Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Τῶν μὲν οὖν διαλειπόντων τρεῖς εἰσιν αἱ πᾶσαι διαφοραὶ, ἀμφημερινὸς, τριταῖος, καὶ τεταρταῖος· ἐπὶ φλέγματι μὲν ὁ ἀμφημερινὸς σαπέντι· ἐπὶ δὲ ταῖς χολαῖς ἑκατέραις, τῇ ξανθῇ μὲν ὁ τριταῖος, τῇ μελαίνῃ δὲ ὁ τεταρταῖος. τῶν δὲ συνεχῶν ἐπὶ μὲν τῇ ξανθῇ χολῇ διττὸν εἶδος, ἓν μὲν τὸ τῶν συνόχων ὀνομαζομένων, ὧν ὁ σύμπας χρόνος εἷς παροξυσμός ἐστιν ἀπ’ ἀρχῆς ἄχρι λύσεως· ἕτερον δὲ τὸ τῶν ὁμωνύμως τῷ γένει λεγομένων συνεχῶν, ἐν πολλαῖς ταῖς κατὰ μέρος περιόδοις προερχομένων. τῶν μὲν οὖν συνόχων αἱ πᾶσαι τρεῖς εἰσιν αἱ διαφοραί. τινὲς μὲν γὰρ αὐτῶν ἀπὸ τῆς ἀρχῆς ἕως τῆς τελευτῆς ἶσοι διαμένουσι· τινὲς δὲ παραυξάνονται κατὰ βραχύ· τρίτοι δ’ ἄλλοι μειοῦνται κατὰ βραχύ. καί τινες ὀνόματα τοῖς μὲν πρώτοις ὁμοτόνους τε καὶ ἀκμαστικοὺς ἔθεντο· τοῖς δὲ δευτέροις ἀναβατικούς τε καὶ ἐπακμαστικούς· τοῖς δὲ τρίτοις παρακμαστικούς. τῶν δὲ συνεχῶν δύο μέν εἰσιν αἱ πρῶται διαφοραὶ, τῶν μὲν διὰ τρίτης μόνον παροξυνομένων, ἑτέρων δὲ κᾀν τῇ μέσῃ φερόντων παροξυσμόν. οὗτοι μὲν οὖν οὐδὲν ἴδιον ἐξαίρετον ὄνομα κέκτηνται· τοὺς δὲ διὰ τρίτης παροξυνομένους ἐγὼ μὲν ὀνομάζω τριταιοφυεῖς, οὐ μὴν κωλύω γε τὸν βουλόμενον ἕτερον αὐτοῖς ἐπιφέρειν ὄνομα, φυλαττομένης τῆς ἐν τοῖς πράγμασι διαφορᾶς. ἄλλη μὲν γάρ ἐστι φύσις, ὅταν εἰς πυρεξίαν παύωνται, ἄλλη δ’ ὅταν εἰς παρακμὴν πυρετώδη τελευτῶσιν οἱ διὰ τρίτης συνεχεῖς παροξυνόμενοι πυρετοί· καὶ πρὸς τούτοις ἔτι φύσις ἑτέρα τίς ἐστι τῶν καὶ ἐν τῇ μέσῃ παροξυνομένων. ἡμιτριταῖον δὲ τούτων οὐδένα καλῶ, οὐ μὴν οὐδὲ κωλύω τοὺς βουλομένους ὀνομάζειν οὕτως, εἴ μοι τοῦθ’ ἓν μόνον φυλάττοιτο πρὸς αὐτῶν, τὸ μηδεμίαν  ἰδέαν παραλείπεσθαι πυρετοῦ, λέγεσθαι δὲ ἐφεξῆς ἁπάσας, ὡς ἐγὼ νῦν ἐνεστησάμην τόνδε τὸν λόγον. τῶν γὰρ κᾀν τῇ μέσῃ παροξυνομένων συνεχῶν ἔνιοι μὲν ἐν ἀμφημερινοῦ σχήματι προέρχονται, τοὺς δύο παροξυσμοὺς ὁμοιοτάτους ἀλλήλοις ποιούμενοι· τινὲς δ’ ἀνομοίους ἔχοντες τοὺς δύο, τῷ μὲν πρώτῳ τὸν τρίτον ὁμοιότατον ἴσχουσι, τῷ δὲ δευτέρῳ τὸν τέταρτον, ἐν σχήματι δυοῖν τριταίων προϊόντες. οὗτοι μὲν ἐπὶ χολώδει μᾶλλον· οἱ δὲ καθ’ ἑκάστην ἡμέραν ὁμοίως παροξύνοντες ἐπὶ φλεγματικωτέρῳ συνίστανται χυμῷ. τρίτον δ’ ἄλλο γένος ἐστὶ τῶν συνεχῶν πυρετῶν σπανίως γιγνόμενον, ἐπειδὰν ὁ παροξυσμὸς ἐν σχήματι τεταρταίου περιόδου προέρχηται μὴ παυόμενος εἰς ἀπυρεξίαν. γίγνεται δὲ ὥσπερ ὁ διὰ τρίτης ἔστιν ὅτε διπλοῦς καὶ τριπλοῦς, οὕτω καὶ οὗτος οὐ μόνον διπλοῦς, ἀλλὰ καὶ τριπλοῦς. αἱ μέν τοι τοιαῦται τῶν πυρετῶν ἐπιπλοκαὶ τῆς περὶ τύπων εἰσὶ θεωρίας ἴδιαι. τῶν δ’ ἐπὶ χυμοῖς ἀναπτομένων ἁπλῶν πυρετῶν αἱ σύμπασαι διαφοραὶ τοσαῦται τὸν ἀριθμόν εἰσιν, ὅσαι περ εἴρηνται νῦν· ἐξ ἐπιμιξίας δ’ αὐτῶν ἕτεραί τινες γίνονται, περὶ ὧν ἐφεξῆς ἐρῶ, πρότερόν γε περὶ τῶν ἁπλῶν ἔτι τὸ λεῖπον προσθεὶς, ὡς ὅστις ἂν ἀκριβῶς ἁπλοῦς ᾖ πυρετὸς, ἓν εἶδος οἷον κανόνα τινὰ κεκλήρωται τῶν νῦν ὑφ’ ἡμῶν λεχθησομένων· ὅστις δ’ ἂν τοῦτο νοθεύσῃ κατά τι, κατὰ τοσοῦτον ἀποχωρεῖ τῶν ἁπλῶν πυρετῶν.

