Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Τούτου τοῦ γένους ἐστὶ καὶ ἠπίαλος πυρετὸς ἰδίως ὀνομαζόμενος, ὅταν ἅμα πυρέττουσί τε καὶ ῥιγοῦσι, καὶ ἀμφοτέρων αἰσθάνονται κατὰ τὸν αὐτὸν χρόνον, ἐν ἅπαντι μορίῳ τοῦ σώματος. Ἀρχιγένης μὲν οὖν οἴεται κατ’ ἄλλου μηδενὸς ἐπιφέρεσθαι μηδέποτε τοὔνομα τὸν ἠπίαλον ἀλλ’ ἢ κατὰ μόνου τοῦ τοιούτου πυρετοῦ. φαίνονται δὲ τῶν Ἀττικῶν ἀνδρῶν ἔνιοι καὶ τὸ πρὸ τοῦ πυρετοῦ ῥῖγος οὕτως ὀνομάζοντες. ὑαλώδη δέ μοι δοκεῖ προσαγορεύειν ὁ Πραξαγόρας τὸν χυμὸν τοιοῦτον· οἱ νεώτεροι δὲ, ὧν ἐστι καὶ Φίλιππος, ὠμὸν ἁπλῶς, οὐδὲν προστιθέντες εἰς ἀκριβῆ διορισμὸν ὄνομα. τῆς φλεγματώδους δ’ ἐστὶ δήπου καὶ αὐτὸς ἰδέας, ἱκανῶς ὑπάρχων ψυχρός τε καὶ γλίσχρος. ὃς γὰρ ἂν ὑγρὸς ἅμα καὶ ψυχρὸς ᾖ χυμὸς, ὑπὸ τὴν τοῦ φλέγματος ἀνάγεται προσηγορίαν, εἴ τις Ἱπποκρατείως τε καὶ συνήθως ἅπασιν, οὐ μόνον τοῖς παλαιοῖς ἰατροῖς, ἀλλὰ ἤδη καὶ τοῖς ἄλλοις Ἕλλησιν ὀνομάζειν  ἐθέλει. Πρόδικος γὰρ ἐν τῷ περὶ φύσεως ἀνθρώπου παρανομεῖ καὶ περὶ τοῦτο τοὔνομα, πρὸς τῆς θαυμαστῆς ἐτυμολογίας ἀναπειθόμενος. ἀλλ’ οὐ νῦν καιρὸς ἐπὶ τὰ τοιαῦτα τὸν λόγον ἐκτρέπειν, ἄλλην αὐτοῖς πραγματείαν ἀνατεθεικότα. αὖθις οὖν ἐπὶ τὸ προκείμενον ἴωμεν. ὅστις ἂν ἐν τῷ σώματι χυμὸς ὑγρὸς ᾖ καὶ ψυχρὸς, ἡμεῖς μὲν τοῦτον ὀνομάζομεν φλέγμα, σὺ δ’ εἰ βούλει κάλει σκινδαψόν. οὕτως ἄρα μοι μέλει τῶν ὀνομάτων οὐδέν. ἀλλ’ ἴσθι γε τοῦ χυμοῦ τούτου πλείους οὔσας διαφοράς· ἓν μὲν γὰρ εἶδος αὐτοῦ πάνυ δή τι ψυχρόν ἐστιν, ὥστε καὶ μεγίστας ὀδύνας, ὅταν ἐμφραχθῇ χωρίῳ θερμῷ, παρέχεσθαι· καὶ πολλάκις τε πολλὰς ἀλγηδόνας τῶν προσαγορευομένων κωλικῶν, ἐπὶ δριμεῖ κλύσματι τοιοῦτον χυμὸν ἐκκενώσαντι παραχρῆμα παυομένας ἐστὶν ἰδεῖν. ἔοικε δὲ καὶ τὴν ὄψιν ὁ χυμὸς οὗτος ὑάλῳ κεχυμένῃ. ἕτερον δ’ ἐστὶ φλέγματος εἶδος, ὃ ἀναχρεμψάμενοι