Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Γίνονται τοίνυν οἱ ἑκτικοὶ καλούμενοι πυρετοὶ κατὰ διττὸν τρόπον, ὡς τὰ πολλὰ μὲν ἐπὶ τοῖς καυσώδεσιν, ἤτοι μηκυνθεῖσιν εἰς τοσοῦτον, ὡς ἐκδαπανῆσαι τῷ χρόνῳ τὴν ἰκμάδα τοῦ τῆς καρδίας σώματος, ἢ καὶ μενούσης ἔτι συχνῆς. ἐκεῖνοι μὲν οὖν οὐχ ἑκτικοὶ μόνον εἰσὶν, ἀλλὰ ἤδη καὶ μαρασμώδεις· οἱ δ’ ἔτι μενούσης τῆς ὑγρότητος γιγνόμενοι, τὸ σῶμα τῆς καρδίας αὐτὸ καταλαβόντες, ἐντεῦθεν ἀνάπτονται μάλιστα, καθάπερ ἡ τῶν λύχνων φλὸξ ἐκ τῆς θρυαλλίδος. ἡ μὲν δὴ μία γένεσις αὐτῶν εἴρηταί μοι· ἡ κατάλοιπος δ’ ἐστὶν, ὅταν ἐξ ἀρχῆς εὐθέως εἰσβάλλωσι, τὴν πρώτην γένεσιν ὁμοίαν ποιησάμενοι τοῖς ἐφημέροις ἐπὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετ’ ἐγκαύσεως ἅμα γινομένῳ. τούτους μὲν οὖν τοὺς πυρετοὺς οὐ χαλεπόν ἐστιν ἰᾶσθαι· τοὺς δ’ ἐξ αὐτῶν εἰς μαρασμὸν ἀφικομένους ἀμαθίᾳ τῶν ἐπιστατούντων ἰατρῶν, οὐ μόνον οὐ ῥᾴδιον, ἀλλὰ οὐδὲ δυνατόν ἐστιν ἰᾶσθαι συστάντας γε ἀκριβῶς ἤδη, καὶ μηκέτ’ ἀρχομένους. ἡ γάρ τοι φύσις αὐτῶν ἐστι ξηρὰ καὶ θερμὴ, παραπλήσιόν τι πασχούσης τῆς καρδίας, οἷόν περ ἡ θρυαλλὶς ἐν τοῖς λύχνοις, ἐπειδὰν ἐπὶ πλεῖστον ἐκκαυθῇ. θρύπτεται γὰρ ἡ οὕτω φρυγεῖσα καὶ διαλύεται, καὶ τὸ συνεχὲς ἀπόλλυσιν ὑπὸ κραυρότητος, ὡς μηδ’ εἰ παραχέοις ἄφθονον ἔλαιον, ἀναφθῆναι δύνασθαι φλόγα δαψιλῆ. περισπείρεται τοιγαροῦν ἐν αὐτῇ ἡ μικρὰ καὶ ἄτονος φλὸξ, ἀεὶ καὶ μᾶλλον ἐλάττων γιγνομένη, μέχρι περ ἂν ἀποσβεσθῇ. ὁ μὲν ἀκριβῶς μαρασμώδης πυρετὸς τοιοῦτός ἐστιν, οὐ ταὐτὸν ὑπάρχων νόσημα τῷ πάθει τῷ μαρασμῷ. τουτὶ μὲν γὰρ ἐπί τε τῶν γηρασάντων γίγνεται χωρὶς πυρετοῦ, σβεσθείσης αὐτοῖς τῆς ἐμφύτου θερμότητος, ὅπερ δὴ καὶ μάλιστα θάνατος ἄλυπός ἐστι καὶ κατὰ φύσιν ἐπὶ ξηρότητι συνιστάμενος, ὥσπέρ γε καὶ τῶν παρὰ φύσιν μαραινομένων ἐκεῖνο τὸ εἶδος, ὃ προσαγορεύει Φίλιππος ἐκ νόσου γῆρας, εἰς ὃ πολλοὺς εἴδομεν οὐ πρεσβύτας μόνον, ἀλλὰ καὶ παῖδας ἐμπεσόντας. ὁ δὲ μαρασμώδης πυρετὸς οὐ ξηρὸν μόνον, ἀλλὰ καὶ θερμόν ἐστι πάθος. ἀποσβέννυται δὲ κατὰ τοῦτο πολὺ θᾶττον ἡ ἐν τῷ ζώῳ θερμότης καὶ μαραίνεται σύμπαν τὸ σῶμα, δίκην δένδρου καταξηρανθέντος ἐσχάτως, ἤτοι διὰ χρόνου μῆκος, ἢ διὰ φλογὸς γειτνίασιν, ἢ σφοδρὸν καὶ ἄμετρον αὐχμόν. ἀλλὰ περὶ μὲν ὅλης τοῦ μαρασμοῦ διαθέσεως, ὁποία τίς ἐστιν, ἰδίᾳ γέγραπται.