Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Ἀλλ’ ἐπειδὴ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, ἐπὶ τὸ ἀναβληθὲν ὀλίγον ἔμπροσθεν ἐπάνειμι αὖθις· ὁ γάρ τοι σύνθετος ἐκ τριταίου καὶ ἀμφημερινοῦ συνεχοῦς, ὃν ἡμιτριταῖον ὀνομάζομεν, ἤτοι πλεονεκτοῦσαν ἔχει τὴν ξανθὴν χολὴν, καὶ διὰ τοῦτο καὶ τὰ τοῦ τριταίου συμπτώματα σφοδρότερα· ἢ ταύτην μὲν ἐλάττονα, πλέον δὲ τὸ φλέγμα, καὶ διὰ τοῦτο τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ παθήματα βεβαιότερα· ἢ οὐδέτερον θατέρου τῶν χυμῶν ἐπικρατέστερον, ἀλλ’ ἰσοσθενεῖς ἀμφοτέρους, ὅσπερ δὴ καὶ ἀκριβὴς ἡμιτριταῖός ἐστι, τοιοῦτος ὢν τὴν ἰδέαν, οἷόν περ Ἱπποκράτης αὐτὸν ἐδήλωσε γράφων ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὧδε· ἦν δὲ τοῖς πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε, φρικώδεις πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες, ὁ δὲ τρόπος ἡμιτριταῖος, τὴν μὲν μίαν κουφοτέρην, τῇ δ’ ἑτέρῃ ἐπιπαραξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες. φρικώδεις γὰρ εἶπεν οὐχ ἁπλῶς τοὺς μετὰ φρίκης εἰσβάλλοντας, ὡς μυρίοις γε πυρετοῖς ὑπάρχει τοῦτο, περὶ ὧν ἑξῆς ἐρῶ, ἀλλ’ ὅσοις τὸ πλεῖστον μέρος τοῦ παροξυσμοῦ κατειλήφασιν αἱ φρῖκαι, κατά γε τὴν ἑτέραν τῶν ἡμερῶν, ᾗ συνεισβάλλουσιν ὁ τριταῖός τε καὶ ὁ συνεχὴς ἀμφημερινός· ἡ γὰρ ὑπόλοιπος ἡμέρα τὸν ἀμφημερινὸν ἔχει μόνον. ὡς τὰ πολλὰ μὲν οὖν ἡ πρώτη τῶν ἡμερῶν τὸν μικτὸν ἐξ ἀμφοῖν ἐπιφέρει πυρετὸν, ἡ δὲ δευτέρα τὸν συνεχῆ φλεγματώδη· συμβαίνει μὴν ἐνίοτε κατὰ μὲν τὴν πρώτην εἰσβάλλειν τὸν φλεγματώδη, κατὰ δὲ τὴν δευτέραν ἀμφοτέρους. ὁ γοῦν παροξυσμὸς ὁ κοινὸς ἐξ ἀμφοῖν, ὅταν ἰσοσθενεῖς ὦσιν οἱ χυμοὶ, τοιοῦτός ἐστιν, οἷον ὀλίγον ἔμπροσθεν ὑπέγραψα τὸν ἡμιτριταῖον· ὅταν δ’ ὁ τριταῖος ἐπικρατῇ, φρικωδέστερος ὁ πυρετὸς γίγνεται, καί τι καὶ ῥίγους προσλαμβάνει κατὰ τὴν ἐπισημασίαν. εὐθὺς δὲ δήπου καὶ θερμότερος ὁ τοιοῦτός ἐστι καὶ καυσωδέστερος, καὶ θᾶττον ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖται, καί τινα χολῆς ἔμετον, ἢ διαχώρησιν, ἢ ἰκμάδα φέρει. θατέρου δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος, ἐπικρατοῦσι μὲν αἱ ψύξεις τῶν ἀκραίων, ὀλίγαι δ’ εἰσὶν αἱ φρῖκαι, καὶ τῶν σφυγμῶν ἡ θλίψις ἰσχυροτέρα τε καὶ πολυχρονιωτέρα, καὶ βραδέως ἐπιδίδωσιν ὁ παροξυσμὸς καὶ μετὰ πολὺν ἀκμάζει χρόνον, οὐ μὴν οὐδὲ διψώδης, οὐδὲ καυσώδης ἐστὶν, οὐδ’ ἔμετος, ἢ διαχώρησις χολώδης, ἢ νοτὶς ἐπ’ αὐτοῦ γίγνεται. καὶ ταύτης τῆς μίξεως τῶν δύο πυρετῶν εἰς ἔννοιάν τινα καὶ Ἀρχιγένης ἀφίκετο, συγκεχυμένως μέντοι καὶ ἀδιαρθρώτως, ὡς ἐπιδείκνυμεν ἐν τῷ ἑβδόμῳ τῶν γεγραμμένων ἡμῖν ὑπομνημάτων εἰς τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. οἴεται οὖν ἐν τοῖς ἡμιτριταίοις ἐνίοτε μὲν ἐπικρατεῖν τὸν τριταῖον πυρετὸν, ἐνίοτε δὲ τὸν ἀμφημερινὸν, οὐ μὴν περί γε τῆς ἰσοκρατοῦς μίξεως αὐτῶν, ἥπερ δὴ καὶ μόνη τὸν ἀκριβῆ συνίστησιν ἡμιτριταῖον, οὔτε ἐνενόησεν, οὔτε ἐδήλωσεν, ἀλλ’ ὅλως παρέλιπεν. ἐπειδὰν γὰρ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν ὅ τε χολώδης διαλείπων καὶ ὁ φλεγματώδης συνεχὴς, ἡ μὲν εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ φρίκης γίνεται· μέσον γὰρ δὴ τοῦτ’ ἐστὶ ῥίγους τε καὶ περιψύξεως, ὧν τὸ μὲν τῷ τριταίῳ, τὸ δὲ τῷ συνεχεῖ φλεγματώδει συνῆν· ἡ δ’ ἀπὸ τῆς εἰσβολῆς αὔξησις διὰ μὲν τὸν τριταῖον εὐθέρμαντός τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγομένη, διὰ δὲ τὸν φλεγματώδη βραδεῖαν ὅσον ἐφ’ ἑαυτῷ ποιούμενον τὴν ἀνάβασιν, ἐπέχεταί τε καὶ διακόπτεται, καί ἐστιν ὥσπέρ τις μάχη τῶν συμπτωμάτων, ἐνίοτε μὲν ἐκθερμαινομένου τοῦ κάμνοντος, ὅταν ἡ τοῦ τριταίου θερμότης ἰσχυρότερον ἐνεργήσασα πρὸς τὸ δέρμα τοὺς χυμοὺς ἀναφέρῃ· κατέχοντος δ’ ἔστιν ὅτε καὶ ἀντισπῶντος εἴσω τὴν τούτου κίνησιν τοῦ φλεγματώδους, ἀργοῦ, καὶ δυσκινήτου, καὶ ψυχροῦ, καὶ βραδυπόρου τὴν φύσιν ὑπάρχοντος· ἔν τε τῇ διαμάχῃ ταύτῃ κρατοῦντος μὲν τοῦ ψυχροῦ χυμοῦ συστολαὶ γίνονται καὶ φρῖκαι καὶ καταψύξεις τῶν ἀκραίων τε καὶ τοῦ δέρματος, ὡς δοκεῖν αὖθις ἕτερον εἰσβάλλειν παροξυσμόν· εἰ δ’ ὁ θερμότερος ἐπικρατήσειεν, ἀθρόως τε ἐπιθερμαίνονται καὶ πλησίον τῆς ἀκμῆς ἀφῖχθαι δοκοῦσιν· εἶτ’ ὀλίγον ὕστερον ἐπικρατήσαντος τοῦ φλεγματώδους, συστέλλονταί τε πάλιν οἱ κάμνοντες καὶ καταψύχονται, καὶ φρίττουσι, καὶ τοῦτ’ οὐ παύεται γινόμενον ἄχρι τῆς ἀκμῆς, ἥ τις καὶ αὐτὴ πρωϊαίτερον μὲν ἢ κατὰ τὸν φλεγματώδη χυμὸν, ὀψιαίτερον δὲ ἢ κατὰ τὸν χολώδη γιγνομένη φαίνεται. τοῦ μὲν γὰρ χολώδους τὸ τάχος ὁ φλεγματώδης ἐπέχει, τοῦ δ’ αὖ φλεγματώδους τὸ βραδὺ καὶ νωθρὸν ὁ χολώδης ἐπεγείρει. τοιοῦτος μέν τις ὁ ἀκριβὴς ἡμιτριταῖος, ἐξ ἰσοσθενοῦς κράσεως δυοῖν πυρετοῖν γιγνόμενος, ὅτι καὶ δυοῖν χυμῶν· ὁ δ’ οὐκ ἀκριβὴς ἤτοι τὸν χολώδη χυμὸν, ἢ τὸν φλεγματώδη πλείονα κέκτηται.

