Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Κρατησάσης μὲν οὖν ἀκριβῶς τῆς φύσεως τὸ κάλλιστον γίνεται πύον, ἰδεῖν μὲν λευκὸν καὶ παχὺ καὶ ὅμοιον ἑαυτῷ πανταχόθεν, λεῖον δ’ ἁπτομένῳ καὶ ἥκιστα δυσῶδες. εἰ δὲ οἷον ἡμισαπὲς εἴη, τὸ τρίτον γένος ἐν τῇ τοιαύτῃ μεταβολῆ, ὃ μικρὸν ἔμπροσθεν ἔφαμεν, συνίσταται. εἴρηται δὲ καὶ ὡς πολυειδέστατόν ἐστι τὸ τοιοῦτον γένος· ἐν γὰρ τῷ μᾶλλόν τε καὶ ἧττον δεδέχθαι τὴν πέψιν ἀναρίθμητος ἡ διαφορά. πολλάκις μὲν γὰρ λευκὸν ἀποτελεσθὲν, ἤτοι δυσῶδές ἐστιν ἢ λεπτὸν κατὰ τὴν σύστασιν, ἐνίοτε δὲ οὐ λευκὸν, ἀλλὰ πελιδνὸν φαίνεται, κᾀν τούτοις ἅπασι τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἄπειρον. ὅσαι δὲ ἐν τοῖς ἀποστήμασι τῆς σηπεδόνος διαφοραὶ, τοσαῦται κᾀν τοῖς ὑπὸ σηπεδόνος ἀναπτομένοις πυρετοῖς αἱ τῶν ἐμφερομένων τοῖς οὔροις ἰδέαι. τὸ μὲν γὰρ ἄριστον, ὅπερ ἐκ τοῦ σηπομένου χυμοῦ τὴν ἐκ τοῦ περιέχοντος ἀγγείου καταδεξαμένου πέψιν ἀποτελεῖται, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ ἥκιστα δυσώδη τὴν ὑπόστασιν ἔχει· τὸ δὲ χείριστον ἐναντιώτατόν ἐστιν τῷδε κατὰ πάντα· τὸ δ’ ἐν τῷ μεταξὺ καθ’ ὅσον ἂν ὁποτέρου πλησιαίτερον ὑπάρχῃ, κατὰ τοσοῦτον χεῖρον ἢ βέλτιον γίνεται. ἀλλὰ περὶ μὲν τῆς τῶν οὔρων διαφορᾶς ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι λέγεται. τοὺς δὲ ἐπὶ σήψει χυμῶν ἀναπτομένους πυρετοὺς ἑτέρους χρὴ νομίζειν τῶν ἐφημέρων. καὶ ἥ γε διάγνωσις αὐτῶν οὐ χαλεπὴ, κᾄν τισιν ἀδύνατος εἶναι δοκῇ, καὶ τοῦτο ἔργῳ μυριάκις ἐδείξαμεν ἐπὶ τῷ πρώτῳ παροξυσμῷ παυσαμένῳ, λουσάμενόν τε καὶ μετρίως διαιτηθέντα τῶν συνηθῶν ἔχεσθαι κελεύσαντες, ὡς οὐκέτι πυρέξοντα, καὶ οὕτως ἀπέβη. ἓν μὲν δὴ καὶ πρῶτον γνώρισμα τῶν ἐφημέρων