Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Τῶν δ’ ἑκτικῶν πυρετῶν, ἐπειδὴ διττόν ἐστι τὸ εἶδος, ὡς ἄρτι διώρισται, τὰς διαγνώσεις ἐφεξῆς λέγωμεν. ὁ μὲν δὴ συνεμπίπτων τῷ μαρασμῷ πυρετὸς ἑκτικὸς ἑτοιμότατός ἐστι καὶ προχειρότατος γνωσθῆναι. πρὶν μὲν γὰρ ἅψασθαι τῶν τε σφυγμῶν καὶ τῆς θερμασίας, ὀφθαλμοὺς κοίλους ἀμέτρως θεάσῃ, καθάπερ ἐν βόθροις τισὶν ἐγκειμένους, ἐξ ἀπωλείας ἁπάσης αὐτῶν τῆς ὑγρᾶς οὐσίας, ὡς καὶ τῶν ὀστῶν οἷς ἐπιπέφυκε τὰ βλέφαρα φαίνεσθαι τὰς ἐξοχάς. καὶ μὴν καὶ λῆμαι κατ’ αὐτοὺς ἐμφαίνονται ξηραὶ, καί τις αὐχμώδης διάθεσις, οἵα μάλιστα τοῖς πολλὴν διελθοῦσι κόνιν δι’ ὅλης ἡμέρας ἐν ἡλίῳ θερμῷ. ἀπόλωλε δὲ καὶ τῆς χρόας αὐτὸ τὸ ζωτικὸν ἄνθος, τοῦτο μέν γε καὶ τῷ προσώπῳ παντὶ συμβέβηκε, καί τις ἄμετρος αὐχμὸς ἐμφαίνεται τοῦ τε δέρματος ἅπαντος τοῦ περὶ τὸ πρόσωπον, καὶ μάλιστα τοῦ κατὰ τὸ μέτωπον, ὡς διὰ ξηρότητα σκληρόν τε εἶναι καὶ περιτεταμένον, οὐ μὴν οὐδ’ ἀνατείνειν ἐπιπλέον οἷοί τέ εἰσι τὰ βλέφαρα, παραπλησίως τοῖς νυστάζουσιν ἀεὶ διακείμενοι. καὶ μέντοι καὶ μύουσιν ὡς τὰ πολλὰ, καθάπερ ὑπνώττοντες· ἔστι δ’ οὐχ ὁ ὕπνος αὐτῶν τὸ πάθος, ἀλλ’ ἐγρηγόρσεως ἀδυναμία. ἐκτετήκασι δὲ καὶ αἱ σάρκες αἱ κατὰ τοὺς κροτάφους, ὡς φαίνεσθαι συμπεπτωκότα καὶ κοῖλα τὰ χωρία. καὶ τί γὰρ ἄλλο ἢ ὀστᾶ καὶ δέρμα τὸ σύμπαν εἰσίν; ὥστ’ εἰ καὶ γυμνώσας αὐτοὺς ἐπισκέπτοιο τὰ κατὰ τὴν γαστέρα, δόξει σοι μηδὲ τῶν ἐντέρων τι μήτε τῶν σπλάγχνων μηδὲν ἀποσώζεσθαι, καὶ τὸ ὑποχόνδριον ἀνεσπᾶσθαι σφοδρῶς εἰς τὸν θώρακα· εἰ δὲ καὶ ἅψασθαι βουληθείης αὐτῶν, τὸ μὲν δέρμα καρφαλέον ἐσχάτως ἐστὶ, καὶ εἰ ἀνατείναις ἐπιλαβόμενος τοῖς δακτύλοις, ὥσπερ βύρσα τις ἵσταται· ὁ δὲ σφυγμὸς ἰσχνὸς καὶ σκληρὸς καὶ ἀμυδρὸς καὶ πυκνός· ἡ θερμασία τε κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀμυδρὰ, μετ’ ὀλίγον δὲ τό τε δριμὺ καὶ τὸ διαβρωτικὸν ἐνδείκνυται, καὶ μᾶλλον, ἢν ἐπιπλέον