Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Ὁ μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ γιγνόμενος εἰσβάλλει τε μετὰ ῥίγους καὶ καυσώδης ἐστὶ, καὶ χολῆς ἐμέτοις, ἢ διαχωρήσεσιν, ἢ ἱδρῶσιν, ἤ τισιν αὐτῶν, ἢ πᾶσιν ἅμα ἐκλύεται. τοῦ τοιούτου πυρετοῦ τὸ μῆκος τοῦ παροξυσμοῦ τὸ μέγιστον ὡρῶν ἐστιν ἰσημερινῶν δώδεκα, καὶ καλοῦμεν αὐτὸν ἀκριβῆ τριταῖον, ἐπὶ κράσει τοῦ κάμνοντος χολώδει, καὶ ὥρᾳ καὶ καταστάσει καὶ διαίτῃ θερμῇ καὶ ξηρᾷ συνιστάμενον. εἴρηται δὲ καὶ τἄλλα τὰ συντελοῦντα πρὸς τὴν γένεσιν αὐτοῦ πάντα μικρὸν ἔμπροσθεν. ὀλιγοχρονιώτερος δὲ ὡς τὰ πολλὰ τοῦ προειρημένου μήκους ὁ παροξυσμὸς γίγνεται, παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχων τὴν διαφορὰν, ἤτοι διὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν αὐτῆς τῆς χολῆς, ἢ διὰ τὴν τοῦ κάμνοντος δύναμιν, ἢ διὰ τὴν ὑπάρχουσαν τηνικαῦτα τῷ πάσχοντι τὴν διάθεσιν. ἡ μὲν γὰρ πλείων χολὴ τῆς ἐλάττονος μακρότερον φέρει τὸν παροξυσμόν· ἡ δὲ λεπτὴ τῆς παχείας βραχύτερον. οὕτω δὲ καὶ τῆς δυνάμεως ἡ μὲν ἰσχυροτέρα βραχύτερον· ἡ δ’ ἀσθενεστέρα μακρότερον. καὶ τῆς τοῦ σώματος διαθέσεως ἡ μὲν ἀραιὰ βραχύτερον· ἡ δὲ πυκνὴ μακρότερον. ὁ δὲ τοῦ διαλείμματος χρόνος ἐν τῷ τοιούτῳ πυρετῷ τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον τῆς σηπεδόνος τοῦ χυμοῦ παντάπασιν ἀδιάγνωστον ἔχει κατὰ τὴν ἑξῆς ἡμέραν ἢ νύκτα τοῦ παροξυσμοῦ· βραχέως δὲ ὑποτυφόμενον γνωστὸν ἀμυδρῶς ἐν τοῖς πρώτοις μέρεσι τῆς μετ’ αὐτήν· σαφέστερον δὲ ἤδη περὶ τὰ πέρατα τῆς αὐτῆς ἡμέρας ἢ νυκτός· ἔτι δὲ σαφέστερον ἐπὶ τῆς ἐχομένης, ἥτις προηγεῖται δηλαδὴ τῆς παροξυντικῆς ἡμέρας ἢ νυκτός. ἐν ἐκείνῃ δὲ αὐτῇ σαφὲς ἤδη τὸ σημεῖόν ἐστι, καὶ πολὺ μᾶλλον, εἰσβάλλοντος τοῦ παροξυσμοῦ, καὶ πολὺ μᾶλλον ἀναβαίνοντος ἐπὶ τὴν ἀκμήν. ἐν ταύτῃ δὲ ἧττον ἢ κατὰ τὴν ἀνάβασιν, καὶ μακρῷ πάλιν ἧττον ἐν τῇ παρακμῇ. τοῦτον τὸν πυρετὸν εἰ βούλοιο καλεῖν ἀκριβῆ τριταῖον, ὀνόματι χρήσῃ παλαιῷ· εἰ δὲ μὴ, ἀλλ’ ἡμῖν γε συγχώρησον οὕτως ὀνομάζειν ἕνεκα σαφοῦς διδασκαλίας.