Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Τὸ δὲ τρίτον γένος τῶν διαλειπόντων πυρετῶν ὁ ἀκριβὴς τεταρταῖος, ὅταν ἐπὶ μόνῳ γίνηται τῷ μελαγχολικῷ χυμῷ ψυχρῷ καὶ ξηρῷ τὴν κρᾶσιν ὑπάρχοντι, κατὰ βραχὺ μὲν ὑποτύφεται καθάπερ τις λίθος, ἢ ὄστρακον, ἢ ὀστοῦν, ἤ τι τῶν οὕτω ψυχρῶν καὶ ξηρῶν σωμάτων· ἐπειδὰν δ’ ἐξαφθῇ τις ἐξ αὐτοῦ φλὸξ, οὐδὲν ὑπολείπει καπνῶδες, οὐδὲ ἡμίκαυστον ἐπὶ τῷ παροξυσμῷ, καὶ διὰ τοῦτο κενώσεις τε πλείονες ἐπὶ τούτῳ τῷ χυμῷ μᾶλλον ἢ τῷ φλεγματικῷ, καὶ τὸ διάλειμμα καθαρὸν ἀκριβῶς εἶναι δοκεῖ τῷ κᾀνταῦθα ἅπαν κενοῦσθαί τε καὶ διαφορεῖσθαι τὸ ἐξαφθὲν τοῦ μελαγχολικοῦ χυμοῦ. διὰ τοῦτο δὲ καὶ τὸ ῥῖγος αὐτοῖς ἐστιν, οἷον μάλιστα τοῖς ἐν κρύει καρτερῷ καταψυχθεῖσιν, οὐχ οἷόν περ ἐνίοτε γίνεται τοῖς ἐγκαυθεῖσιν, ἢ κοπωθεῖσιν, ἢ ἐπὶ φαρμάκοις θερμοῖς καὶ δάκνουσιν ἕλκει προσενεχθεῖσιν. ἀνάγκη δὲ τοῦ τοιούτου πυρετοῦ προηγήσασθαι μὲν ὅσα χολὴν ἀθροίζει μέλαιναν, ἐν ἐπιτηδεύμασι, καὶ διαίτῃ, καὶ καταστάσει, καὶ ὥρᾳ, καὶ χώρᾳ, τὴν φύσιν τε καὶ ἡλικίαν εἶναι τοῦ κάμνοντος μελαγχολικωτέραν. ὁ παροξυσμὸς δὲ καὶ τούτου τοῦ πυρετοῦ τῷ μήκει τοῦ χρόνου τῷ τριταίῳ παραπλήσιος, ἔστι δ’ ὅτε καὶ μακρότερος, ἔτι μένοντος ἀκριβῶς, ὡς ἂν ἐπὶ ψυχροτέρῳ χυμῷ συνισταμένου. ἡ δ’ αἰτία παραπλήσιος ἐπί τε τούτων ἐστὶ τῶν πυρετῶν καὶ τῶν ἄλλων ἁπάντων, ἡ τὴν διαφορὰν ἐργαζομένη τοῦ μήκους τῶν παροξυσμῶν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τῶν ἀκριβῶν εἴρηται τριταίων, ἐν πλήθει καὶ ποιότητι τοῦ χυμοῦ καὶ ῥώμῃ καὶ ἀῤῥωστίᾳ δυνάμεως, ἔτι πρὸς τούτοις αὐτῇ τοῦ κάμνοντος τῇ διαθέσει τὴν διαφορὰν ἔχουσα. καὶ γὰρ καὶ τἄλλα πάντα αὐτοῖς ἀνάλογον ὑπάρχει τοῖς ἐπὶ τῷ πικροχόλῳ χυμῷ συνισταμένοις. εἰ γοῦν μήτε σήποιτο μήτε φέροιτο σφοδρῶς διὰ τῶν αἰσθητικῶν σωμάτων ὁ μελαγχολικὸς χυμὸς, οὐκ ἂν ἀπεργάσεται τεταρταίαν περίοδον ἀκριβῆ. καὶ μὴν καὶ τοῖς ἰκτεριώδεσι παθήμασιν ἀνάλογον αἱ ἐπὶ σπληνὸς ἀῤῥωστίαι χρόνιαι μελαγχολικαὶ, καὶ δύσχροιαι περὶ τὸ σύμπαν γίνονται σῶμα· καὶ τοῖς ἐρυσιπέλασιν ἐπὶ τῇ ξανθῇ χολῇ συνισταμένοις ἀνάλογον οἵ τε καρκῖνοι καὶ αἱ φαγέδαιναι. πυρέττουσι δ’ οὔτε ἐν τούτοις ἐξ ἀνάγκης οὔτ’ ἐν τοῖς μελαγχολικοῖς, εἰ μὴ σαπείη πρότερον ὁ μελαγχολικὸς χυμός. πειρᾶται μὲν γὰρ ἡ φύσις ἀεὶ ἑαυτῆς χρωμένη δυνάμεσιν ὁμοιοῦν μὲν τοῖς τρεφομένοις ὅσον ἂν ἐγχωρῇ γενέσθαι χρηστὸν, ἐκκρίνειν δὲ τὸ μὴ τοιοῦτον· ἢν δέ ποτε διὰ πάχος, ἢ πλῆθος, ἢ γλισχρότητα τοῦ περιττώματος, ἤ τινα στέγνωσιν τῶν ὁδῶν, ἢ καὶ διὰ τὴν ἑαυτῆς ἀσθένειαν ἀδυνατήσῃ πᾶν ἐκκρῖναι τὸ μοχθηρὸν, ἀναγκαῖον αὐτῷ χρονίζοντι κατὰ τὸ τοῦ ζώου σῶμα διαφθείρεσθαι. μένειν μὲν γὰρ οἷον ἦν ἐξ ἀρχῆς οὐδὲ τῶν ἄλλων ὑγρῶν οὐδὲν δύναται, μή τι γε δὴ τὸ οὕτω φαῦλον, ὡς μηκέτ’ ἐπιδέχεσθαι τὸν παρὰ τῆς φύσεως κόσμον, ἀλλ’ ἤτοι πεττόμενον προστίθεταί τε καὶ ὁμοιοῦται τοῖς στερεοῖς τοῦ ζώου μορίοις, ἢ διαφθείρεταί τε καὶ σήπεται. οὕτω γὰρ καὶ τοῖς ἰκτεριώδεσι καὶ μελαγχολικοῖς, ὅταν ἐπὶ πλείονα χρόνον ἐν τῷ σώματι μένωσιν οἱ χολώδεις χυμοὶ πλεονάζοντες, ἐπιγίγνονται πυρετοί. πολλάκις δὲ καὶ ἡ κατὰ τὸ ἧπαρ ἢ τὸν σπλῆνα διάθεσις ἤνεγκε πυρετὸν, ὅταν ἤτοι φλεγμονή τις ἢ ἔμφραξις ἐργάζηται τὰ προειρημένα παθήματα. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ’ ὅταν ὁ φλεγματώδης πλεονάζῃ χυμὸς, ἕπεται πυρετὸς, εἰ μὴ σαπείη πρότερον. ἐπὶ τούτῳ μέν γε καὶ τὸ τοῖς παλαιοῖς ἀδύνατον εἶναι δοκοῦν ὦπται πολλάκις. ἔστι δὲ τοῦτο τὸ χωρὶς πυρετοῦ ῥῖγος, ἔστι δὲ οἷς μὲν ἅπαξ γινόμενον, ἔστι δὲ οἷς καὶ κατὰ περίοδον ἐπὶ πλείους ἡμέρας, ἢ συνεχὲς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἤτοι παντάπασιν οὕτω μέτριον, ὡς μηδ’ εἶναι δοκεῖν, ὅταν ἡσυχάζωσιν, ἀλλὰ μόνον εἰ κινηθεῖεν, εἰς αἴσθησιν ἥκειν, ἢ καὶ μειζόνως, ὡς καὶ χωρὶς τοῦ κινεῖσθαι διοχλεῖν. ἀλλ’ ὅταν γε καὶ ὁ τοιοῦτος ἐν τῷ χρόνῳ διασαπῇ χυμὸς, οὐ ῥιγοῦσι μόνον, ἀλλὰ καὶ πυρέττουσι. καὶ χρόνιός τε πάνυ καὶ δύσλυτος ἐπιγίγνεται ταῖς τοιαύταις αἰτίαις ὁ πυρετὸς ἐν ἀμφημερινοῦ σχήματι.

