Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, τὴν αἰτίαν ἐπισκεψώμεθα τῶν ὀνομαζομένων συνόχων πυρετῶν. θαυμαστὸν γὰρ εἶναί μοι δοκεῖ, πολλάκις μὲν ἄχρι τῆς τετάρτης ἢ πέμπτης, ἐνίοτε δὲ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἕνα παροξυσμὸν ἀπ’ ἀρχῆς ἐπ’ αὐτῶν ἄχρι τελευτῆς γίνεσθαι. καί τοι γ’ εἴ τις ἀκριβῶς ἐπισκέπτοιτο, θαυμασιώτερόν ἐστι τὸ κατὰ περίοδον παροξύνεσθαί τινας πυρετούς. ὃ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴπομεν παράδειγμα τῆς κόπρου τῆς κατὰ μέρος σηπομένης, οὐ πάνυ τι συμβαίνειν δύναται ἐν τῷ τοῦ ζώου σώματι μιγνυμένων τῶν σηπομένων χυμῶν τοῖς ἀσήπτοις ἑτοίμως, ἅτε συμπνοίας οὔσης καὶ συῤῥοίας ἐκ πάντων εἰς πάντα. οὔκουν οἷόν τε γίνεσθαι τὴν σηπεδόνα καθ’ ἕν τι μέρος ἄλλοτε ἄλλο, πλὴν εἰ φλεγμονὴ δήσασα κατέχει τὸν ἀρξάμενον σήπεσθαι χυμόν. ἐπεὶ τοίνυν εἰς τοὐναντίον ὁ λόγος περιέστησε, χαλεπώτερον δέ ἐστιν ἐξευρεῖν τὴν αἰτίαν τῶν κατὰ περίοδον παροξυνομένων πυρετῶν ἤπερ τῶν συνόχων, πειρατέον ὑπὲρ ἀμφοῖν διελθεῖν, οὐδ’ ἐνταῦθα μηκύνοντας οὐδ’ ἀντιλέγοντας τοῖς ἐσφαλμένοις, ἀλλ’ ὥσπερ ἐν ἅπασι τοῖς ἔμπροσθεν ἐποιήσαμεν, αὐτὰ τὰ ἀληθῆ μόνα διερχόμενοι, ἐξ ὧν ὁρμώμενος ἄν τις εὑρίσκειν δύναιτο καὶ τὰ τοῖς ἄλλοις διημαρτημένα. ἀρκτέον δὲ ἀπὸ τῶν ἐναργέστατα φαινομένων, ἅπερ εἰσιν ὀφθαλμίαι τέ τινες, αἱ μὲν καθ’ ἑκάστην ἡμέραν, αἱ δὲ διὰ τρίτης ἡμέρας παροξυνόμεναι. φαίνονται δὲ καὶ ὤτων ἀλγήματα, καὶ κεφαλῆς ἤτοι συμπάσης, ἢ καὶ τοῦ ἡμίσεως, ὃ δὴ προσαγορεύουσιν ἡμικρανίαν· ἐνίοις δὲ καὶ ποδάγρα καὶ ἀρθρῖτις ὁρᾶται κατὰ περίοδον παροξυνομένη. ὥσπερ οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ἰδεῖν ἔστι καὶ τὰς φλέβας ἐν τοῖς παροξυνομένοις μέρεσιν εἰς ὄγκον αἰρομένας, καὶ τὴν φλεγμονὴν αὐξανομένην, καὶ τὰς ὀδύνας ἐπιτεινομένας, καὶ ῥεῦμα περιττόν που προχεόμενον ἔξω, οὕτω χρὴ νοῆσαι κᾀπὶ τῶν ἐντὸς ὅσα μὴ φαίνεται τὴν αὐτὴν ἀναλογίαν σωζομένην ἔχοντα. ὥστε καὶ τὴν ἐν τῇ πλευρίτιδι καὶ τὴν ἐν τῇ περιπνευμονίᾳ φλεγμονὴν ἐξαίρεσθαι μὲν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, διαφορεῖσθαι δὲ καὶ προστέλλεσθαι κατὰ τὰς παρακμάς. ὅπως δὲ γίνεται τοῦτο, τάχ’ ἂν εὕροιμεν, εἰ περὶ γενέσεως φλεγμονῆς καὶ τῶν καλουμένων ῥευματικῶν διαθέσεων ἀναμνησθείημεν, ὅσα δι’ ἑτέρων ἡμῖν ἐν τῷ περὶ ἀνωμάλου δυσκρασίας ἀποδέδεικται. σὺν ἐκείνοις γὰρ ὅσον ἴδιόν ἐστι τοῦ νῦν λόγου προστεθὲν, ἀποχρήσει τοῖς παροῦσι ζητήμασι.

