἐνταῦθα περὶ τῆς συμμετρίας αὐτῶν καὶ τῆς κατὰ δύναμιν ἰσότητος, ὑπὲρ ἧς καὶ ἡμεῖς ἔν τε τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐξηγησόμεθα, κᾀν τοῖς ἄλλοις τοῖς ἐφεξῆς. καὶ μὲν δὴ καὶ ὅπως δι’ ὅλων κεράννυνται τὰ κεραννύμενα, πότερον τῶν ποιοτήτων μόνων, ὡς Ἀριστοτέλης ὑπέλαβεν, ἢ καὶ τῶν σωματικῶν οὐσιῶν δι’ ἀλλήλων ἰουσῶν, ἃ οὐκ ἀναγκαῖον ἐπίστασθαι τοῖς ἰατροῖς. ὅθεν οὐδ’ Ἱπποκράτης ἀπεφῄνατό τι περὶ τούτων, ἀλλ’ ἠρκέσθη μόνῳ τῷ δι’ ὅλων κεκρᾶσθαι τὰ στοιχεῖα. τούτου γάρ ἐστιν ἡμῖν χρεία πρός τε τὴν περὶ κράσεων πραγματείαν, ἣν ἐφεξῆς τῆσδε δίειμι, καὶ προσέτι τὴν περὶ φαρμάκων. εἰρήσεται δὲ κᾀν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ περὶ τῆς χρείας αὐτῶν ἐπιπλέον. ἐν δὲ τῷ παρόντι τοσοῦτον εἰπεῖν ἀποχρήσει πρὸς τὸν ἐνεστῶτα λόγον, ὅτι τῶν ὑπ’ Ἀσκληπιάδου λεγομένων ἐν τῷ περὶ στοιχείων βιβλίῳ πρὸς τοὺς ὅλας δι’ ὅλων κεραννύντας ἀλλήλαις τὰς οὐσίας οὐδὲν ἅψεται τῶν τὰς ποιότητας μόνας κεράννυσθαι λεγόντων. ὥστ’, εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τό γ’ ἀσφαλὲς αἱρετέον τὸ δόγμα, καὶ λεκτέον, ὡς ἐν τῷ μίγνυσθαι τὸν οἶνον, εἰ τύχῃ, τῷ ὕδατι, καὶ καταθραύεσθαι μέχρι σμικροτάτων ἑκατέρου τὰ μόρια, δρᾷν καὶ πάσχειν αὐτοῖς εἰς ἄλληλα συμβαίνει καὶ μεταδιδόναι τῶν ποιοτήτων ἀλλήλοις ἑτοιμότερον, ὅσῳ περ ἂν εἰς ἐλάττω καταθραυσθῇ, καὶ διὰ τοῦτο κινοῦσιν ἐπὶ πλεῖστον οἱ μιγνύντες ἀλλήλοις τὰ τοιαῦτα, τὴν εἰς ἐλάχιστα διαίρεσιν αὐτῶν μηχανώμενοι. καὶ μὲν δὴ καὶ τὸ μᾶλλον ἑνοῦσθαι τὰς ποιότητας ἀλλήλαις τῶν ἐπὶ πλέον ἀναμιχθέντων τε καὶ χρονισάντων ὁμολογεῖ τῷ λόγῳ. χρόνου γὰρ δεῖται τὰ σμικρὰ μόρια τῶν κεραννυμένων, ἵν’ εἰς ἄλληλα δράσῃ καὶ πάθῃ τελέως, καὶ οὕτως ἓν ἀπεργάσηται τὸ ὅλον ὅμοιον ἑαυτῷ πάντη. διὰ ταῦτα κᾀν τῷ παραχρῆμα μὲν οἶόν τε διαχωρίσαι πάλιν ἀπ’ ἀλλήλων ἔνια τῶν ἀναμιχθέντων· εἰ δ’ ἐπὶ πλέον χρονίσαιεν, ὡς ἑνωθῆναι τὸ πᾶν, ἀμήχανον ἔτι διακρῖναί τε καὶ διελεῖν ἀπὸ θατέρου θάτερον. ἀλλὰ περὶ μὲν τοῦ τρόπου τῆς δι’ ὅλων κράσεως εἰρήσεταί τι κᾀν τοῖς περὶ φαρμάκων.