٥ وأمّا الجنس الثالث من الحمّيات المفارقة، وهو الربع الخالضة، فلأنّه يكون من الخلط السوداويّ، إذا كان مفرداً لا يشوبه شيء، وكان مزاج ذلك الخلط يابساً بارداً، فإنّ اشتعاله يكون قليلاً قليلاً على نحو ما يبطئ الحجر أو الخزف أو العظم أو غير ذلك من الأجسام الباردة اليابسة في قبول الحرارة. فإذا اشتعلت منه حمّى، لم تبق تلك الحمّى في البدن بقايا دخانيّة من بعد النوبة ولا شيئاً هو على شرف احتراق.

ولذلك يكون الاستفراغ من هذا الخلط، إذا تولّدت منه الحمّى، أكثر ممّا يكون من الخلط البلغميّ، إذا تولّدت منه الحمّى. وترى البدن في وقت فترة الحمّى السوداويّة كالنقيّ النقاء الصحيح من قبل أنّ جميع ما يشتعل في هذه الحمّى من الخلط السوداويّ يستفرغ ويتحلّل. ولذلك أيضاً صار النافض الذي يعرض لأصحاب هذه الحمّى خاصّة شبيهاً بما يعرض لمن أصابه برد شديد من برد الهواء، لا بمنزلة ما يعرض لمن يبلغ منه حرّ الشمس، أو لمن تكون به قرحة، فيوضع عليها بعض الأدوية الحارّة اللذّاعة. ويجب ضرورة أن تتقدّم هذه الحمّى الأشياء التي تجمع في البدن المرّة السوداء من المهن والتدبير وحال الهواء ووقت السنة والبلدان، وأن تكون طبيعة المريض وسنّه ممّا يميل إلی السوداء.

