Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Ἔστι μὲν οὖν καὶ ἡ προφυλακὴ λεγομένη κατά τινα τοιοῦτον τρόπον ἴασις. ἀμέλει καὶ συγκέχυται πολλαχόθι τὰ ὀνόματα παρὰ τοῖς ἰατροῖς. ὥσπερ γὰρ ἐν ἑτέρῳ δέδεικται γράμματι, πᾶν ἔργον ἰατροῦ τῶν περὶ τὸ σῶμα σφαλμάτων ἐπανορθωτικόν ἐστιν. ἀλλ’ οὐδὲν εἰς τὰ παρόντα τῆς τοιαύτης δεῖ λεπτολογίας, εἴτε γὰρ εἰς δύο τέμνεις ὀνόματα τὸ σύμπαν, ἴασιν καὶ προφυλακὴν, εἴτε εἰς ἓν ἄμφω συνάγεις, ἴασιν ὀνομάζων, οὐ μικρὸν τεκμήριόν ἐστι τοῦ μὴ πάσχειν ὁμοίως ὑπὸ τῆς τοιαύτης αἰτίας ἅπαντας ἡ τῶν κωλυθέντων ἁλῶναι τοῖς ἐπιδημίοις τε καὶ λοιμώδεσι νοσήμασι διάθεσις. εἷς μὲν γὰρ καὶ πρῶτος σκοπός ἐστιν ἐπὶ πάντων κοινὸς, ἀπέριττον ὅτι μάλιστα καὶ εὔπνουν εἶναι τὸ σῶμα· δεύτερος δὲ ἐφεξῆς τῷδε, ὡς πρὸς τὴν δυναστεύουσαν αἰτίαν ἀπομάχεσθαι ὡς δυνατόν. ὅσοις δὲ τἀναντία τούτων ὑπάρχει, τάχιστά τε πάσχουσι καὶ μάλιστα κάμνουσιν. ἐπεὶ δὲ τῶν λοιμωδῶν ἐμνημόνευσα πυρετῶν ὑπὸ σηπεδόνος ἁπάντων γινομένων, ἄξιον ἐπιστάντα τὸν λόγον ἐν τῷδε διασκέψασθαι περὶ παλαιοῦ δόγματος, ἅπαντα πυρετὸν ἐπὶ τῇ τῶν χυμῶν σήψει φάσκοντος γενέσθαι. κινδυνεύει γὰρ οὖν δοξάζειν ὧδε καὶ ὁ τῶν ἀπ’ Ἀθηναίου χορὸς, ἄνδρες οὐχὶ φαυλότατοι τά τ’ ἄλλα τῆς τέχνης καὶ οὐχ ἥκιστα πυρετῶν ἐπιστήμης, περὶ ὧν κᾀγὼ τό γε πλεῖστον αὐτοῖς σύμφημι, πλὴν ἕν τι παρίημι, τοὺς ἐφημέρους ὀνομαζομένους πυρετούς. οὐ γάρ μοι δοκοῦσιν οὗτοι σήψεσιν ἕπεσθαι χυμῶν, ἀλλ’ ὁ μὲν ἐπ’ ἐγκαύσει πυρέξας ὑπὸ τῆς τοῦ δρῶντος αἰτίου θερμασίας ἀλλοιοῦσθαι πέφυκε· τῷ δ’ ἐπὶ θυμῷ πυρέττοντι, καὶ τούτῳ ζέσιν μέν τινα γενέσθαι τοῦ κατὰ τὴν καρδίαν αἵματος ἀναγκαῖον, οὐ μὴν ἤδη γε καὶ σῆψιν. οὕτω δὲ καὶ τῷ γυμνασαμένῳ πλείονα θερμασίαν ἀνῆφθαι παρὰ φύσιν ἄνευ σήψεως χυμῶν· καὶ ὅστις ἐπυκνώθη τὸ δέρμα, δριμύτερα περιττώματα δι’ αὐτοῦ κενούμενος, ἀθροισθέντων ἐκείνων, ἐπύρεξεν ἄνευ σηπεδόνος χυμῶν, καὶ μὲν δὴ καὶ οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων, Ἱπποκράτης πού φησι, καίτοι καὶ ὁ βουβὼν ἐκ τοῦ γένους ἐστὶ τῶν φλεγμονῶν· καὶ σύμφημι κατά γε τοῦτο τῷ τῆς σήψεως λόγῳ, διὰ τοῦτο γὰρ ἐπὶ ταῖς φλεγμοναῖς πυρέττουσιν, οὐχ ὡς Ἐρασίστρατος ὑπελάμβανεν. ἀλλ’ ὅμως εἰσί τινες ἐπὶ βουβῶσι πυρετοὶ τοῦ γένους τῶν ἐφημέρων, ὥσπερ ἕτεροί τινες ἀγγέλλουσιν, οὐκ εὐμεταχείριστα νοσήματα, φλεγμονῆς ἢ ἕλκους ἢ ἀποστάσεως ἤ τινος ἑτέρας τοιαύτης ἐν σπλάγχνῳ διαθέσεως ἔγγονα. διαφέρουσι δὲ οἱ ἐπὶ βουβῶσιν ἐφήμεροι πυρετοὶ τῶν ἐπὶ ταῖς σήψεσι συνισταμένων ἤτοι κατά τι σπλάγχνον, ἢ κατὰ κοῖλα καὶ μέγιστα τῶν ἀγγείων, ὅτι τοῖς μὲν ἐπὶ βουβῶσι συνεκθερμαίνουσιν ἀεὶ τὸ συνεχὲς, ἡ μὲν θερμασία διαδίδοται μέχρι τῆς καρδίας, οὐκ ἀφικνεῖται δὲ εἰς αὐτὴν ἡ σηπεδονώδης λιγνὺς, ἀλλ’ αὐτόθι μένει περιγεγραμμένη κατὰ τὸ τοῦ βουβῶνος χωρίον, ἀλλοιώσει μόνῃ τῇ κατὰ τὸ συνεχὲς ἐπὶ τὴν καρδίαν ἀφικνουμένης τῆς θερμότητος, ᾧ μάλιστα τρόπῳ κᾀπὶ τῶν ἐγκαιομένων τε καὶ κοπουμένων ἐκ τῶν πρώτων θερμανθέντων ἐπὶ τὴν ζωτικὴν ἀρχὴν ἡ διάδοσις γίνεται· ἐπὶ δὲ τῆς κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων σηπεδόνος οἷον καπνὸς ἐκ τῶν σηπομένων χυμῶν εἰς τὰς κοιλίας ἀφικνεῖται τῆς καρδίας. καὶ τοίνυν καὶ σήπεσθαι συμβαίνει τοὺς μὲν ἐν τῷ βουβῶνι χυμοὺς ἀθρόως ἅπαντας, εἴτε κατὰ μίαν ἡμέραν, εἴτε κατὰ δύο συνεχῶς, ἅτε ὁμιλοῦντάς τε ἀλλήλοις καὶ κατακεκλεισμένους ἐν ἑνὶ χωρίῳ· τοὺς δὲ κατὰ τὰ σπλάγχνα καὶ τὰ μεγάλα τῶν ἀγγείων, ἅτε διαῤῥέοντας ἀεὶ καὶ συνδιασήποντας ὅσων ἂν ἐφάψωνται, χρόνῳ πλείονι τὸ σηπεδονῶδες ἀνάπτειν θερμόν. ἑνὶ δὲ λόγῳ καθάπερ ἐπὶ τῶν ἐκτὸς ἁπάντων, ὅσα θερμαίνεται παρὰ φύσιν ὑφ’ ἡστινοσοῦν αἰτίας, εἰ μὲν ἄσηπτον εἴη τὸ θερμανθὲν, οἷον ἤτοι λίθος ἢ ξύλον ἤ τι τοιοῦτον ἕτερον,  ἄχρι τοσούτου μένει θερμὸν, ἄχρι πέρ ἂν ἀποψυχθῇ κατὰ βραχύ· τὸ δὲ σήπεσθαι πεφυκὸς ἐπινεμομένην ἀεὶ κατὰ τὸ συνεχὲς ἴσχει τὴν θερμασίαν, ὥσπερ ποτὲ κατ’ ἀγρὸν ἐθεασάμην κόπρον κτηνῶν τε ἅμα καὶ περιστερῶν ἔκ τινος μέρους ὑφ’ ἡλίου θερμανθεῖσαν οὕτως ἰσχυρῶς, ὥστε παμπόλλην ἀναθυμίασιν ἀφιέναι καπνοῦ δίκην ἀναφερομένην, ἰσχυρῶς δάκνουσαν καὶ ἀνιῶσαν, εἴ τις πλησιάζοι, ὡς τούς τε ὀφθαλμοὺς καὶ τοὺς μυκτῆρας βλάπτεσθαι· ἦν δὲ ἄρα καὶ τοῖς ἁπτομένοις ἡ κόπρος οὕτω δήπου θερμὴ, ὥστε κατακαίειν τοὺς ἐπὶ πλέον ἐντιθέντας αὐτῇ τὰς χεῖρας ἢ τοὺς πόδας· οὐ μὴν εἰς ἀεί γε τὸ σύμπτωμα τοῦτο παρέμενεν, ἀλλὰ κατὰ τὴν ἑξῆς ἡμέραν ἀπεψύχετο μὲν, ὅσον ἀκμαίως ἔζεσε τῆς κόπρου κατὰ τὴν προτεραίαν· τὸ συνεχὲς δ’ αὐτῷ τὸ τέως ὑποτυφόμενον, ἡνίκ’ ἀκμὴν εἶχεν ἡ πρώτη ζέουσα, τοῦτ’ ἐν τῷ παρακμάζειν ἐκείνην αὐτὸ πάλιν ἀνεθερμαίνετό τε