πυρετῶν τὸ ἀπό τινος ἄρξασθαι προκαταρχούσης αἰτίας προσφάτου τε καὶ φανερᾶς, ἥνπερ ἤδη συνήθως ὀνομάζουσιν οἱ νεώτεροι πάντες ἰατροὶ προκαταρκτικὴν αἰτίαν. ἀλλὰ τοῦτο μὲν εἰ καὶ ἀχώριστόν ἐστι τῶν τοιούτων πυρετῶν, ἴδιον αὐτῶν οὐκ ἔστιν· ἄρχονται γὰρ καὶ τῶν ἄλλων ἔνιοι, φανερᾶς προηγησαμένης αἰτίας. ἀχώριστον δὲ καὶ ἴδιον ἡ τῶν οὔρων πέψις ἐστὶν εὐθέως ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, καὶ πρὸς τούτοις εἰς μέγεθος καὶ τάχος ἐπιδιδόντων τῶν σφυγμῶν ἀξιόλογον, ὡς ἀπολείπεσθαι τῆς ἀναλογίας  τὴν πυκνότητα κατὰ τὴν ἐκτὸς ἡσυχίαν. ἔτι τε μᾶλλον ἴδιον καὶ ἀχώριστον αὐτῶν ἐστι τὸ μηδ’ ὅλως εἰς τάχος ἐπιδιδόναι τὴν συστολήν ἢ εἰ καὶ ἐπιδιδοίη ποτὲ, μικρότατον εἶναι τοῦτο καὶ δυσγνώριστον καὶ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐξιστάμενον ἀλλὰ μὴν καὶ τὸ τῆς θερμασίας ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιόν τέ ἐστι καὶ ἀχώριστον· ἀχώριστον δὲ καὶ ἡ ὁμαλότης, καὶ ἄθλιπτος ἀνάβασις ἔν τε τῇ θερμασίᾳ καὶ τοῖς σφυγμοῖς, οὐ μὴν ἴδιόν γε· καὶ γὰρ καὶ τῶν ἄλλων ὑπάρχει τισὶν, ὥσπερ γε καὶ τὸ τῆς ἀκμῆς ἐπιεικές· οὐδὲ γὰρ τοῦτο ἴδιον, εἰ καὶ μάλιστα τούτοις ὑπάρχει. καὶ κάλλιόν γε τὰ κοινὰ ταῦτα κατὰ τὰς ἀναβάσεις τε καὶ τὰς ἀκμὰς ἐν τῷ μάλιστα ὑπάρχειν τοῖς ἐφημέροις ἴδια τίθεσθαι. γένοιτο γὰρ ἂν οὕτως εἰ καὶ μὴ τοῦ πράγματος εἶδος, ἀλλὰ τὸ κάλλιστόν γε καὶ ἀπηκριβωμένον τῶν τοιούτων πυρετῶν ἴδιόν τε ἅμα καὶ ἀχώριστον σημεῖον, ὥσπερ γε καὶ ἡ παρακμὴ μεθ’ ἱδρῶτος, ἢ νοτίδος, ἢ πάντως γε σὺν ἀτμῷ τινι χρηστῷ γινομένη, τελείας ἀπυρεξίας ἐκδεχομένης αὐτήν. αὕτη μὲν ἡ κοινὴ διάγνωσις τῶν πυρετῶν· ἕκαστον γὰρ αὐτῶν ἰδίᾳ κατ’ εἶδος ἐν τοῖς ἑξῆς διοριοῦμαι.