ونوبة هذه الحمّى في مقدار طول لبثها شبيهة بنوبة حمّى الغبّ، وربّما كانت أطول منها، وهي بعد ربع خالصة، وذلك من قبل أنّ تولّدها من خلط هو أبرد. والسبب في هذه الحمّى وفي غيرها من جميع الحمّيات الذي من قبله يختلف مقدار طول النوائب، كما قلت قبيل في الغبّ الخالصة، هو اختلاف الأمر في مقدار الخلط المولّد للحمّى وفي كيفيّته، وفي قوّة المريض وضعفه وفي حال بدنه. فإنّ الحال في ذلك وفي غيره من جميع الأمور في هذه الحمّى تكون على قياس ما يكون عليه في الحمّى المتولّدة من المرار المرّ.

من ذلك أنّ الخلط السوداويّ، إن لم يعفن ولم يتحرّك حركة شديدة فيجري ويمرّ بأعضاء حسّاسة، لم يحدث دور ربع خالصة. ونظير ما يعرض من الصفراء من اليرقان ما يعرض من السوداء من رداءة اللون الشبيهة بلونها في البدن كلّه عند العلّة المتقادمة التي تكون في الطحال. ونظير ما يعرض من المرّة الصفراء من الورم الحارّ المعروف بالحمرة ومن القروح المعروفة بالنملة ما يعرض من السوداء من الورم المعروف بالسرطان ومن القرحة المعروفة بالآكلة.

وليس تحدث الحمّى ضرورة في هذه العلل ولا في علّة الوسواس السوداويّ دون أن يعفن الخلط السوداويّ. وذلك أنّ الطبيعة تلتمس دائماً باستعمال ما لها من القوى أن تشبّه بالأشياء التي تغتذي كلّ ما يمكن أن يصير إلی حال الصلاح، وتقذف ما كان على خلاف ذلك. فإن لم تقدر في وقت من الأوقات على دفع الشيء الرديء وقذفه، إمّا لغلظ الفضل، وإمّا لكثرته، وإمّا للزوجته، وإمّا لضرب من ضروب الضيق يكون في المجاري، وإمّا لضعف منها هي، فإنّه يجب ضرورة أن يطول لبث ذلك الفضل الرديء في البدن فيفسد.

وذلك أنّه ليس شيء من سائر الرطوبات يمكن أن يبقى في البدن على الحال التي كان عليها أوّلاً، فضلاً عن هذه الرطوبة التي قد بلغ من رداءتها ألّا تقبل إصلاح الطبيعة لها، لكن كلّ رطوبة تبقى في البدن، فلا بدّ لها من أن تصير إلی إحدى حالين، إمّا أن تنضج، فتتشبّه بأعضاء البدن الثابتة وتصير زيادة فيها، وإمّا أن تفسد وتعفن.

ولذلك صار أصحاب اليرقان وأصحاب الوسواس السوداويّ، إذا بقيت تلك الأخلاط التي هي من جنس المرّتين في أبدانهم مدّة أطول، وهي كثيرة غالبة، حدثت عليهم منها حمّيات. وربّما كان الجالب للحمّى العلّة التي تكون في الكبد أو في الطحال، إذا كان السبب الفاعل لتلك الأعراض ورماً أو سدداً. وعلى هذا القياس أيضاً ليس، متى كثر الخلط البلغميّ وغلب في البدن، حدثت منه حمّى، دون أن يعفن.

وقد رأيناه حدث عن ذلك الخلط شيء قد كان القدماء يظنّون أنّه لا يمكن أن يكون. وذلك الشيء هو النافض الذي يكون من غير حمّى، وقد رأينا ذلك كان في بعض الناس مرّة واحدة، ثمّ انقضى، وفي بعضهم كان نائباً على دور أيّاماً كثيرة، أو كان دائماً متّصلاً منذ أوّل الأمر إلی آخره، وكان إمّا أن يكون من القلّة والضعف بحال لا يشعر معها صاحبه أنّه به ما دام ساكناً ولا يحسّه حتّى يتحرّك، وإمّا أن يكون من الشدّة والقوّة بحال يتأذّى به معها صاحبه وإن لم يتحرّك.

إلّا أنّ هذا الخلط أيضاً، إذا عفن على طول المدّة، لم يكن النافض وحده يحدث فقط، لكن تحدث معه الحمّى. والحمّى التي تحدث من هذه الأسباب تكون حمّى طويلة مزمنة جدّاً عسرة الانقضاء في شكل الحمّى المعروفة بالنائبة في كلّ يوم.