καὶ ἀνέζει καὶ ὀλίγον ὕστερον ἤκμαζε, τῆς πρώτης ἀπεψυγμένης, καὶ τοῦτο αὖθις παρήκμαζεν ὑποτυφομένου τοῦ συνεχοῦς αὐτῇ, καὶ μικρὸν ὕστερον ἀνήπτετο μὲν ἐκεῖνο καὶ ἤκμαζεν, ἀπεψύχετο δὲ τὸ πρότερον. ἦν δὲ περίοδος σχεδόν τι χρόνος ἡμέρας καὶ νυκτὸς, ὡς ἀμφημερινοῦ μάλιστα πυρετοῦ παράδειγμα τὸ γινόμενον οἰκειότατον ὑπάρχειν. εἰ δέ γε καὶ δυσὶν ἡμέραις καὶ νυξὶν ἡ εἰρημένη περίοδος ἐγίνετο, παράδειγμα ἦν οὕτω τριταίου πυρετοῦ· καὶ μέν γε καὶ εἰ τρισὶ, τεταρταίου· καὶ εἰ τέτταρσι, πεμπταίου, εἴπερ γε πεμπταῖός τίς ἐστι πυρετός· ἐγὼ μὲν γὰρ οὔπω σαφῶς εἶδον οὔτε ταύτην τὴν περίοδον οὔτ’ ἄλλην τινὰ ἐξωτέρω τῆς τεταρταίας. ἀλλὰ περὶ μὲν τῶν κατὰ τὴν περίοδον παροξυνομένων αὖθις εἰρήσεται· ἡ δὲ σῆψις τῶν χυμῶν ἡ ἐν τοῖς ἀγγείοις γινομένη παραπλησία τῇ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἀποστάσεις ἐστὶ καὶ τὰ ἄλλα τὰ φύματα, διττὴ μὲν κατὰ γένος, ἐξ ἐπιμιξίας δὲ τῶν δύο γενῶν ἄλλη τις τρίτη ποικίλη κατ’ εἶδος, ὅτι καὶ τὸ τῆς μίξεως ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ὑπερέχειν τε καὶ ὑπερέχεσθαι θάτερον τῶν γενῶν, οὐκ εὐαρίθμητόν ἐστιν. ἀλλὰ τά γε δύο γένη, τὸ μὲν ἕτερον ἐπικρατούσης τῆς φύσεως γίγνεται, τὸ δὲ ἕτερον νενικημένης· ἐπικρατούσης μὲν, ὡς ἐπὶ ταῖς φλεγμοναῖς τε καὶ τοῖς φυματώδεσιν ὄγκοις ἅπασι τὸ πύον· ἐν δὲ τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας χυμοῖς ἀνάλογον τῷ πύῳ τὸ τοῖς οὔροις ὑφιστάμενον. ἡ μὲν δὴ τοιαύτη σῆψις οὐχ ἁπλῶς σῆψίς ἐστιν, ἀλλά τι καὶ πέψεως ἔχει. μενούσης γὰρ ἔτι τῆς πεπτικῆς δυνάμεως τῶν ἀγγείων, ὁ διασηπόμενος τέως χυμὸς εἰς τοιαύτην ἀλλοίωσιν ἀφικνεῖται. ἑτέρα δέ ἐστί τις σηπεδὼν, ἀῤῥωστούσης εἰς τοσοῦτον τῆς πεπτικῆς δυνάμεως, ὡς μηδεμίαν ἐπὶ τὸ χρηστὸν ἐργάζεσθαι μεταβολὴν τοῦ σηπομένου περιττώματος. ὃ καὶ γίνεται ποτὲ μὲν ἐσχάτως ἀσθενούσης ἐκείνης, κᾂν τὸ σηπόμενον μετρίως ᾖ μοχθηρόν· ἐστὶ δὲ ὅτε τὰ μὲν τῆς δυνάμεως οὐκ εἰς ἔσχατον ἀῤῥωστίας ἥκει, τὸ δὲ ὑγρὸν ἄκρως μοχθηρὸν ὑπάρχει. τοῦ τοιούτου περιττώματος ἡ σηπεδὼν οὔτε σύστασιν οὔτε χρόαν οὔτε ὀσμὴν ἴσχει μίαν, ἀλλὰ κατὰ τὴν οὐσίαν ἀεὶ τὸ σηπόμενον ἐξαλλάττεται καὶ ποικίλλεται. ἡ δὲ ἑτέρα σῆψις, ἣν καὶ πέψιν ἔφαμεν ὑπάρχειν, εἰς ἓν εἶδος ἀεὶ μεταβάλλει πύου καὶ χρόαν καὶ σύστασιν καὶ ὀδμήν.