ἐγχρονίσῃς ἁπτόμενος. οὐδὲν ἔτι χρὴ τῶν λοιπῶν μνημονεύειν γνωρισμάτων ἐν οὕτω σαφεῖ πράγματι. βέλτιον γὰρ ἐπὶ τὸν ἀρχόμενον ἔτι μαρασμὸν ἀπάγειν τὸν λόγον. ἄρχεσθαι δὲ λέγω τὸν μαρασμὸν, ὅταν ἡ σύμφυτος ὑγρότης ἡ ἐν ἑκάστῳ σώματι παρεσπαρμένη κατὰ τὰς μεταξὺ χώρας τῶν ὁμοιομερῶν, ἐξ ἧς πρῶτον τρέφεται τὰ μόρια, κινδυνεύῃ μηκέτ’ εἶναι κατὰ τὸ τῆς καρδίας σῶμα. μέχρι μὲν γὰρ τοῦ σώζεσθαί τι ταύτης, ἑκτικὸς μόνον ὁ πυρετός ἐστιν, οὐ μὴν ἤδη γέ πω καὶ μαρασμώδης· ὅταν δὲ εἰς κίνδυνον ἥκῃ τοῦ μηκέτ’ εἶναι τῆς τοιαύτης ὑγρότητος μηδὲν, ὁ ἀκριβὴς ἤδη μαρασμὸς συνίσταται. χαλεπὴ  μὲν οὖν καὶ ἡ τῶν ἑκτικῶν ἁπάντων πυρετῶν ἐστι διάθεσις, ὅταν γε τὸν τῆς ἀρχῆς χρόνον ὑπερβῶσιν. ὁρίζω δὲ τὴν ἀρχὴν οὐχ ἡμερῶν ἢ ὡρῶν ἀριθμῷ, καθότι μηδ’ ἐν τοῖς ἄλλοις νοσήμασιν, ἀλλὰ τῷ ποιῷ τῆς διαθέσεως. ἐν γὰρ τῷ πρῶτον ἐκτρέπεσθαι τῆς κατὰ φύσιν εὐκρασίας τὸ σῶμα τῆς καρδίας οὔθ’ ἡ σύμφυτος ὑγρότης ἀπόλωλεν εὐθέως οὔθ’ ἡ δύναμις ἀῤῥωστεῖ, ἀλλὰ πρῶτον μὲν οἷον ζέσις τις γίνεται τῆς ὑγρότητος, ἐν ᾧ δὴ καιρῷ ῥᾷστον ἰᾶσθαι τὸν τοιοῦτον πυρετὸν, ὡς ἂν μηδὲν τῆς δυνάμεως ἤδη πεπονθυίας· ἐφεξῆς δὲ καὶ δαπάνη τις ἐπὶ τῇ ζέσει, καὶ ταύτης ἐπιπλέον ἤδη προερχομένης καὶ αὐτὰ τὰ ὁμοιομερῆ σώματα, τὰ οἷόν περ στοιχεῖα τῆς καρδίας, ξηρότερά τε καὶ ἀτροφώτερα γίγνεται, καὶ ἡ δύναμις ἄῤῥωστος εἰς τοσοῦτον, εἰς ὅσον περ ἂν ἥ τε ξηρότης ἐν αὐτῇ κρατῇ καὶ ἡ θερμότης, ὧν ἤρκει καὶ θάτερον ἐπικρατῆσαν ἄτονον ἐργάσασθαι δύναμιν. ὁ τοιοῦτος πυρετὸς ἤδη πως ἐπαμφοτερίζει καὶ μέσος ἐστὶ τοῦ τ’ ἀνιάτου παντάπασιν ἐκείνου τοῦ μαρασμώδους καὶ τοῦ μικρὸν ἔμπροσθεν εἰρημένου τοῦ κατ’ ἀρχὰς ἔτι ῥᾴστου θεραπεύεσθαι. πλάτη δ’ ἐστὶ κᾀν τούτῳ πάμπολλα· διότι καὶ τῆς διαθέσεως αὐτῆς οὐκ ὀλίγη τις ἡ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάλλαξις. ὁ μὲν οὖν ἶσον ἀπέχων ἑκατέρων τῶν πυρετῶν, τοῦ τ’ ἀκριβῶς ἤδη μαρασμώδους