Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΠΥΡΕΤΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

Ὑπόλοιπον ἂν εἴη τὰς διαφορὰς τῶν ἐπὶ χυμοῖς ἀναπτομένων πυρετῶν διελθεῖν, αὐτὸ τοῦτο πρότερον ὑπὲρ αὐτῶν εἰπόντας, ὡς οὐχ ἱκανόν ἐστιν ὅ τινες ὑπέλαβον εἰς γένεσιν πυρετῶν, αὐξηθῆναί τε καὶ πλεονάσαι τὸν πικρόχολον χυμὸν, ὃν ἔνιοι μὲν ὠχρὰν, ἔνιοι δὲ ξανθὴν ὀνομάζουσι χολήν. ἅπαντες γὰρ ἂν οὕτω μεγίστους ἐπύρεττον πυρετοὺς οἱ ἰκτεριῶντες, οἷς πλῆθός γε τῆς τοιαύτης χολῆς ἐν ἅπαντι σώματι περιέχεται, ἀλλ’ οὐ πυρέττουσι, πλὴν εἰ κατ’ ἄλλην τινὰ αἰτίαν συνελθοῦσαν, ὑπὲρ ἧς ὀλίγον ὕστερον εἰρήσεται. ἄτοπον δὲ τὸ κᾀν τοῖς τεταρταίοις καὶ τοῖς ἀμφημερινοῖς πυρετοῖς τοῖς ἀκριβέσιν ἠθροῖσθαι τὴν πικρὰν χολὴν ὑπολαμβάνειν, ὥσπερ ἐν τοῖς τριταίοις καὶ καύσοις. ἔμπαλιν γὰρ ἐπί τε τῶν ἀμφημερινῶν καὶ τεταρταίων πυρετῶν οὔτε ἔμετοι χολώδεις, οὔθ’ ἱδρῶτες, οὔτ’ οὖρα, καὶ διαχωρήματα φαίνεται πικρόχολα, πρὸς τῷ μηδ’ ἄλλο τι τῶν προσγεγονότων τε καὶ συνυπαρχόντων αὐτοῖς μαρτυρεῖν. οἱ μὲν γὰρ τριταῖοι πυρετοὶ τὸ ἐπίπαν ἔν τε σώμασι συνίστανται χολωδεστέροις φύσει καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, ἥ τίς ἐστιν ἁπασῶν τῶν ἡλικιῶν χολωδεστάτη, καὶ ἐν ὥρᾳ θερινῇ μάλιστα, καθ’ ἣν ὁ τοιοῦτος ἐπικρατεῖ χυμός. οὕτω δὲ κᾀν τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει χωρίοις, καὶ καταστάσει τοῦ περιέχοντος ἀέρος τοιαύτῃ, καὶ βίοις οὐκ ἐν ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὸ πλέον, ἀλλὰ ἐν πόνοις καὶ φροντίσι καὶ ἀγρυπνίαις, ἐγκαύσεσί τε καὶ τροφαῖς ὀλίγαις, καὶ ταύταις θερμαῖς καὶ ξηραῖς. ἀλλὰ καὶ ἡ θερμαινόντων τε καὶ ξηραινόντων φαρμάκων ἀμετροτέρα χρῆσις εὔφορός ἐστι τριταίων πυρετῶν· οἱ δ’ ἀμφημερινοὶ κατὰ τοὐναντίον ἅπαν, ἔν τε ταῖς φλεγματικωτέραις φύσεσι, καὶ τῶν ὡρῶν ἐν χειμῶνι, καὶ τῶν καταστάσεων ἔν τε ταῖς ὑγροτέραις καὶ ψυχροτέραις, γέρουσί τε καὶ παισὶ μᾶλλον, ἐν ὑγροῖς καὶ ψυχροῖς χωρίοις, καὶ βίοις ἀργοῖς ἅμα καὶ σὺν πλησμονῇ, καὶ μάλισθ’ ὅταν ἐπὶ σιτίοις λούωνται, καὶ πολὺ δὴ μᾶλλον, ὅταν καὶ αὐτὰ τὰ σιτία φλεγματικώτερα τὴν φύσιν ὑπάρχῃ. οὐ μὴν οὐδ’ ἐμοῦσιν οὗτοι τὸν πικρόχολον χυμὸν, οὐδὲ διαχωροῦσιν, οὔθ’ ἱδροῦσιν, ὥσπερ ἐν τοῖς τριταίοις πυρετοῖς. οὗτοι μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ σηπομένῃ γίγνεσθαι πεφύκασιν· οἱ δ’ ἀμφημερινοὶ τοῖς φλεγματώδεσιν ἕπονται χυμοῖς, ὥσπερ οἱ τεταρταῖοι τοῖς μελαγχολικοῖς. οὕτω γοῦν καὶ φύσεις σωμάτων αἱ μελαγχολικώτεραι, καὶ τῶν ἡλικιῶν ἡ παρακμαστικὴ, καὶ τῶν ὡρῶν τὸ φθινόπωρον, ἅπαντά τε τὰ τούτοις ἀνάλογα ἐν ἐδέσμασί τε καὶ πόμασι καὶ τῷ σύμπαντι βίῳ ξηρὰ καὶ ψυχρὰ τὴν κρᾶσιν ὑπάρχοντα τεταρταίων ἐστὶ γόνιμα πυρετῶν. διὰ τοῦτο καὶ τὸ προηγούμενον αὐτῶν ῥῖγος οὐχ ὅμοιον, ἀλλὰ τὸ μὲν ἐν τοῖς τριταίοις οἷον νύττοντός τε καὶ τιτρώσκοντος τὴν αἴσθησιν ἐνδείκνυται τοῦ ποιοῦντος αἰτίου· τὸ δ’ ἐν τοῖς τεταρταίοις οἷον ψύχοντος. εἴρηται δ’ ἱκανῶς ὑπὲρ τῆς ἐν τοῖς ῥίγεσιν ἰδέας ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις, ἔνθα καὶ περὶ τῆς τῶν ὁμογενῶν πυρετῶν ἀποδέδεικται διαφορᾶς, ὡς οἱ μὲν διαλείποντες αὐτῶν, οὕτω δὲ ὀνομάζω τοὺς εἰς αἰσθητὴν ἀπυρεξίαν ἀφικομένους, ἐπὶ κινουμένῳ τε καὶ πάντῃ τοῦ σώματος ἰόντι τῷ τὸν πυρετὸν ἐργαζομένῳ συνίστανται χυμῷ· οἱ δὲ συνεχεῖς ἀφικνοῦνται στεγνουμένῳ καὶ περιεχομένῳ ἐν ταῖς φλεψὶν, ὑπὲρ ὧν τῆς διαγνώσεως ἐν τῷ δευτέρῳ περὶ κρίσεων εἴρηται.