Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Διττὴ δὲ ἡ πρόφασίς ἐστι τῆς τοιαύτης ἐπιῤῥοῆς, μία μὲν, ἣν νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἐξ ἑτέρων μορίων ἐπιπέμπηται τοῖς ἀσθενεστέροις τὰ περιττώματα· δευτέρα δ’, ὅταν ἕλκηται, περὶ ἧς ἤδη λεκτέον, ἀρχὴν τῷ λόγῳ κᾀνταῦθα τὰ πᾶσιν ἐναργῶς φαινόμενα ποιησαμένους. εἰ γὰρ ἐπαλείψαις τινὶ θαψίαν, ὄψει τοῦτον ἐν ὀλίγῳ χρόνῳ θερμότερόν τε τὸ μόριον ἴσχοντα καὶ εἰς ὄγκον οὐ σμικρὸν ἐξαιρόμενον. οὕτω δὲ καὶ εἰ παρὰ πυρὶ θάλψαις τὸ μέρος, ἢ ἀνατρίψαις ἰσχυρῶς, ἤτοι ῥητίνῃ καταχρίσας, ἢ πίττῃ μετρίως θερμῇ, κᾄπειτ’ ὀλίγον ὕστερον ἀποσπάσας ἀθρόως, ἢ εἰ καί τι προσαπολείψαις ὅτῳ δή ποτε μέρει θερμαῖνον φάρμακον. ὄψει γὰρ ἐν ἅπασι τοῖς τοιούτοις εἰς ὄγκον ἐξαιρόμενον αὐτὸ, τῆς θερμασίας ἤτοι γ’ ἕλκειν ἐφ’ ἑαυτὴν, ἢ δέχεσθαι ῥεύματα πεφυκυίας. οὐ γὰρ ἀναγκαῖον ἐν τῷ παρόντι τὰ τοιαῦτα διορίζεσθαι, τὸ χρήσιμον εἰς τὸ προκείμενον ἔχοντας ἤδη καὶ χωρὶς τοῦ τὰ τοιαῦτα φιλοσοφεῖν. ἐπιῤῥεῖν γὰρ ἀεὶ φαίνεται τοῖς ἰσχυρότερον θερμαινομένοις μορίοις ἐν μὲν τοῖς πληθωρικοῖς καὶ περιττωματικοῖς σώμασιν ἱκανῶς δαψιλὲς, ἐν δὲ τοῖς ἀπερίττοις ὀλίγον. ἐπιῤῥεῖ δ’ οὐχ ἥκιστα καὶ τοῖς ὀδυνωμένοις. οὕτω γοῦν πολλάκις ἄκρον τὸν δάκτυλον τῆς χειρὸς ἐλαχίστῃ βελόνῃ νυχθείς τις, ὀδυνᾶται μὲν αὐτίκα, μικρῷ δ’ ὕστερον φλεγμαίνει τε καὶ εἰς ὄγκον αἴρεται μέγιστον ἅπαντα τὰ πέριξ, ἐνίοις δὲ καὶ βουβῶνες ἐπανίστανται κατὰ τὰς μασχάλας, ἀπολαυσάντων τι τοῦ ῥεύματος τῶν ἀραιῶν τε καὶ σπογγοειδῶν ἐνταῦθα σωμάτων, ἃ δὴ καλοῦσιν ἀδένας. ἔστι δ’ οἷς καὶ κατὰ μέσον τὸν βραχίονα τοῦτο φαίνεται γιγνόμενον, οἷς ἂν ἀξιόλογος ἀδὴν ἐνταῦθ’ ᾖ τεταγμένος. ἐναργέστατα δ’ ὄψει τὸ λεγόμενον ἐφ’ ὧν ἂν ἑλκύδριόν τι μικρὸν ἀφλέγμαντόν τε καὶ ἀνώδυνον ὄνυχος ᾖ πλησίον. εἰ γὰρ ἀμεληθείη τοῦτο, καὶ μὴ συνέρχοιτο, καὶ εἰς οὐλὴν ἄγοιτο, τῆς ἐπιτρεφομένης αὐτῷ σαρκὸς ὑπὸ τοῦ ὄνυχος θλιβομένης, ὀδυνᾶται μὲν πρῶτον, εἶθ’ ἑξῆς ὅλος ὁ δάκτυλος, ἐνίοτε δὲ καὶ καρπὸς αὐτῶν ἢ ποὺς εἰς μεγίστην ἐξαίρεται φλεγμονήν· οὕτως ἄρα καὶ ἡ ὀδύνη ῥεῦμα τοῖς ὀδυνωμένοις ἐπάγει μορίοις, οὐ μὴν οὐδὲ τούτου τὴν αἰτίαν ἐνταῦθα λέγειν