٨ وإذ قد قلت في هذا ما كان ينبغي أن يقال فيه، فإنّي راجع إلی الأمر الذي كنت أخّرت ذكره قبيل. فأقول إنّ الحمّى المركّبة من حمّى الغبّ والحمّى النائبة في كلّ يوم الدائمة التي نسمّيها المخالطة للغبّ، ربّما كانت المرّة الصفراء أغلب فيها، فتكون من قبل ذلك أعراض الغبّ أقوى فيها. وربّما كانت الصفراء أقلّ فيها والبلغم أكثر، ولذلك تكون أعراض الحمّى النائبة في كلّ يوم الدائمة أصحّ فيها. وربّما لم يكن واحد من الخلطين فيها غالباً على الآخر، لكنّهما متساويان في القوّة، وإذا كانا كذلك، كانت الحمّى هي المخالطة للغبّ الخالصة الصحيحة، إذ كانت طبيعتها تكون الطبيعة التي دلّ عليها بقراط حين قال في المقالة الأولى من كتاب إبيذيميا:

وكانت الأعراض التي عرضت لأكثرهم حمّيات اقشعراريّة، دائمة، حادّة، لا تفارق أصلاً، إلّا أنّ طريق هيجانها مخالط للغبّ. فتكون في يوم أخفّ، ثمّ تكرّ في الآخر كرّات، وتتزيّد في مدّتها كلّها حدّة.

فإنّ بقراط إنّما عنى بالحمّيات الاقشعراريّة لا الحمّيات التي تكون معها قشعريرة مطلقة. فإنّ ذلك موجود في حمّيات كثيرة سأصفها فيما بعد، لكنّه إنّما عنى بالاقشعراريّة الحمّيات التي يكون جلّ النوبة فيها اقشعرار في أحد اليومين، وهو اليوم الذي تنوب فيه الغبّ والنائبة في كلّ يوم الدائمة معاً. فإنّ اليوم الآخر إنّما تنوب فيه الحمّى النائبة في كلّ يوم فقط. وفي أكثر الأمر إنّما تكون الحمّى المركّبة منهما في اليوم الأوّل من المرض، وتكون في اليوم الثاني الحمّى البلغميّة الدائمة، إلّا أنّه ربّما عرض أن تبتدئ الحمّى البلغميّة في اليوم الأوّل، وتنوب الحمّيان جميعاً في اليوم الثاني.