٧ والطريق الذي يتقدّم فتحفظ به الأبدان من وجه ما مداواة وتأتٍّ للبرء. ولذلك قد نجد الأسماء التي يسمّى بها كلّ واحد من هذين الطريقين مختلطة في كثير من كلام الأطبّاء. وإنّما قلت إنّ الطريق الذي يتقدّم به في حفظ الأبدان هو من وجه ما طريق المداواة والتأتّي للبرء من قبل أنّ كلّ فعل يفعله الطبيب كما قد بيّنت في كتاب غير هذا، إنّما هو تأتٍّ لإصلاح آفة قد نالت البدن. وليس نحتاج في هذا الكلام إلی هذا التدقيق كلّه.

وذلك أنّك إن قسمت جميع ما يفعله الطبيب في البدن قسمين وسمّيتهما باسمين مختلفين، أعني الحفظ والمداواة، أو جمعت ذلك فصيّرته شيئاً واحداً وسمّيته باسم واحد، أعني باسم المداواة، فإنّ حال الأبدان التي امتنعت من أن تنالها تلك الأمراض العامّيّة الحادثة الوبائيّة ليست بدليل يسير على أنّ الأبدان ليس يعمل فيها السبب الواحد عملاً سواء. وذلك أنّ الغرض الأوّل الذي يعمّ جميع من يمتنع من قبول الآفة من ذلك السبب هو أن يكون البدن نقيّاً من الفضول غاية النقاء، حسن التنفّس والتحلّل. والغرض الثاني في ذلك أن يكون البدن يقدر أن يقاوم ذلك السبب الذي قد قوي. فأمّا الأبدان التي هي على ضدّ ذلك، فهي أسرع الأبدان إلی قبول الآفة وأكثرها وقوعاً في المرض.

