Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ διὰ τί τῶν παροξυσμῶν οἱ μὲν εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὒ, χαλεπὸν ἐξευρεῖν. ἐπειδὰν μὲν γὰρ ὁ τοῦ προτέρου παροξυσμοῦ χρόνος οὕτως ᾖ βραχὺς, ὡς πρὶν ἄρχεσθαι τὸν δεύτερον, ἤδη πρότερον λελύσθαι, τὸ μεταξὺ τῆς ἀρχῆς τοῦ δευτέρου καὶ τοῦ προτέρου τῆς τελευτῆς διάστημα σύμπαν ἀπύρεκτον γίγνεται· φθάσαντος δ’ εἰσβαλεῖν τοῦ δευτέρου, πρὶν ἀκριβῶς λυθῆναι τὸν πρότερον, οὐδὲν αὐτῶν ἀπολείπεται μεταξύ. τουτὶ μὲν οὖν, ὡς εἴρηταί μοι, ἔστι τῆς ἐν τῷ δεχομένῳ μορίῳ τὰ περιττώματα δυνάμεως ὁμοίας ἑαυτῇ διαμενούσης, τοῦτ’ ἔστι κρατούσης ἔτι τοῦ περιεχομένου κατ’ αὐτὴν αἵματος, ὡς καὶ πρόσθεν· εἰ δ’ ἀσθενής ποτε γένοιτο, καὶ τοῦτ’ αἴτιον αὐτῇ κατασταίη τοῦ μὴ τὰ περιττώματα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ αἷμα διαφθείρεσθαί τε καὶ σήπεσθαι καὶ πυρετὸν ἐξάπτειν, ἑτέρα τις κᾀντεῦθεν ἀρχὴ γενήσεται περιοδικῶν παροξυσμῶν. εἰ μὲν οὖν ἔτι ἡ προειρημένη φυλάττοιτο θερμασία, διττὸν εἶδος ἔσται πυρετῶν ἀλλήλοις ἐπιπεπλεγμένων· εἰ δ’ ἐκείνη μὲν παύσαιτο, μένοι δὲ ἡ τοῦ δεξαμένου τὸ ῥεῦμα διάθεσις, ἅπερ ἐπὶ τοῦ πέμποντος λέλεκται πρόσθεν, κᾀπὶ τούτῳ μοι νόει. ποιήσει γάρ τινα καὶ τοῦτο τὸ μέρος ἐν αὐτῷ περιττώματα κατὰ διττὸν τρόπον, ὥσπερ δὴ κᾀκεῖνο, τῷ τε μοχθηρὸν εἶναι τὸ αἷμα περιεχόμενον ἐν αὐτῷ καὶ τῷ τὴν δύναμιν ἀῤῥωστεῖν. ὡσαύτως δὲ κᾂν εἰ κατά τινα αἰτίαν ἡντιναοῦν ἀπεργασθείη ἀσθενής ποτε μορίου δύναμις εἰς τοσοῦτον, ὡς ἄχθος αὐτῷ μᾶλλον ἢ τροφὴν εἶναι τὸ παρακείμενον αἷμα, διαφθαρήσεταί τε καὶ εἰ θερμὸν εἴη, σαπήσεται ῥᾳδίως, εἰ δ’.  ὑπόψυχρόν τε καὶ φλεγματικὸν, οὐκ αὐτίκα μὲν, ἀλλὰ ἔν γε τῷ χρόνῳ καὶ τοῦτο τὴν αὐτὴν ἐπικτήσεται διάθεσιν. καὶ μὴν καὶ ὅταν ἀδυνατήσῃ ποτὲ πέψαι τὰ κατ’ αὐτὸ γινόμενα περιττώματα μόριον ὁτιοῦν, ἢ ἀπώσασθαι πρὸς ἕτερον, τοιαύτην ἑαυτῷ τὴν ἀρχὴν τοῦ πυρέττειν, οἵανπερ ἑτέρῳ τὸ πέμπον ἐξεργάζεται· τοῦ δὲ μὴ δύνασθαι πέμπειν ἑτέρῳ τὰ περιττώματα πρώτη μὲν αἰτία κατὰ τὴν τοῦ πέμποντός τε καὶ δεχομένου δύναμιν, ἑτέρα δὲ κατὰ τὴν τῶν ὁδῶν ἔμφραξιν, ὅπερ ἐπὶ γλίσχροις καὶ παχέσι καὶ πολλοῖς εἴωθε γίγνεσθαι χυμοῖς. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ χωρὶς τοῦ πέμπειν ἕτερον ἑτέρῳ περίττωμα, καθάπερ ἡ κεφαλὴ τοῖς ὀφθαλμοῖς ἔπεμπεν, ἐκ τῶν ἐν αὐτῇ ἔτι μενόντων περιττωμάτων εἰς τὴν αὐτὴν τῷ δεχομένῳ τὰ ἀλλότρια διάθεσιν ἀφίκοιντο. τὰ γὰρ ἐμφράξαντα τὰς φυσικὰς ἐκροὰς ἀναγκαῖον ἐν τῷ χρόνῳ καὶ ταῦτα σήπεσθαί τε καὶ πλήθους περιττωμάτων αἴτια καθίστασθαι τῷ μέρει, κωλύοντα κενοῦσθαι καὶ διαπνεῖσθαι συνήθως αὐτό. σήπεται οὖν ὁμοίως ἐκείνοις κᾀκεῖνα τὰ ὕστερον ἀθροιζόμενα, καὶ συνεξάπτει πάντα ἀλλήλοις αὐτίκα τὴν ἐν τῷ μορίῳ πυρετώδη θερμότητα. δέδεικται δ’ ἔμπροσθεν, ὡς ἔνθα ἀνάπτεταί τις ἢ καὶ αὐξάνεται θερμότης, ἐπιῤῥεῖ τούτῳ τῷ μορίῳ τὸ παρὰ τῶν ἄλλων αἷμα. καὶ τοίνυν ἀναγκαῖον ἐν τῷ χρόνῳ τῆς ἐπιῤῥοῆς ψύχεσθαι μὲν ἐκεῖνα λειφαιμοῦντα, βαρύνεσθαί τε καὶ διατείνεσθαι τὸ πεπονθὸς, ἀλλοιοῦσθαι δὲ τὸ ἐπιῤῥυὲν αἷμα διὰ διττὴν αἰτίαν, ὅτι τε μίγνυται τοῖς ἤδη σηπομένοις περιττώμασιν, ὅτι τε σφηνούμενον ἀδιάπνευστον ἀπομένει. τύφεται τοιγαροῦν δίκην ξύλων ὑγροτέρων ἀθρόως ἐπιβληθέντων ὀλίγῃ φλογὶ, καὶ οὗτος ὁ χρόνος ἅπας ἀρχὴ τοῦ παροξυσμοῦ προσαγορεύεται. ἐπειδὰν δὲ τῆς ὕλης ἐγκρατὴς ἡ θερμότης γένηται, καλεῖται μὲν ἐπίδοσίς τε καὶ ἀνάβασις ὁ τοιοῦτος καιρὸς, αὐξάνεται δ’ ἐν τούτῳ θερμότης τοσαύτη τὸ πλῆθος, ὡς μὴ μόνον αὐτὸ καίειν τὸ χωρίον, ὃ οἷόν περ ἑστία τις σηπεδόνος ἐστὶν, ἀλλ’ ἤδη κατὰ τὸ συνεχὲς ἐπινέμεσθαι τὸ σύμπαν σῶμα. κᾀπειδὰν εἰς ἄκρον ἀφίκωνται τῆς ζέσεως οἱ ἐξαπτόμενοι χυμοὶ, καλεῖται μὲν ἀκμὴ τὸ τοιοῦτο τοῦ παροξυσμοῦ μέρος, ἅπαν δὲ διάπυρον εἶναι δοκεῖ τηνικαῦτα τὸ τοῦ κάμνοντος σῶμα, τῆς θέρμης εἰς ὅλον τὸ ζῶον ὁμαλῶς ἐπιτεταμένης. ἐντεῦθεν δὲ, εἰ μὲν οἵ τε χυμοὶ λεπτοὶ τύχοιεν ὄντες, ἥ τε δύναμις εὔρωστος, ἀραιόν τε τὸ σῶμα, κενοῦται τὸ πλεῖστον τῶν ζεσάντων χυμῶν εἰς ἱδρῶτα χυθέν· εἰ δὲ οὗτοί τε παχεῖς εἶεν, ἄῤῥωστός τε ἡ ἐκκριτικὴ δύναμις, αἵ θ’ ὁδοὶ στενωθεῖεν, αἰσθητὸν μὲν οὐδὲν ἀποῤῥεῖ, μόνον δὲ τὸ οὕτως λεπτυνθὲν, ὡς εἰς ἀτμοῦ λεπτοῦ μεταστῆναι φύσιν. ὀνομάζεται δὲ ὁ καιρὸς οὗτος παρακμὴ, διαπνοή τις οὖσα τῶν ζεσάντων χυμῶν. ἀλλὰ μενούσης γε τῆς ἐν τῷ μορίῳ διαθέσεως, ἀναγκαῖον ἕτερον ἐν αὐτῷ γεννηθῆναι περίττωμα, τῆς ἑλκομένης αὖθις εἰς αὐτὸ τροφῆς οὐκ ἀκριβῶς ἁπάσης κρατουμένης, ὃ πάλιν, ὡς εἴρηται πρόσθεν, ὑπό τε τῶν ἐγκαταλελειμμένων τῷ μορίῳ σηπεδονωδῶν περιττωμάτων, καὶ αὐτῆς τῆς οἰκείας μοχθηρίας, ἀρχὴν σηπεδόνος λαμβάνει· κᾀπειδὰν ἱκανῶς θερμανθῇ, πάλιν ἐπιῤῥεῖ πρὸς αὐτὸ, καθάπερ τὸ εἰρημένον πρότερον ἐκ τῶν ἄλλων τοῦ ζώου μορίων αἷμα, καὶ κατὰ τὸν αὐτὸν αὖθις τρόπον ἀρχή τε καὶ ἀνάβασις, ἀκμή τε καὶ παρακμὴ γίγνεται τοῦ παροξυσμοῦ· καὶ τοῦτο οὐ παύεται περιοδίζον, ἄχρις ἂν ἡ διάθεσις ἡ ἐν τῷ πρώτῳ γεννῶντι μορίῳ τὰ περιττώματα φυλάττηται.