والنوبة المشتركة بينهما، إذا كان الخلطان متساويين في القوّة، بالحال التي وصفتها قبيل من حال الحمّى المخالطة للغبّ، وإذا كانت الغبّ فيها أغلب، كانت الحمّى أشدّ اقشعراراً، حتىّ يكاد أن يكون فيها شيء من النافض في أوّل النوبة. وهذه الحمّى تكون أسخن وأشدّ تلهّباً واحتراقاً، وبلوغها إلی منتهاها يكون أسرع، ويكون فيها قيء مرار واختلاف مرار وعرق. وإذا كانت الحمى الأخرى التي هي البلغميّة أغلب، كان البرد في الأطراف أغلب، وكان الاقشعرار أقلّ، وكان التضاغط في نبض العروق أقوى وأطول مدّة، وكان تزيّد النوبة تزيّداً بطيئاً، ولم تبلغ منتهاها إلّا بعد مدّة طويلة. ولم يكن في الحمّى عطش ولا تلهّب ولا احتراق ولا قيء مرار ولا اختلاف مرار ولا رشح مرار.

وقد كان أرخيجانس أيضاً شارف فهم هذا التركيب من هتين الحمّيين، إلّا أنّه اختلط عليه هذا المعنى ولم يلخّصه، كما بيّنت في المقالة السابعة من المقالات الثماني التي كتبتها في كتابه في النبض. من ذلك أنّه يتوهّم أنّ في الحمّى المخالطة للغبّ ربّما كانت الغبّ أغلب، وربّما كانت الحمّى النائبة في كلّ يوم أغلب، ولم يخطر بباله تركيبهما الكائن على المساواة في القوّة الذي منه تكون الحمّى المخالطة للغبّ الخالصة، ولا دلّ عليه، لكنّه ألغى ذكره البتّة.

فإنّه، متى كانت الحمّيان متساويتين في العظم، أعني حمّى المرار المفارقة وحمّى البلغم الدائمة، كان ابتداء النوبة مع اقشعرار، لأنّ الاقشعرار هو شيء متوسّط بين النافض وبين البرد، وأحد هذين، وهو النافض، يكون مع حمّى الغبّ، والآخر، وهو برد الأطراف، يكون مع الحمّى البلغميّة الدائمة. وتزيّد النوبة بعد ابتدائها يكون بسبب الغبّ سريع الإسخان للبدن سريع الحركة إلی نحو منتهى النوبة، ويكون بسبب الحمّى البلغميّة، إذ كانت توجب أن يكون التزيّد بطيئاً، يمتنع وينبتر، وكأنّه يكون بين الأعراض حرب وجهاد.

فربّما سخن بدن المريض، وذلك يكون إذا أعملت فيه حرارة الغبّ عملاً أقوى، فرفعت الأخلاط نحو الجلد، وربّما حبست حركتها ومانعتها وجاذبتها فيها الحمّى البلغميّة، إذ كانت في طبيعتها ثقيلة عسرة الحركة باردة بطيئة النفوذ. ففي هذه المحاربة والمجاهدة، إذا غلب الخلط البارد، كان التقبّض والاقشعرار وبرد الأطراف والجلد، حتى يظنّ أنّه قد ابتدأت نوبة أخرى، وإذا غلب الخلط الحارّ، سخن البدن سخونة شديدة دفعة، حتّى يظنّ أنّ الحمّى قد قاربت منتهاها. ثمّ لا يلبث أن يغلب الخلط البلغميّ، فيعود التقبّض والبرد والاقشعرار، ولا يزال ذلك يكون إلی أن تبلغ الحمّى منتهاها. والمنتهى أيضاً يكون قبل الوقت الذي يكون فيه منتهى الحمّى التي تكون من البلغم، وبعد الوقت الذي يكون فيه منتهى الحمّى التي تكون من المرّة الصفراء. وذلك لأنّ البلغم يمنع الصفراء من سرعة حركتها، والصفراء تحثّ البلغم وتزيله عن الإبطاء والثقل.

فهذه هي حال الحمّى المخالطة للغبّ الخالصة التي تكون من امتزاج حمّيين متساويتين في القوّة، إذ كانت تكون من امتزاج خلطين متساويين في القوّة. فأمّا التي ليس هي منها خالصة، فهي إمّا أن تكون الصفراء فيها أغلب، وإمّا البلغم.