ولأنّي ذكرت الحمّيات الوبائيّة، وجميع هذه الحمّيات إنّما تكون من العفونة، فقد يجب أن أوقف الكلام في هذا الموضع وأبحث عن قول قاله بعض القدماء، وهو أنّ كلّ حمّى فإنّما تكون من عفونة الأخلاط. فإنّ أثيناؤس أيضاً وشيعته قريبون من أن يروا هذا الرأي، وأولائك قوم معهم معرفة ليست باليسيرة بجميع أنحاء الطبّ وبأمر الحمّيات خاصّة، وأنا موافق لهم في أكثر أمورها ما خلا شيئاً واحداً، وهو أمر الحمّى التي تسمّى حمّى يوم.

وذلك أنّي لست أرى أنّ هذا الجنس من الحمّى يكون من عفونة الأخلاط، لكن الذي تصيبه هذه الحمّى من الشمس، فإنّما تصيبه من قبل أنّ بدنه استحال فسخن من سخونة السبب الفاعل فيه. وأمّا الذي تصيبه هذه الحمّى من غضب، فإنّه يجب ضرورة أن يكون قد حدث في الدم الذي في قلبه غليان، إلّا أنّه لم تنله مع ذلك عفونة، والذي يتعب أيضاً فيكثر، فقد يجب أن تلتهب فيه حرارة خارجة من الطبيعة من غير عفونة الأخلاط، والذي استحصف جلده أيضاً، وقد كان يتحلّل منه فضول حادّة، فإنّ الحمّى إنّما تحدث به لاجتماع تلك الفضول في بدنه من غير عفونة تكون في الأخلاط.

وقد قال أيضاً بقراط إنّ كلّ حمّى تكون مع ورم اللحم الرخو الذي في الحالبين وغيره ممّا أشبهه، فهي رديئة، إلّا أن تكون حمّى يوم. وأنا موافق في الورم لمن قال إنّ الحمّى إنّما تحدث عنه بسبب العفونة، لأنّ هذا هو السبب في حدوث الحمّى من جميع الأورام الحارّة، لا كما ظّن أراسسطراطس. إلّا أنّه على حال قد يكون من الحمّيات التي تحدث مع ورم اللحم الرخو الذي في الحالبين وغيره ممّا أشبهه ما هو من جنس حمّى يوم، ومن تلك الحمّيات حمّيات تدلّ على أنّ بصاحبها مرضاً ليس بالهيّن، وذلك أنّه يتولّد عن ورم أو قرحة أو دبيلة أو غير ذلك ممّا أشبهه من الأمراض يكون في بعض الأحشاء.

والفرق بين حمّى يوم التي تكون عن ورم اللحم الرخو الذي في الحالبين أو غيره ممّا أشبهه وبين الحمّيات التي تكون من العفونة الحادثة في بعض الأحشاء أو في أعظم العروق وأوسعها تجويفاً، أنّ حمّى يوم التي تكون عن ذلك الورم سببها أنّ الحرارة التي تتولّد في موضع ذلك الورم تسخّن دائماً ما يتّصل به، وتسري تلك الحرارة حتّى تتأدّى إلی القلب، من غير أن يصل إليه معها شيء من بخار ذلك الفضل الذي عفن في موضع الورم، لكن ذلك الفضل يبقى محصوراً في ذلك الموضع، وإنّما تصل حرارته إلی القلب بطريق استحالة ما يتّصل بذلك الموضع من حرارته فقط على الطريق الذي تتأدّى به الحرارة فيمن تسخّن رأسه الشمس أو يسخّن مفاصله وما يليها التعب، من تلك الأعضاء التي تسخّن أوّلاً بهذين السببين. فأمّا متى كانت العفونة في الأحشاء أو في العروق الكبار، فإنّه يتأدّى إلی بطني القلب شيء شبيه بالدخان من الأخلاط التي تعفن هناك.

والعفونة أيضاً تعرض للفضل الذي في الورم الحادث في اللحم الرخو الذي في الحالب أو في غيره ممّا أشبهه دفعة، حتّى تستولي عليه كلّه بمدّة كان ذلك في يوم واحد أو كان في يومين متّصلين، لأنّ أجزاء ذلك الفضل مجاورة بعضها لبعض دائماً، وهي كلّها محصورة في موضع واحد. فأمّا الأخلاط التي تعفن في الأحشاء وفي العروق الكبار، فمن قبل أنّ تلك الأخلاط تجري دائماً وتعفّن بعفونتها ما تلقاه، فإنّ عفونتها والحرارة المتولّدة عنها تتّصل، ويحدث منها شيء بعد شيء في مدّة أطول.

وبالجملة فإنّ الذي يعرض من هذا في البدن شبيه بما يعرض من خارج لجميع الأجسام التي تسخّن بسخونة خارجة عن طبيعتها من أيّ سبب كان ذلك. فإنّ الشيء الذي يسخّن، إن كان ممّا لا يعفن مثل الحجر أو الخشبة أو غيرهما ممّا أشبههما، فإنّه يبقى على حرارته مدّة ما إلی أن يبرد قليلاً قليلاً، وإن كان ممّا يمكن أن يعفن، فإنّ حرارته تسعى دائماً من الجزء الذي يسخّن أوّلاً إلی الذي يتّصل به مثل الذي رأيت مرّة في بعض القرى قد عرض في زبل دوابّ وحمام كان مجموعاً في موضع.

