Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Εἴη δ’ ἂν ἐν τοῖς ὑπολοίποις οὐδενὸς φαυλότερον σκέμμα τόδε, πότερον ὥσπερ ἐπὶ ταῖς χολαῖς ἀμφοτέραις καὶ τῷ φλέγματι γίνονταί τινες ἰδέαι πυρετῶν, οὕτω κᾀπὶ τῷ αἵματι σηπομένῳ. τοὺς μὲν γὰρ ἐφημέρους πυρετοὺς, ἐκθερμανθέντος αὐτοῦ μόνον, οὐ μέν τοι σαπέντος, ἐλέγομεν γίγνεσθαι. κατὰ δὲ τὰς σήψεις, ἀνάγκη γάρ ποτε καὶ τὸ αἷμα σήπεσθαι, ζητητέον ἐστὶ τὴν ἰδέαν τῶν πυρετῶν. εὑρεθήσεσθαι δὲ εἰκὸς αὐτὴν, ἂν πρότερον ἐξεύρωμεν πῶς σήπεται αἷμα. δοκεῖ μὲν γὰρ ὀρθῶς Ἀριστοτέλης εἰρηκέναι τὴν σῆψιν ὑπὸ θερμότητος ἀλλοτρίας γίγνεσθαι. λέγει δ’ ἀλλοτρίαν τὴν ἔξωθεν, οὐκ ἔμφυτον οὐδ’ οἰκείαν ἑκάστου τῶν ὄντων. αὕτη μὲν γὰρ πέφυκεν πέπτειν, ἡ δ’ ἀλλοτρία διαφθείρειν, ὅπερ ἐστι σήπειν. ἔξωθεν δὲ θερμότης ἐπιγίγνεται τῷ αἵματι κατά τε τὰς ἐγκαύσεις καὶ τὰς λοιμώδεις καταστάσεις, καὶ ἁπλῶς εἰπεῖν, ἅπαντας τοὺς πυρετοὺς, ὑφ’ ἧς ἄν τινος αἰτίας εἰς γένεσιν ἥκωσιν. ἀλλὰ κᾀπειδὰν ἔν τινι μορίῳ τοῦ ζώου τὸ αἷμα πλέον ἀθροισθὲν ὑπὲρ τὴν δύναμιν αὐτοῦ γένηται, διαφθείρεται, καὶ μάλισθ’ ὅταν ἐμφραχθῇ διὰ πάχος ἐν μικροῖς ἀγγείοις, ἢ σφηνωθῇ διὰ πλῆθος, ὁποῖόν τι συμβαίνει κατά τε τοὺς βουβῶνας καὶ τὰ φύματα, καὶ ἁπλῶς εἰπεῖν, ἁπάσας τὰς φλεγμονάς. ἐν γὰρ ταῖς τοιαύταις διαθέσεσι κατὰ διττὴν αἰτίαν φθείρεται τὸ αἷμα, τῷ τε μὴ διαπνεῖσθαι καὶ τῷ μὴ κρατεῖσθαι πρὸς τῆς φύσεως. ὅτι δὲ καὶ τὰ μὴ διαπνεόμενα σήπεσθαι πέφυκεν, ἐπὶ τῶν ἐκτὸς ἁπάντων ἐστὶ θεάσασθαι καρπῶν τε καὶ σπερμάτων, ἤδη δὲ καὶ ἱματίων. ἐπαγαγεῖν δ’ ἡμᾶς ἱκανῶς δύναται τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς πλευρίτιδας. ἀναβήττουσι γὰρ ἐν αὐταῖς οἱ μὲν ἀφρῶδες, οἱ δ’ ὠχρὸν, οἱ δ’ ἐρυθρὸν ἰχῶρα, τοῦ κατὰ τὴν φλεγμονὴν ἐπικρατοῦντος χυμοῦ τὸ μὴ στεγόμενον, ἀλλ’ ὑπὸ λεπτότητος ἔξω ἱδρούμενον. ἔστι δ’ ὅτε καὶ μέλας ὁ ἰχὼρ φαίνεται οὗτος, καὶ οὐδὲ κατ’ ἀρχὰς εὐθέως, ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι, προηγησαμένων ὡς τὰ πολλὰ τῶν ὠχρῶν πτυσμάτων, ἅπερ ἦν τοῦ πικροχόλου κρατοῦντος χυμοῦ γνωρίσματα, καθάπερ ἀφρώδη μὲν τοῦ φλέγματος, ἐρυθρὰ δὲ τοῦ αἵματος. εἰκὸς οὖν ποτε καὶ αὐτὸ τὸ αἷμα σήπεσθαι κατὰ τὰ φλεγμαίνοντα χωρία, καὶ τὸν ἐπ’ αὐτῷ πυρετὸν ἁπλούστερον μὲν εἶναι τῶν ἐπὶ τοῖς ἄλλοις χυμοῖς, ἀναλογίαν δὲ τῶν παροξυσμῶν ἐν τριταίᾳ μάλιστα περιόδῳ λαμβάνειν. οὕτω γὰρ φαίνεται κᾀπὶ τῶν πλευριτικῶν γινόμενον, ὅταν ἐρυθρὰ πτύωσιν· εἰ δ’ ὑπεροπτηθείη, μεταβάλλει μὲν δήπου πάντως· ὅσον μὲν δὴ λεπτότατόν τε ἅμα καὶ πῖόν ἐστιν, εἰς τὴν ὠχράν· ὅσον δὲ παχύτερον, εἰς τὴν μέλαιναν χολὴν, ὥσπερ κᾀπὶ τῶν καλουμένων ἀνθράκων, καὶ γὰρ ἐπὶ τούτων ἐξ αἵματος ἰσχυρῶς ζέσαντος ἡ μετάπτωσις εἰς τὸν μελαγχολικὸν χυμὸν γίνεται. οὕτω δ’ ἀκούειν χρὴ τό γε νῦν εἶναι μελαγχολικὸν χυμὸν, ὡς οὐκ ἀκριβῶς ἤδη γεγονότα μέλαιναν χολὴν, ἀλλ’ ἐν μεθορίῳ τινὶ τεταγμένον. καὶ τοίνυν καὶ οἱ πυρετοὶ κατὰ τὰς τῶν χυμῶν ἰδέας, εἰς οὓς μεταβάλλει τὸ αἷμα, συστήσονται, μόνῳ τῷ κακοήθει καὶ οὐ κακοήθει διαλλάττοντες. ἁπλούστεροι γὰρ οἱ ἐπὶ τῇ τοῦ αἵματος μεταβολῇ τά τ’ ἄλλα καὶ τῷ πρᾴῳ τῆς θερμασίας. εἰ γὰρ ὅτι μάλιστα παμπόλλη φαίνοιτο κατὰ τὴν ἐπιβολὴν τῆς χειρὸς, ἀλλὰ πραεῖά γε πάντως ἐστὶν, ὥσπερ ἡ κατὰ τὰ βαλανεῖα. τὸ μὲν γὰρ πλῆθος ἀεὶ τῆς πυρετώδους θερμασίας ἐν τῷ πλήθει κεῖται τῆς ἀποῤῥοῆς· τὸ δὲ ἀνιαρὸν, ὡς πρὸς τὴν ἐπιβαλλομένην ἔξωθεν χεῖρα, κατὰ τὴν τοῦ χυμοῦ δριμύτητα. καί σοι τοῦτ’ ἔστω μέγιστον γνώρισμα τοῦ τὸν πυρετὸν ἐργαζομένου χυμοῦ, λέγω δὴ τὸ κατὰ τὴν ποιότητα τῆς θερμασίας. ἡ μὲν γὰρ ἀτμωδεστέρα τε καὶ ἀλυποτέρα τοῦ αἵματός ἐστιν· αἱ δ’ ἀνιαραὶ καὶ διαβρωτικαὶ καὶ δακνώδεις ἐπὶ ταῖς χολαῖς συνίστανται. ὅταν δὲ κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀτμῶδές τι μᾶλλον, οὐ δριμὺ φαίνηται, χρονιζόντων δὲ κατὰ βραχὺ, προσγίνηται τὸ δακνῶδες αὐτῷ, καὶ μάλιστα ἀνώμαλον, ὡς δι’ ἠθμοῦ τινος ἢ κοσκίνου διηθεῖσθαι δοκεῖν, ἐπὶ φλέγματι σηπομένῳ τὸν τοιοῦτον πυρετὸν ἴσθι γινόμενον.