١٣ وإذ قد قلنا في هذا ما كان ينبغي أن يقال فيه، فقد ينبغي أن ننظر في السبب في الحمّيات التي تعرف بالمطبقة التي يسمّيها بعض اليونانييّن سونوخس. فقد يخيّل إليك من أمرها العجب أنّك ربّما رأيت فيها قلد الحمّى يتّصل إلی اليوم الرابع أو إلی الخامس، وربّما رأيته يتّصل إلی اليوم السابع، وهو قلد واحد منذ أوّل الحمّى إلی آخرها. على أنّك، إن استقصيت النظر في الأمر، وجدت أنّ حدوث النوائب في بعض الحمّيات على الأدوار أعجب من هذا.

فإنّ المثال الذي وصفناه فيما تقدّم من الزبل الذي تعفّن منه شيء بعد شيء لا يكاد يمكن أن يكون في بدن الحيّ، لأنّ الأخلاط التي تعفن لا تلبث أن تختلط بالأخلاط التي لم تعفن، إذ كانت الأخلاط تجري من كلّ موضع من البدن إلی كلّ موضع منه. فإذ كان الأمر كذلك، فليس يمكن أن تكون العفونة في عضو من الأعضاء دون غيره في وقت من الأوقات دون غيره، إلّا أن يكون ورم في عضو من الأعضاء قد ربط الخلط الذي قد عفن وحصره فيه.

فإذ كان الكلام قد آل إلی ضدّ ما كان نحا نحوه، وتبيّن أنّ وجود السبب في الحمّيات التي تنوب على أدوار أصعب من وجود السبب في الحمّيات المطبقة، فقد ينبغي أن نروم أن نخبر عن الحال فيهما جميعاً من غير أن نطوّل في هذا الباب أيضاً أو نعاند من أخطأ فيه، لكنّا نقتصر على صفة الحقّ فقط، كما فعلنا في جميع ما تقدّم. فإنّ الناظر في ذلك يتطرّق منه إلی وجود ما قد أخطأ فيه غيرنا.

وينبغي أن نبتدئ من أشياء تتبيّن عياناً غاية البيان، وهي أصناف من الرمد منها ما ينوب في كلّ يوم ومنها ما ينوب غبّاً، وأوجاع من أوجاع الأذنين ومن أوجاع الرأس تعرض فيه كلّه أو في النصف منه، وهي التي تسمّى الشقيقة. وقد نرى في بعض الناس أوجاع النقرس وأوجاع المفاصل تنوب على دور.

فكما أنّا قد نرى في جميع هذه الأوجاع العروق التي في الأعضاء التي تنوب عليها تلك النوائب تنتفخ وتنتفخ والورم يتزيّد والأوجاع تشتدّ، ونرى في بعض الأوقات بعض ذلك الفضل الذي يجري إلی العضو يفيض فيخرج منه، كذلك قد ينبغي أن نتوهّم أنّه يعرض في الأعضاء الباطنة التي لا تظهر للحسّ على هذا القياس، حتّى يكون الورم في ذات الجنب وفي ذات الرئة يعظم وينتفخ في أوقات ابتداء النوائب ويتحلّل ويضمر في أوقات انحطاطها.

ولعلّنا أن نعلم كيف يكون ذلك، إن نحن تذكّرنا ما بيّنّاه في غير هذا الكتاب من أمر حدوث الورم وسائر العلل التي تكون من انصباب الفضل إلی بعض الأعضاء. فإنّا إن أضفنا إلی ما وصفناه من ذلك ما يخصّ هذا القول الذي نحن فيه، كان ذلك كافياً في هذا الكلام الذي نحن فيه.