καὶ τοῦ μηδέπω μηδὲν ἔχοντος τοιοῦτον, μέσος πώς ἐστι καὶ πρὸς τὴν ἴασιν ἀμφίδοξον ἔχων τὴν ἐφ’ ἑκάτερα ῥοπήν· ὁ δ’ ἐγγυτέρω τοῦ μαρασμώδους ἤδη κινδύνῳ πελάζει, καθάπερ καὶ ὁ θατέρου τοῦ πρώτου πλησίον οὐκ ὀλίγας ἔχει σωτηρίας ἐλπίδας. ἑξῆς οὖν ἐπὶ τὰς διαγνώσεις αὐτῶν ἰτέον, καὶ πρώτου γε τοῦ λύεσθαι δυναμένου ῥᾳδίως, ἢν μὴ περιπέσῃ τινὶ τῶν πολλῶν τοιούτων ἰατρῶν. ἔστι δὲ μόνος μὲν ὑφιστάμενος, οὐ χαλεπὸς ἐπιγνωσθῆναι, συνεπισπώμενος δέ τινα τῶν ἐπὶ σήψει χυμῶν, δυσφώρατος ἤδη γίγνεται διὰ τὴν ἐπιμιξίαν. ὑποκείσθω δὲ πρῶτος αὐτὸς μόνος ἐπί τινι τῶν προειρημένων αἰτίων συνιστάμενος, καὶ φαινέσθω γε κατὰ τὴν πρώτην ἡμέραν ἅπαντα ἐπ’ αὐτοῦ τὰ γνωρίσματα τῶν ἐφημέρων πυρετῶν τοῦ γένους. συνεμφαίνεται μὲν οὖν αὐτοῖς εὐθέως καὶ ἡ ἰδέα τοῦ προκατάρξαντος αἰτίου, καὶ δειχθήσεται καὶ τοῦτο τοῦ λόγου προϊόντος. ἀλλὰ καὶ πυθομένους αὐτοῦ τοῦ κάμνοντος ἔνεστι μαθεῖν, εἰ τὰ ἄλλα διακείμενος ἀμέμπτως, ἐπὶ μόνῳ τῷ θυμωθῆναι σφοδρῶς ἢ λυπηθῆναι πυρέττειν ἤρξατο. καὶ εἰ φαίνοιτο ταῦθ’ οὕτως ἔχοντα, καὶ παρατείνοιτο κατὰ τὴν δευτέραν ἡμέραν ὁ πυρετὸς, μήτ’ εἰς ἀπυρεξίαν ἀναπαυόμενος, ἀλλὰ μηδὲ σφοδρότερος γινόμενος, αὐχμηρότερός γε φαινόμενος, ὑποπτεύειν ἑκτικὸν ἔσεσθαι τὸν τοιοῦτον· εἰ δὲ κᾀν τῇ τρίτῃ τῶν ἡμερῶν ἄσιτος ὑπερβάλλειν ἐθελήσειε τὰς ὑποπτευομένας ὥρας τοῦ διὰ τρίτης παροξυσμοῦ, καὶ μήτε προσθήκη τις γένοιτο μήτε ἀφαίρεσις ἀξιόλογος, ἀλλὰ τὸ τοῦ πρώτου πυρετοῦ λείψανον τὸ σμικρὸν ἐκτείνοιτό τε καὶ παραμένοι σὺν αὐχμηρῷ τῷ σώματι, καὶ τῇ θερμασίᾳ κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς ἐπιεικεῖ φαινομένῃ, χρονιζόντων δὲ δριμείᾳ καὶ δακνώδει καὶ αὐχμηρᾷ προσπιπτούσῃ, τὸν τοιοῦτον πυρετὸν ἑκτικὸν ὑπολαμβάνειν εἶναι. μέγιστον δέ σοι καὶ ἀναμφισβήτητον ἔσται γνώρισμα τῆς φύσεως αὐτοῦ, θρέψαντι τὸν ἄνθρωπον, ἡνίκα μάλιστα δοκεῖ βεβαίως ὑπερβεβηκέναι τὰς ὑπόπτους ὥρας