Digital Corpus for Graeco-Arabic Studies

Galen: De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)

Ὅτι δ’ ἀπὸ τῶν ποιοτήτων ὀνομάζει τὰ στοιχεῖα πολλάκις ὁ Ἱπποκράτης ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ, θερμὸν μὲν καλῶν, οὔτε τὴν ποιότητα μόνην, οὔτε τὸ κατ’ ἐπικράτησιν αὐτῆς ὁμωνύμως ὀνομαζόμενον, ἀλλὰ τὸ μετέχον ἄκρας θερμότητος σῶμα, ψυχρὸν δὲ, ἐν ᾧ ψυχρότης ἄκρα, ξηρὸν δὲ, ἐν ᾧ ξηρότης, ἐξ αὐτῶν ἄν σοι κατάδηλον γένοιτο τῶν ῥήσεων. ἐπειδὰν μὲν γὰρ λέγῃ, καὶ πάλιν ἀνάγκη ἀποχωρέειν ἕκαστον εἰς τὴν ἑωυτοῦ φύσιν, τελευτῶντος τοῦ ἀνθρώπου, τό τε ξηρὸν πρὸς τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν πρὸς τὸ ὑγρὸν, καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν, καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν· οὐ τὰς ποιότητας αὐτὰς μόνας λέγει ξηρὸν καὶ ὑγρὸν καὶ ψυχρὸν καὶ θερμὸν, ἀλλὰ τὰς οὐσίας, ἐν αἷς αἱ ποιότητες. αὗται γὰρ ἀποχωροῦσι, τελευτῶντος τοῦ ἀνθρώπου, καὶ αὗται τοῖς τοῦ παντὸς ἀναμίγνυνται στοιχείοις. αἱ ποιότητες δὲ φθείρεσθαι μὲν ἂν λέγοιντο, τελευτῶντος τοῦ ζώου, πρὸς δὲ τὴν οἰκείαν φύσιν ἀποχωρεῖν οὐκ ἂν λέγοιντο. πάλιν δὲ τοῖς εἰρημένοις ἐπιφέρων ὁ Ἱπποκράτης φησί· τοιαύτη δὲ καὶ ἡ τῶν ζώων φύσις ἐστὶ, καὶ τῶν ἄλλων ἁπάντων. γίνεται γὰρ ὁμοίως πάντα, καὶ τελευτᾷ ὁμοίως πάντα. συνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν εἰρημένων ἁπάντων, καὶ τελευτᾷ κατὰ τὸ εἰρημένον ἐς ταὐτὸ, ὅθεν περ συνέστηκεν ἕκαστον. ἐνταῦθ’ οὖν καὶ ἀπεχώρησεν. ἐναργῶς ἐνταῦθα δῆλόν ἐστι, οὐ τὰς ποιότητας μόνον ὀνομάζειν θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, ἀλλὰ τὰ στοιχεῖα. πάντων γὰρ τῶν σωμάτων ἐκ τούτων ἐστὶν ἡ  γένεσις, καὶ πάντων εἰς ταῦτα ἡ τελευτή. καὶ σε καὶ τούτῳ προσέχειν τὸν νοῦν ἀξιῶ, τῷ λαθόντι πολλοὺς τῶν ἰατρῶν, οἳ νομίζουσι φυγεῖν τὸν Ἱπποκράτην τὸ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἀποφαίνεσθαι ταῦτα στοιχεῖα. τετράκις μὲν γὰρ ἐν ταύτῃ τῇ ῥήσει, τῇ νῦν ἡμῖν προχειρισθείσῃ τὸ, πάντων, ὄνομα παρέλαβεν, ἔτι τε πρότερον, ἡνίκα ἔλεγεν· ἀνάγκη τοίνυν, τῆς φύσεως τοιαύτης ἐούσης καὶ τῶν ἄλλων ἁπάντων, καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον· ἔν τε τοῖς ἐφεξῆς λόγοις οὕτω φαίνεται χρώμενος. ἀλλὰ τοῦτό γε παρορῶσιν