ἀναγκαῖον, ἑτέρωθι γὰρ εὐκαιρότερον λέλεκται, καὶ οὐδὲν αὐτῆς εἰς τὰ παρόντα δεόμεθα. φαίνονται γοῦν ἤδη σαφῶς αἰτίαι ῥευμάτων ἐξ αὐτῶν ὁρμώμεναι τῶν ῥευματιζομένων μορίων διτταὶ, μία μὲν ἡ ἐκ τῆς ἀναπτομένης ἐν αὐτοῖς θερμασίας, ἑτέρα δὲ ἡ ἐκ τῆς γινομένης ὀδύνης. τοῦ δ’ ἤτοι πλέον, ἢ ἔλαττον, ἢ χρηστότερον, ἢ μοχθηρότερον ἐπιῤῥυῆναι τὴν αἰτίαν οὐκ ἔτ’ ἐξ αὐτῶν ἔχει μόνον τῶν ῥευματιζομένων σωμάτων, ἀλλὰ τοῦ μὲν χρηστότερον ἢ μοχθηρότερον, ἐν τοῖς πέμπουσι μορίοις ἡ αἰτία, τοῦ δ’ ἧττόν τε καὶ πλέον ἐν τοῖς συναμφοτέροις. αἱ μὲν γὰρ ἰσχυραὶ θερμασίαι τε καὶ ὀδύναι πλέον ἕλκουσιν, αἱ δ’ ἀσθενέστεραι μεῖον· οὕτω δὲ καὶ τὰ μὲν ἀπέριττα σώματα βραχύ τι τοῖς ἕλκουσι πέμπουσι, τὰ δὲ περιττωματικά τε καὶ πληθωρικὰ τοσούτῳ πλέον, ὅσῳ περ ἂν ἐξεστήκῃ τοῦ κατὰ φύσιν. αὗται μὲν οὖν αἱ διαφοραὶ τῶν ῥευμάτων χωρὶς τῆς τῶν ῥευματιζομένων ἀσθενείας γίνονται. ἕτεραι δὲ διά τε τὴν τούτων ἀσθένειαν καὶ τὴν ἰσχὺν τῶν πεμπόντων τὰ περιττώματα. πᾶσαι γὰρ αἱ χωρὶς τοῦ τρωθῆναι καὶ θλασθῆναι καταλαμβάνουσαι τὰ μόρια φλεγμοναὶ περιττωμάτων τινῶν κατασκηπτόντων ἐξ ἰσχυροτέρων εἰς ἀσθενέστερα γίνονται· συνεξάπτουσι δ’ εὐθὺς αἱ τοιαῦται φλεγμοναὶ καὶ πυρετοὺς, ὅταν ἤτοι διὰ μέγεθος, ἢ γειτνίασιν ἡ ἐξ αὐτῶν θερμότης ἐπὶ τὴν καρδίαν ἐξικνῆται. σήπεται μὲν οὖν ἐν πάσαις ταῖς φλεγμοναῖς τὰ κατασκήψαντα περιττώματα διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας· οὐχ ὁμοίως δὲ σήπεται τὰ πάντα, τῷ τὰ μὲν εἶναι φλεγματικὰ, τὰ δὲ μελαγχολικὰ, τὰ δὲ πικρόχολα. σηπομένων δὲ αὐτῶν ἀνάπτεται θερμασία παρὰ φύσιν ἐν τῷ φλεγμαίνοντι μορίῳ, συνεκθερμαίνουσα μὲν,  ὅσα πρῶτα ψαύει τῶν φλεγμαινόντων μορίων, εἶθ’ ἑξῆς τὰ συνεχῆ τούτοις, ὑφ’ ὧν αὖθις ἕτερα τῷ τῆς γειτνιάσεως λόγῳ θερμανθέντα, καὶ πάλιν ὑπ’ ἐκείνων ἕτερα, διακομίζει τὴν θερμασίαν ἐνίοτε μέχρι τῆς καρδίας. ἥτις μὲν οὖν ἐστιν ἡ ἐν τοῖς φλεγμαίνουσι διάθεσις, ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας εἴρηται λόγῳ κᾀν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. ὅτι δ’ ἀναγκαῖόν ἐστι τὸ περιεχόμενον ἐν αὐτοῖς αἷμα σήπεσθαι πολλάκις ἅμα τοῖς ἐπιῤῥυεῖσιν, ἐν τῷδε λεχθήσεται.