ἁπάσας. εὐθέως γὰρ ἐπὶ τῇ τροφῇ μετὰ μίαν ὥραν ἢ δευτέραν ἅπασι τοῖς ἁπτομένοις τοῦ κάμνοντος ἑτέραν ἐπίδοσιν ὁ πυρετὸς ἐσχηκέναι δόξει. καί τις καὶ τοῖς δοῦσι τὴν τροφὴν ὡς ἀκαίρως θρέψασιν ἐγκαλέσει, καὶ ὡς κατ’ αὐτὰς μάλιστα τὰς ὥρας τοῦ παροξυσμοῦ, καὶ ὡς ἐχρῆν ἐπὶ πλείω χρόνον ἐπιμετρῆσαι, καὶ ὡς ὑστέρησεν ἡ ἐπισημασία. τὸ δ’ οὐχ οὕτως ἔχει. πᾶσι γὰρ τοῖς ἑκτικοῖς πυρετοῖς ἴδιον ἀχώριστον ὑπάρχει τοῦτο, τὸ τροφῆς προσενεχθείσης ἀνάπτεσθαι μὲν τὴν θερμασίαν, ἐπιδιδόναι δὲ τὸν σφυγμὸν εἰς μέγεθος καὶ τάχος, ὡς ἄθλιπτον δοκεῖν ἐπισημασίαν γεγονέναι. προσαγορεύω δὲ ἄθλιπτον, ἐν ᾗ μήτε φρίκη τις ἐγένετο, μήτε περίψυξις τῶν ἄκρων, μήθ’ οἷον εἰς ὕπνον τις καταφορὰ, μήτε νωθρότης τις ἐπίσημος, ἢ ἀνωμαλία τις ὅλως ἤτοι κατὰ τὴν θερμασίαν, ἢ κατὰ τοὺς σφυγμοὺς, ἔτι δὲ μᾶλλον οὐδὲ σμικρότης, οὐδ’ ἀμυδρότης, οὐδ’ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ’ ὡς ἂν καὶ ἄλλῳ τινὶ τραφέντι μείζων αὐτίκα καὶ θάττων σφυγμὸς ἀποτελεσθείη. γίνεται μὲν οὖν ποτε καὶ κατ’ ἄλλους τινὰς πυρετοὺς ἄθλιπτος ἀνάβασις, καὶ ὅσον γε ἐπὶ τούτου, δόξειεν ἂν οὐκ εἶναι αὐτῶν ἑκτικῶν ἴδιον ἀχώριστον σύμπτωμα· διαφέρει μὲν οὐκ ὀλίγον, εἰ τὸ σύμπαν ἄθροισμα τῶν εἰρημένων γνωρισμάτων ἐπιβλέπεις. ἐν μὲν γὰρ τοῖς ἄλλοις ἅπασι πυρετοῖς αἱ τοιαῦται εἰσβολαὶ ἄθλιπτοι γίνονται χωρὶς τοῦ τραφῆναι· κατὰ δὲ τοὺς ἑκτικοὺς πᾶν τὸ ἐναντιώτατον, οὐδ’ ὅλως ἐπισημασία γίνεται κατ’ οὐδένα χρόνον, ἀλλ’ εἷς ἐστι συνεχὴς πυρετὸς ὥσπερ, ὁ καλούμενος ἰδίως σύνοχος. ἀλλ’ ἐκεῖνος μὲν ὥσπέρ τινα φλόγα παμπόλλην ἀπαντῶσαν ἔχει τοῖς ἐπιβάλλουσι τὴν χεῖρα, πρὸς τῷ καὶ τοὺς σφυγμοὺς ταχίστους καὶ πυκνοτάτους καὶ μεγίστους ὑπάρχειν αὐτῷ· κατὰ δὲ τοὺς ἑκτικοὺς πυρετοὺς οὔτε πλῆθος ἀπαντᾷ θερμασίας, οἵ τε σφυγμοὶ τοσοῦτον μικρότεροι καὶ ἀραιότεροι καὶ βραδύτεροι τῶν ἐν τοῖς συνόχοις εἰσὶν, ὅσον περ καὶ τὰ τῆς θερμότητος ἐλάττω.