فسخّن جزء منه من شمس حارّة أصابته سخونة قويّة، حتّى جعل يرتفع منه بخار كثير جدّاً بمنزلة الدخان يلذّع تلذيعاً قويّاً ويؤذي من دنا منه في عينيه ومنخريه. وكان أيضاً قد بلغ من سخونة ذلك الزبل عند اللمس أنّه كان من أدخل فيه كفّه أو قدمه ولبث فيه فضل لبث أحرقه. إلّا أنّ هذا العارض لم يكن يبقى دائماً، لكنّه كان في غد ذلك اليوم يبرد جميع ما كان من ذلك الزبل قد بلغت فيه الحرارة والغليان بالأمس غاية منتهاها. ثمّ كان الجزء الذي يتّصل بذلك الجزء الأوّل الذي كانت الحرارة لا تزال تتأدّى إليه قليلاً قليلاً في وقت ما كان ذلك الجزء الأوّل في منتهى غليانه، إذا بدأت حرارة ذلك الجزء الأوّل تنتقص، يأخذ هذا الجزء الثاني أيضاً في السخونة والغليان، ثمّ إنّه بعد قليل يبلغ منتهاه من الحرارة، والجزء الأوّل قد برد. ثمّ إنّ حرارة ذلك الجزء الثاني أيضاً كانت تبتدئ في الانحطاط والجزء الذي يتّصل به يتزيّد قليلاً قليلاً حرارة، ثمّ لا يلبث ذلك الجزء الثالث أن يشتعل ويبلغ منتهاه من الحرارة، ويبرد الجزء الثاني.

وكان هذا الدور يكون في قريب من يوم وليلة حتّى يكون مثالاً خاصّاً للحمّى النائبة في كلّ يوم. ولو كان هذا الدور كان في يومين وليلتين، لكان سيكون مثالاً لحمّى الغبّ، ولو كان في ثلاثة أيّام بلياليها، لكان مثالاً للربع، ولو كان في أربعة أيّام، لكان مثالاً للخمس، إن كانت تكون حمّى تنوب في الخامس. فإنّي أنا ما رأيت إلی هذه الغاية هذا الدور رؤية أحقّها ولا دوراً غيره من وراء دور الربع. وسأتكلّم بعد في الحمّيات التي تنوب بالدور.

فأمّا العفونة التي تكون في الأخلاط في جوف العروق، فهي شبيهة بالعفونة التي تكون في الأورام والخراجات والدبيلات، وهي جنسان مفردان، وجنس ثالث مختلط مركّب منهما كثير الأصناف. وذلك لأنّ اختلاف اختلاطهما في تفاضل كلّ واحد منهما على الآخر في الكثرة والقلّة لا يحصى.

فأمّا الجنسان المفرَدان، فأحدهما يكون إذا غلبت الطبيعة، والجنس الآخر يكون إذا غلبت. والذي يكون إذا غلبت الطبيعة في الأورام والخراجات كلّها المدّة، وفي الأخلاط التي في العروق الضوارب وغير الضوارب شيء مناسب للمدّة، وهو الثفل الذي يرسب في البول. وهذا الجنس من العفونة ليس هو عفونة فقط، لكنّه يشوبه شيء من النضج. وذلك أنّ الخلط الذي كان عفن إنّما يصير إلی هذه الاستحالة، إذا كانت القوّة المنضجة المغيّرة التي في الأوعية باقية ثابتة.

ويكون من العفونة جنس آخر، إذا بلغ من ضعف تلك القوّة المغيّرة، ألّا تؤثّر في ذلك الخلط الذي عفن أثراً محموداً ولا تحيله أصلاً. وذلك ربّما كان إذا كانت تلك القوّة قد صارت إلی غاية الضعف، وإن كانت الرطوبة التي عفنت قليلة الرداءة، وربّما كان والقوّة لم تبلغ إلی غاية الضعف، إلّا أنّ الرطوبة التي عفنت في غاية الرداءة. وعفونة الفضل الذي هذه حاله ليس يكون معها قوامه قواماً واحداً ولا لونه لوناً واحداً ولا رائحته رائحة واحدة، لكن كلّ واحد من هذه الثلاثة يختلف دائماً على حسب جوهر ذلك الفضل الذي عفن. فأمّا تلك العفونة الأخرى التي قلنا إنّه يكون معها نضج، فاستحالة المدّة فيها تكون إلی نوع واحد في اللون والقوام والرائحة.