οἱ πολλοὶ τῶν Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόντων, ἔτι τε πρὸς τούτοις νομίζοντες ἄλλό τι λέγειν αὐτὸν ὑγρὸν καὶ ψυχρὸν καὶ θερμὸν καὶ ξηρὸν, οὐ τὰ κοινὰ πάντων στοιχεῖα. τὰς μὲν γὰρ ποιότητας αὐτῶν ὅτι μὴ βούλεται στοιχεῖα τίθεσθαι τῶν ἀνθρωπίνων σωμάτων, ἐξ ὧν ἤδη προὐθέμην αὐτοῦ ῥήσεων, ἐναργῶς ἀποδεδεῖχθαι νομίζω, κᾀκ ταύτης οὐχ ἥκιστα· καὶ πάλιν, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ, καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τὸ ἕτερον τοῦ ἑτέρου πολλῷ προέξει, καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο. οὐ γὰρ δὴ ἐκ τῶν ποιοτήτων μόνον ἡγεῖται τὴν γένεσιν ὑπάρχειν τοῖς ζώοις, αἵ γε μηδ’ εἶναι δύνανται χωρὶς τῶν σωμάτων, ἀλλ’ ἐκ τῶν σωμάτων αὐτῶν, δηλονότι τῶν τὰς ἄκρας ποιότητας δεδεγμένων. ἐκεῖνα γάρ ἐστι τὰ κοινὰ πάντων στοιχεῖα. τὰ δ’ ἐπικρατείᾳ τούτων ὀνομαζόμενα θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, ἰδίᾳ καθ’ ἕκαστον ὑπάρχει. φέρε γὰρ, ἵν’ ἐπ’ ἀνθρώπου διέλθω τὸν λόγον, ἐκ πρώτων οὗτος καὶ ἁπλουστάτων αἰσθητῶν στοιχείων ἐστὶ τῶν ὁμοιομερῶν ὀνομαζομένων, ἰνὸς, καὶ ὑμένος, καὶ σαρκὸς, καὶ πιμελῆς, καὶ ὀστοῦ, καὶ χόνδρου, καὶ συνδέσμου, καὶ νεύρου, καὶ μυελοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν τὰ μόρια τῆς αὐτῆς ἀλλήλοις ἰδέας ἐστὶ σύμπαντα. γέγονε δὲ πάλιν ἐκ τινῶν ἑτέρων προσεχῶν ἑαυτοῖς στοιχείων, αἵματος, καὶ φλέγματος, καὶ χολῆς διττῆς, ὠχρᾶς καὶ μελαίνης, ὧν ἡ γένεσις ἐκ τῶν ἐσθιομένων ἐστὶ καὶ πινομένων, ἃ δὴ πάλιν ἐξ ἀέρος, καὶ πυρὸς, καὶ ὕδατος, καὶ γῆς ἐγένετο. ταυτὶ δ’ οὐκ ἐξ ἑτέρων σωμάτων, ἀλλ’ ἐξ ὕλης τε καὶ ποιοτήτων ἐστί. καὶ διὰ τοῦτο πυρὸς μὲν, καὶ γῆς, ἀέρος τε καὶ ὕδατος ἀρχὰς εἶναι λέγομεν, οὐ στοιχεῖα· ταυτὶ δ’ αὐτὰ τῶν ἄλλων ἁπάντων στοιχεῖα. μόρια γάρ ἐστιν ἐλάχιστα τῶν ἄλλων ἁπάντων ἁπλᾶ καὶ πρῶτα. τὸ μὲν οὖν ἐξ ἀέρος, καὶ πυρὸς, ὕδατός τε καὶ γῆς ἁπάσας τὰς πόας, καὶ τὰ φυτὰ, καὶ τοὺς καρποὺς ἔχειν τὴν γένεσιν, οὐδεὶς ἀμφισβητήσει νοῦν ἔχων· οὐ μὴν οὐδ’ ὅτι τροφὴ ταῦτ’ ἐστι τοῖς ζώοις ἅπασιν, οὔθ’ ὡς ἐκ τούτων ἡμῖν οἱ χυμοὶ γεγόνασιν οἱ κατὰ φύσιν ἐν τῷ σώματι φαινόμενοι. τίνες δ’ εἰσὶν οὗτοι, καὶ πόσοι, ζητοῦσιν ἡμῖν ὁ δεύτερος λόγος εἰς τοῦτ’ ἀποκείσεται. νυνὶ δὲ κεφαλὴν ἐπιθεῖναι τῷ προτέρῳ λόγῳ πειραθῶμεν.