١١ وأمّا حمّى الدقّ، فهي صنفان، كما قد لخّصت قبيل. فأنا آخذ في صفة طريق تعرّف هذين الصنفين. فأقول إنّ حمّى الدقّ التي تعرض مع الذبول هي من أسهل الحمّيات وأقربها تعرّفاً. وذلك أنّك من قبل أن تجسّ العرق وتلمس البدن لتعرّف حرارته، ترى العينين غائرتين جدّاً كأنّهما في حفرتين، من قبل أنّ الجوهر الرطب الذي كان فيهما قد نفد كلّه، حتّى ترى حروف العظام التي تتّصل بها الجفنان ناتئة. وترى في العينين رمصاً يابساً وحالاً من اليبس أشبه شيء بحال من قد سار في غبار نهاره كلّه في شمس حارّة. ويذهب أيضاً عن لونهما نور الحياة، وذلك يعرض أيضاً في الوجه كلّه، وترى في الجلدة التي على الوجه كلّها يبساً مفرطاً، وخاصّة في جلدة الجبهة، حتّى تجدها ليبسها صلبة متمدّدة. وترى صاحب هذه الحال لا يقدر أن يقلّ جفنيه على ما ينبغي، لكن حاله دائماً شبيهة بحال الناعس، وتجده أيضاً في أكثر الحالات مغمض العينين، كأنّه نائم. وليس ما يعرض له من ذلك بنوم، لكنّه إنّما هو ضعف وعجز من الانتباه. وتجد اللحم الذي في الصدغين قد ذاب، حتّى ترى مواضعهما لاطية غائرة.

فما بدن صاحب هذه الحال كلّه شيء سوى العظام والجلد؟ حتّى إن عرّيته وتأمّلت بطنه، توهّمت أنّه لم يبق من أمعائه ولا من أحشائه شيء، وترى ما دون الشراسيف منه قد انجذب إلی فوق إلی ناحية الصدر انجذاباً شديداً. وإن آثرت أن تلمسه، وجدت الجلد منه قحلاً في غاية القحل، وإن أخذت موضعاً منه بأصابعك فمدّدته إلی فوق، بقي قائماً بمنزلة الجلود المدبوغة. ووجدت نبضه دقيقاً صلباً ضعيفاً متواتراً. ووجدت حرارة بدنه في أوّل ما تضع عليه كفّك ضعيفة، ثمّ إنّك بعد قليل تتبيّن منها الحدّة والقرص، ولا سيّما إن أطلت مدّة اللمس. وما بي حاجة بعد هذا إلی ذكر سائر الدلائل في هذه العلّة، إذ كان أمرها من البيان على ما وصفت. والأجود أن أقبل على الذبول الذي هو بعد في حال ابتدائه.

فأعني بالذبول الذي هو في حال ابتدائه، إذا كانت الرطوبة الغريزيّة المبثوثة في كلّ واحد من الأجسام في مواضع الخلل الذي فيما بين الأجزاء المتشابهة التي منها تغتذي تلك الأعضاء بلا توسّط قد أشرفت على أن لا تكون موجودة في جرم القلب. وذلك أنّه ما دام شيء من تلك الرطوبة باقياً، فإنّ الحمّى إنّما هي حمّى دقّ فقط، وليس معها بعد ذبول. فإذا أشرف القلب على ألّا يكون بقي فيه شيء من تلك الرطوبة أصلاً، فإنّه قد حلّ به الذبول الصحيح.

والحال في حمّيات الدقّ كلّها حال صعبة، إذا كانت قد جاوزت مدّة ابتدائها. ولست أحدّ ابتداءها بعدد من الأيّام أو من الساعات، كما لست أفعل ذلك في سائر الأمراض، لكنّي إنّما أحدّه بكيفيّة الحال. وذلك أنّ البدن في أوّل زواله وخروجه عن اعتدال مزاجه الطبيعيّ لا تكون رطوبته بعد نفدت ولا قوّته ضعفت، لكنّه إنّما يحدث له أوّلاً كالغليان في رطوبته، وفي ذلك الوقت تكون هذه الحمّى أسهل ما تكون علاجاً، لأنّ الآفة بعد لا تكون نالت القوّة. ثمّ من بعد، فإنّ تلك الرطوبة تأخذ في الفناء من ذلك الغليان ولا يزال ذلك يتزيّد، حتّى تصير الأجسام المتشابهة الأجزاء التي منها تركيب القلب أجفّ ممّا كانت وأهزل، وتضعف القوّة بحسب مقدار ما غلب على القلب من اليبس والحرارة، وقد كان يكفي أن يغلب أحدهما حتّى تضعف القوّة.

وهذه الحمّى متوسّطة بين حمّى الدقّ التي معها ذبول التي لا تبرأ بتّة، وبين حمّى الدقّ التي وصفتها قبيل التي هي في حال ابتدائها، وهي أسهل ما تكون منها علاجاً وأسرع برءاً. ولها في ذلك أيضاً عرض كثير جدّاً، لأنّ الحال فيها ليس التفاضل في الأكثر والأقلّ فيها بيسير. فالحمّى التي بعدها من كلتي الحمّيين بعداً سواء، أعني من الحمّى التي معها ذبول صحيح ومن الحمّى التي ليس معها بعد شيء من الذبول أصلاً، هي أيضاً كأنّها متوسّطة في البرء، وميلها إلی كلّ واحد من الجانبين بين الخوف والرجاء. والحمّى التي هي إلی حمّى الذبول أقرب، فإنّها قريبة من الخطر، وكذلك أيضاً الحمّى التي هي قريبة من الحمّى الأولى، الرجاء فيها قويّ. وينبغي الآن أن نقبل على صفة دلائل هذه الحمّيات، ونذكر أوّلاً دلائل الحمّى التي هي منها سهلة سريعة البرء، إلّا أن يقع صاحبها في يد واحد من أطبّائنا هؤلاء الكثيرين.

وهذه الحمّى، متى كانت مفردة وحدها، لم يعسر تعرّفها، ومتى تركّب معها شيء من الحمّيات التي تكون من عفونة الأخلاط، عسر الوقوف عليها لموضع الاختلاط. فأنزل أوّلاً أنّها حدثت وحدها مفردة من بعض الأسباب التي ذكرتها قبل، وأنّه ظهر في أوّل يوم من الحمّى جميع الدلائل التي تدلّ على الجنس من الحمّى المعروف بحمّى يوم. وقد يظهر مع هذه الحمّيات منذ أوّل أمرها إمارات تدلّ على السبب البادئ الذي منه حدثت، وسنبيّن ذلك أيضاً فيما يستأنف من القول.

وقد يمكنك أيضاً أن تسائل العليل فتعلم، إن كان لا ينكر شيئاً من جميع أحواله، ثمّ حدث له غضب شديد أو غمّ أو غيره ممّا أشبهه، فحدثت به الحمّى من قبل ذلك فقط. فإن رأيت الأمر على هذا من الحال، ورأيت الحمّى قد دامت بصاحبها في اليوم الثاني وليست تسكن فتقلع، ولا تشتدّ فتقوى، ورأيت البدن أزيد يبساً وجفوفاً، فاتّهم تلك الحمّى بأنّها تؤول إلی الدقّ.