٢ وأصناف الحمّيات المفارقة كلّها ثلاثة، وهي الحمّى المعروفة بالنائبة في كلّ يوم والغبّ والربع. والمعروفة بالنائبة في كلّ يوم تتولّد من البلغم، والغبّ تتولّد من المرّة الصفراء، والربع تتولّد من المرّة السوداء.

وأمّا الحمّيات الدائمة، فإنّ ما يكون منها من المرّة الصفراء صنفان. أحدهما صنف الحمّيات التي تسمّى سونوخس، وهي المطبقة التي مدّة زمانها كلّه كأنّه نوبة واحدة منذ أوّلها إلی انقضائها. والصنف الآخر صنف الحمّيات التي تسمّى باسم مشترك بينها وبين جنس هذه الحمّيات كلّها، وهي التي تخصّ باسم الدائمة، ويجري أمرها على أدوار كثيرة جزئيّة. وأصناف الحمّى المطبقة كلّها ثلاثة. وذلك أنّ منها ما يبقى على حال واحدة منذ أوّلها إلی انقضائها، ومنها ما يتزيّد قليلاً قليلاً، ومنها ما ينتقص قليلاً قليلاً.

فأمّا الحمّيات الدائمة، فأوّل أصنافها صنفان. وذلك أنّ منها ما ينوب في اليوم الثالث دائماً فقط، ومنها ما تكون له نوبة أخرى في اليوم المتوسّط بين كلّ نوبتين. وليس لهذه الحمّيات الأخيرة اسم خاصّ. وأمّا الحمّيات التي تنوب دائماً في اليوم الثالث فقط، فإنّي إنّما أسمّيها الشبيهة بالغبّ، ولست أمنع من شاء أن يسمّيها بأيّ اسم شاء، ما دام الاختلاف بين الأمرين في أنفسهما قائماً محفوظاً.

فإنّ طبيعة الحمّى التي تنوب غبّاً وتقلع غير طبيعة الحمّى التي تنوب غبّاً ولا تقلع، لكنّها تنحطّ وتبقى منها بقيّة. وطبيعة الحمّى أيضاً التي تكون فيها نوبة أخرى في اليوم المتوسّط بين كلّ نوبتين غير طبيعة الحمّى الأولى والثانية، ولست أسمّي واحدة من هذه شطر الغبّ، ولا المخالطة للغبّ، لكنّي لست أمنع من شاء أن يسمّيها بذلك الاسم بعد أن يلزم نفسه لي خلّة واحدة، وهي ألّا يدع صنفاً من أصناف الحمّى، لكن يصفها كلّها منذ أوّلها إلی آخرها كصفتي لها في كلامي هذا.

فإنّي أقول إنّ الحمّيات التي تكون لها نوبة أخرى في اليوم المتوسّط بين كلّ نوبتين منها ما يجري أمره على شكل الحمّى المعروفة بالنائبة في كلّ يوم، فتكون كلّ نوبتين متواليتين متشابهتين غير مختلفتين، ومنها ما تكون النوبتان المتواليتان منها غير متشابهتين وتكون النوبة الثالثة مثل الأولى سواء، والرابعة مثل الثانية سواء، فيجري أمرها على شكل حمّيي غبّ. وهذه الحمّى تكون خاصّة من المرّة الصفراء. وأمّا الحمّى التي تنوب في كلّ يوم على مثال واحد، فإنّما تكون من خلط هو إلی البلغم أميل.

ومن الحمّيات الدائمة جنس آخر ثالث قليلاً ما يكون، وهو، إذا كانت نوبة الحمّى يجري أمرها مجرى دور الربع من غير أن تكون تقلع. وكما أنّ الحمّى التي تنوب في الثالث ربّما كانت اثنتين مركّبتين، كذلك هذه الحمّى ربّما كانت اثنتين، وليست اثنتين فقط، لكنّها ربّما كانت ثلاثاً. وذكر هذه التراكيب من الحمّى في كتاب أدوار الحمّيات أخصّ وأولى.

وأمّا جميع أصناف الحمّيات البسيطة المفردة التي تتولّد من الأخلاط، فعددها هذا العدد الذي وصفنا. وقد تكون من تركيبها أصناف أخر أنا ذاكرها فيما يستأنف، بعد أن أضيف إلی ما وصفت من أمر هذه الحمّيات المفردة ما بقي عليّ منه، وهو أنّ الحمّى، إذا كانت مفردة بالحقيقة، فنوعها نوع واحد محدود أنا واصفه الآن، وإذا كانت الحمّى يشوب نوعها نوع آخر، فبحسب ما يشوبها من ذلك يكون بعدها عن المفردة.