٨ وإذا غلبت الطبيعة الغلبة الصحيحة، كانت المدّة التي هي في غاية الحسن، وهي التي في منظرها بيضاء ثخينة متشابهة الأجزاء وفي ملمسها ملساء ليّنة وفي رائحتها ليست بالكريهة. وإذا لم تكن غلبة الطبيعة الغلبة الصحيحة التامّة، كان في تلك الاستحالة الجنس الثالث الذي ذكرناه قبيل.

وقد قلنا أيضاً إنّ هذا الجنس كثير الأصناف جدّاً، وذلك أنّ تفاضل قبول الفضل للنضج في الكثرة والقلّة لا تحصى أصنافه. وذلك أنّه ربّما كان قد صار أبيض، إلّا أنّه إمّا منتن وإمّا رقيق في قوامه، وربّما لم يكن مع ذلك أبيض، لكنّه يكون إلی الخضرة والكمودة، وتفاضل أحواله في جميع هذه الوجوه في الكثرة والقلّة بلا نهاية.

وبقدر أصناف العفونة التي توجد في المدّة في الخراجات والدبيلات توجد أصناف الثفل الذي ينحدر مع البول في الحمّيات التي تكون من العفونة. وذلك أنّ أجوده، وهو الذي يكون من الخلط الذي قد عفن، إذا أنضجه العرق الذي يحويه، يكون منه في البول ثفل راسب أبيض أملس مستوٍ غير كريه الرائحة، وأردؤه هو ما كان في جميع الحالات على ضدّ هذا. فأمّا الذي بينهما، فعلى حسب قربه من أحد الطرفين يكون فضل رداءته أو جودته. وقد وصفت أصناف البول في كتابي في البحران.

وأمّا الحمّيات التي تتولّد من العفونة، فينبغي أن تعلم أنّها غير هذه الحمّيات التي ذكرنا أعني حمّى يوم. وليس يعسر عليك تعرّف هذه الحمّيات، وإن كان قوم قد ظنّوا أنّه ممّا لا يمكن، وقد بيّنت بالفعال ذلك مراراً لا أحصيها كثرة. فتقدّمت إلی من عرضت له هذه الحمّى أن يدخل إلی الحمّام فيستحمّ ويغتذي بغذاء معتدل ويلزم عمله وآمنته من معاودة الحمّى إيّاه. وكان الأمر على ما أنذرت.

وأوّل دلائل هذه الحمّى المعروفة بحمّى يوم أن يكون ابتداؤها من سبب حادث بيّن. ومن عادة جميع الأطبّاء الحداث أن يسمّوا السبب الذي هذه حاله سبباً بادئاً، إلّا أنّ هذا الدليل، وإن كان غير مفارق لهذه الحمّى، فإنّه ليس هو لها خاصّة دون غيرها، لأنّه قد يكون من الحمّيات الأخر ما يكون ابتداؤه عند حدوث سبب من الأسباب الظاهرة.

فأمّا الدليل الذي هو غير مفارق لهذه الحمّى وخاصّ بها دون غيرها، فهو ظهور النضج في البول منذ أوّل يوم، ومثله أيضاً أن يكون النبض قد تزيّد عظماً وسرعة تزيّداً ذا قدر، ويكون مع ذلك التواتر في الوقفة التي من داخل ناقصاً بقياس العظم والسرعة. وأكثر من هذا خاصّة وأحرى بأن يكون خاصّاً غير مفارق أن يكون انقباض العرق لا يتزيّد سرعة بتّة. فإن تزيّد في بعض الحالات، كان تزيّده يسيراً جدّاً يعسر الوقوف عليه، وخروجه عن الحال الطبيعيّة يسيراً جدّاً، وطيب الحرارة أيضاً ولذاذتها دليل خاصّ غير مفارق لهذه الحمّى.

ومن الدلائل التي لا تفارق هذه الحمّى أيضاً استواء النبض وتزيّد الحمّى من غير تضاغط في الحرارة ولا في النبض، إلّا أنّ هذين الدليلين ليسا بخاصّيّين لهذه الحمّى دون غيرها. وذلك أنّهما قد يوجدان في بعض الحمّيات الأخر، وكذلك أيضاً قلّة عاديّة الحمّى في وقت منتهاها. فإنّ هذا الدليل أيضاً ليس بخاصّ لهذه الحمّى، وإن كان يكون فيها أكثر ممّا يكون في سائر الحمّيات. والأجود أن نجعل هذه الدلائل العامّيّة التي تظهر في حال تزيّد الحمّى ومنتهاها دلائل خاصّيّة لهذه الحمّى التي تعرف بحمّى يوم، من طريق ما هي فيها أكثر منها في سائر الحمّيات.

فإنّا إذا فعلنا ذلك، فإنّه، وإن لم يكن نفس الشيء دليلاً خاصّاً لهذه الحمّى، فإنّ أحسن ما فيه وأخلصه يكون دليلاً خاصّاً غير مفارق لهذه الحمّى، وكذلك أيضاً انحطاط الحمّى، إذا كان مع عرق أو نداوة أو مع بخار طيّب يتحلّل من البدن، ثمّ أعقب ذلك إقلاع تامّ من الحمّى. وهذا هو الطريق العامّ في تعرّف هذا الجنس من الحمّيات المعروفة بحمّى يوم. فأمّا الطريق الخاصّ في تعرّف صنف صنف من هذا الجنس فسأصفه بعد.