فإن بقي أيضاً على ذلك إلی اليوم الثالث وآثر أن يمسك عن الطعام إلی أن يجوز الأوقات التي يتوقّع فيها حدوث النوبة الكائنة غبّاً، فرأيت الحمّى لم تزدد ولم تنتقص زيادة أو نقصاناً ذا قدر، لكن رأيت بقايا الحمّى الأولى تلك اليسيرة قد امتدّت ودامت مع يبس وجفوف من البدن، ووجدت الحرارة في أوّل ما تضع كفّك على البدن هادئة ليّنة، فإذا طال لبث كفّك على البدن، أحسست منها بحدّة ولذع ويبس، فاعلم أنّ تلك الحمّى حمّى دقّ.

وأعظم دليل يستدلّ به على طبيعة هذه الحمّى وأبعده من الشكّ دليل يظهر لك، إذا غذوت المريض بعد أن يجوز جميع الأوقات التي تتوقّع فيها لحمّاه نوبة، وهو أنّه بعد أن يتناول المريض الغذاء بساعة أو ساعتين، يصير إلی حال يتوهّم عليه معها جميع من يلمسه، أنّه قد حدث له في حمّاه تزيّد. ويكون من أناله ذلك الغذاء غير بعيد من أن يلومه لائم على أنّه غذّاه في غير وقته، وأنّه إنّما غذّاه في وقت نوبة حمّاه، وأنّه كان ينبغي له أن يؤخّر غذاءه مدّة أكثر، وأنّ نوبة حمّاه تأخّرت. وليس الأمر كذلك.

لكن هذا أمر خاصّ غير مفارق لجميع من به حمّى الدقّ، أن يكون، إذا تناول الغذاء، تلتهب به الحرارة ويقوى ويتزيّد نبضه عظماً وسرعة، حتّى يظنّ من رآه أنّه حدث له في حمّاه ابتداء نوبة ليس معها تضاغط. وأعني بقولي ليس معها تضاغط، إذا لم يكن مع النوبة اقشعرار، ولا برد في الأطراف، ولا حال سبيهة بالميل إلی النوم، ولا كسل بيّن، ولا اختلاف أصلاً في الحرارة ولا في النبض، ولا صغر في النبض ولا ضعف، ولا شيء من أشباه هذه الأعراض أصلاً، لكن يصير النبض عظيماً سريعاً أعظم وأسرع ممّا كان، كما يصير في غير من هذه حاله إذا اغتذى.

وقد يكون في بعض الحالات في غير الدقّ من الحمّيات تزيّد من الحرارة من غير تضاغط. وبحسب هذا قد يتوهّم المتوهّم أنّ هذا العارض ليس هو بخاصّ غير مفارق لحمّى الدقّ. إلّا أنّ الفرق بين ما يعرض منه في الدقّ وبين ما يعرض في غيرها ليس باليسير، إذا نظرت في جملة الدلائل التي وصفنا كلّها. وذلك أنّ ابتداء النوائب التي تكون على هذه الصفة في سائر جميع الحمّيات إنّما يكون من غير أن يكون من تحدث به تناول الغذاء.

وهذا الذي يعرض من تزيّد الحرارة في حمّى الدقّ على ضدّ ذلك كلّه، إذ كان ليس يعرض فيها إلّا بعد تناول الغذاء، وليس يحدث لهذه الحمّى في وقت من الأوقات نوبة، لكنّها دائمة متّصلة مثل الحمّى التي تسمّى خاصّة الحمّى المطبقة، ويسمّيها بعض اليونانيّين سونوخس. إلّا أنّه يلقى الكفّ في تلك الحمّى من الحرارة شيء شبيه بلهيب نار كثيرة، ويكون مع ذلك النبض على أعظم ما يكون وأسرعه وأشدّه تواتراً. فأمّا حمّى الدقّ، فليس يلقى الكفّ منها حرارة كثيرة، ويكون النبض فيها أصغر وأبطأ وأشدّ تفاوتاً من النبض في الحمّى المطبقة بحسب نقصان حرارتها عن حرارة تلك.