Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

Τὸ δὲ συνέχον ἐν τῷ λόγῳ καὶ μάλιστα λανθάνον αὐτοὺς ἤδη πᾶν ἀποκαλύψαι πειράσομαι. ἅπαντα γὰρ, ὅσα γένεσιν ἔχει καὶ φθορὰν, σώματα διτταῖς ὑπόκειται μεταβολαῖς, ἀλλοιουμένης τε ἅμα καὶ ῥεούσης αὐτῶν τῆς οὐσίας. ἀλλοιοῦται μὲν οὖν θερμαινομένη, καὶ ψυχομένη, καὶ ξηραινομένη, καὶ ὑγραινομένη. μόναι γὰρ αἱ ποιότητες αὗται μεταβάλλουσιν ὅλην δι’ ὅλου τὴν οὐσίαν, ὡς καὶ μετ’ ὀλίγον εἰρήσεται. ῥεῖ δὲ κατὰ τὰς αἰσθητὰς ἐκκρίσεις, καὶ προσέτι κατὰ τὴν ἄδηλον καλουμένην διαπνοήν. ὥσθ’, ἵνα σώζηται, διττῆς καὶ τῆς ἐπανορθώσεως δεῖται, τῆς μὲν ἑτέρας τὸ ὑπερβάλλον ἐν ταῖς ποιότησι κολαζούσης, τῆς δὲ λοιπῆς τὴν τοῦ κενουμένου βάσιν ἀναπληρούσης. ἀλλὰ ἡ μὲν καθαιροῦσα τὴν ἀμετρίαν ἡ ἐναντία δήπου ποιότης ἐστὶ τῆς πλεοναζούσης· ἡ δὲ τὸ λεῖπον ἀναπληροῦσα ποιότης ἐναντία μὲν οὐκ ἔστιν, ὁμοιοτάτην δ’ εἶναι χρὴ τῇ κενωθείσῃ πρότερον οὐσίᾳ· μέλλει γὰρ ἀντ’ ἐκείνης ἔσεσθαι τῷ ζώῳ. τουτὶ μὲν οὖν ἐστι τὸ τρέφεσθαι τοῖς σώμασιν, ἔκ τινος οὐσίας ὁμοίας τῇ πρότερον κενωθείσῃ γινόμενον. ὅθεν, οἶμαι, καὶ τὴν οὐσίαν ἐκείνην τροφὴν ὀνομάζομεν. ἡνίκα δὲ κατὰ ποιότητα μόνον ἀλλοιοῦν βουλόμεθα τὸ ὑποκείμενον, οἷς μὲν τοῦτο δρῶμεν, οὐ τροφὰς, ἀλλὰ φάρμακα προσαγορεύομεν. οὐκ ἔχοντες δ’ εὑρεῖν χωρὶς οὐσίας οὐδὲ μίαν ποιότητα, σὺν ταῖς οὐσίαις αὐτὰς ἀναγκαζόμεθα λαμβάνοντες προσφέρειν τοῖς δεομένοις σώμασιν· ἄκρας μὲν ποιότητος χρῄζοντες, τὸ στοιχεῖον αὐτὸ, πῦρ, ἢ ὕδωρ, ἢ γῆν, ἢ ἀέρα, μετρίας δὲ, τὸ μεμιγμένον ἐκ τῶν στοιχείων. ἐπειδὰν μὲν οὖν θερμῇναι βουλώμεθα, τοιοῦτον αἱρούμενοι φάρμακον, ἐν ᾧ πλείων μέν ἐστιν ἡ τοῦ πυρὸς μοῖρα τῆς ἐναντίας· ἐπειδὰν δὲ ψύξαι, ἐν ᾧ τοὔμπαλιν· ἔστι δ’ ὅτε συναμφότερον ἅμα πρᾶξαι προαιρούμενοι, καὶ ἀλλοιῶσαι, καὶ θρέψαι, τοιαύτην ζητοῦμεν οὐσίαν, ἥτις καὶ τὴν ὡς σιτίου, καὶ τὴν ὡς φαρμάκου χρείαν παρέξει. μὴ τοίνυν ἀξιούτωσαν ἅπαν ζῶον ἢ πῦρ, ἢ γῆν, ἢ ὕδωρ, ἢ ἀέρα προσφέρεσθαι, μόνον αὐτὸ καθ’ αὑτὸ, χωρὶς τῶν ἄλλων, εἰλικρινὲς στοιχεῖον. οὔτε γὰρ ὡς σιτίον, οὔθ’ ὡς φάρμακον δεήσει προσφέρεσθαι. τὸ γὰρ ὅμοιον ἦν τῷ τρεφομένῳ σιτίον. ὅμοιον δὲ τῷ συνθέτῳ σώματι, καὶ κεκραμένῳ, καὶ πάντων μετέχοντι τῶν στοιχείων, ἕτερον, οἶμαι, τοιοῦτό ἐστιν, ἐξ ἐκείνων ἁπάντων γεγονός. οὔθ’ ὡς φάρμακον ἀεὶ χρήσιμόν ἐστι τὸ στοιχεῖον, ἀλλ’ ἐν ἐκείνῳ μόνῳ τῷ χρόνῳ, καθ’ ὃν ἄκρας ποιότητος δεῖται τὸ σῶμα. ταῦτ’ οὖν εἴρηταί μοι πρὸς τοὺς οὐκ ὀρθῶς ἀκούοντας Ἱπποκράτους. ἤδη δὲ δῆλον, ὡς ἀεὶ τῶν στοιχείων δεόμεθα, ποτὲ μὲν ὡς ἁπλῶν καὶ μόνων, ἐνίοτε δ’ ὡς ἐπικρατούντων, ἢ πάντως γ’ ὡς συντιθέντων ἐκεῖνο τὸ σῶμα, τὸ μέλλον ἡμῖν ἢ τροφῆς ἢ φαρμάκου χρείαν παρέξειν.