Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Ἐπισκεπτομένῳ δέ μοι καὶ ζητοῦντι τὴν  αἰτίαν, δι’ ἣν οἱ μὲν ἐπὶ τοῖς ἄλλοις χυμοῖς πυρετοὶ τὴν θερμασίαν ὁμαλῶς προσπίπτουσαν ἔχουσιν, οἱ δ’ ἐπὶ φλέγματι μετὰ τῆς εἰρημένης ἀνωμαλίας, ἐδόκει μάλιστα αἴτιον εἶναι τὸ γλίσχρον καὶ παχὺ καὶ δυσδιάλυτον τοῦ χυμοῦ. διαπνεῖται μὲν γὰρ δήπου καὶ τούτου, ὡς καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσον ἂν ἑκάστοτε λεπτυνθῇ· λεπτύνεται δὲ μόλις, ὅ τι περ ἂν ᾖ παχύτατον· ἂν δὲ καὶ ψυχρὸν ὑπάρχῃ φύσει, πολὺ δὴ καὶ μᾶλλον οὔτ’ οὖν ὅλον οὔθ’ ὁμαλῶς, ἀλλὰ ὅπῃ περ ἂν ἡ σηπεδὼν ἐνισχύσῃ, κατ’ ἐκεῖνο μόνον ἐκφυσᾶται καὶ ἀναφέρεται λελεπτυσμένον, ὁμοίου τοῦ συμβαίνοντος ὄντος, οἷόν τι κᾀπὶ τῶν ἐκτὸς ἑψομένων γλίσχρων καὶ παχέων χυμῶν τὸ γινόμενον. ἐπανίστανται γὰρ αὐτοῖς πομφόλυγες, ὧν ἐκρηγνυμένων ἀθρόον ἀναφέρεται πνεῦμα συναναφέρον ἑαυτῷ λελεπτυσμένην ὑγρότητα· τοῖς δὲ λεπτοῖς χυμοῖς ἑψομένοις οὔτε πομφόλυγες ἐγγίνονται, καὶ ὁ ἀναφερόμενος ἀπ’ αὐτῶν ἀτμὸς ὅμοιός τέ ἐστιν πάντῃ καὶ συνεχὴς ἑαυτῷ.