πολλάκις ἀποπτύουσί τινες, αἰσθητὴν ἔχον τὴν γλυκύτητα, καὶ δῆλον ὡς οὐκ ἐνδέχεται τὸ τοιοῦτον ἀκριβῶς εἶναι ψυχρὸν, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἀποδεδειγμένων. ἔστι γε δή τι καὶ τρίτον ἄλλο φλέγματος εἶδος αὐτοῖς τοῖς πτύουσιν ὀξὺ φαινόμενον, ἧττον δὲ τοῦ ὑαλώδους, μᾶλλον δὲ τοῦ γλυκέος ψυχρόν· ὥσπερ ἕτερον ἁλμυρὸν, ἤτοι διὰ σῆψιν, ἢ δι’ ἐπιμιξίαν ἁλυκῆς ὀῤῥώδους ὑγρότητος, ἐφ’ ᾧ δὴ καὶ οἱ πυρέττοντες οὐ ῥιγοῦσιν, ἀλλὰ φρίττουσι μόνον, εἰσβάλλοντος τοῦ παροξυσμοῦ. τὸ δέ γ’ ὀξὺ καὶ τὸ ὑαλῶδες εἰ κινοῖτο, διὰ τῶν αἰσθητικῶν σωμάτων ἰὸν, τὰ χωρὶς πυρετοῦ φέρει ῥίγη· καὶ εἰ σηπεδών τις αὐτοῖς ἐπιγένοιτο μετρία, τὸν ἠπίαλον ἐργάζεται πυρετόν· εἰ δ’ ἐπὶ πλέον σαπείη, προηγεῖται μὲν τὸ ῥῖγος, ἕπεται δ’ ὁ πυρετὸς, ἐκνικωμένης τῆς ψύξεως ὑπὸ τοῦ πλήθους τῆς θερμασίας, ὡς μηδ’ ὅλως φαίνεσθαι κατὰ τὰς ἀναβάσεις καὶ τὰς ἀκμὰς τῶν παροξυσμῶν. ἴσως δὲ καὶ τὸ ὑαλῶδες φλέγμα τῆς ὀξείας μετέχει ποιότητος, ὡς εἶναι τὰς πάσας διαφορὰς αὐτοῦ τρεῖς, ὀξὺ καὶ γλυκὺ καὶ ἁλυκόν· ἥκιστα δ’ ἐπὶ τῷ γλυκεῖ φλέγματι σηπομένῳ προηγεῖται τοῦ πυρετοῦ ῥῖγος. ἴσως δ’ ἄν τις οὐκ ἔθ’ ἁπλῶς, οὐδ’ ὑφ’ ἁπλῆς αἰτίας γίνεσθαι τοὺς τοιούτους ὑπολάβοι πυρετοὺς, εἴ γε δὴ τοῦ φλέγματος ὅσον μὲν δὴ σήπεται, τὸν πυρετὸν ἐξάπτει, τὸ δ’ ἄλλο τὸ μηδέπω σηπόμενον, ἐφ’ οὗ ῥιγοῦσιν, οὐκ αὐτῆς ἐστι τῷ σηπομένῳ ποιότητος. εἴπερ οὖν ὑπὸ τούτου μὲν τὸ ῥῖγος, ὑπὸ δὲ τοῦ διασαπέντος ὁ πυρετὸς γίγνεται, διττὸν ἀεὶ ἔσται τὸ αἴτιον. ἐγχωρεῖ μὴν κᾀνταῦθα τὸν μὲν πυρετὸν ὑφ’ ἑτέρου γένους αἰτίας γίγνεσθαι φάναι, τὸ ῥῖγος δ’ ὑπ’ ἄλλου, μὴ ὂν ὅπερ ὁ πυρετός· ἔν γε μὴν τοῖς τριταίοις πυρετοῖς ἡ ξανθὴ χολὴ καὶ τὸ ῥῖγος ἐργάζεται καὶ τὸν πυρετόν. ἀλλὰ τὰ μὲν τοιαῦτα λογικωτέραν ἔχει τὴν ἀμφισβήτησιν, ἐπὶ δὲ τὰ νῦν ἡμῖν προκείμενα μετιέναι καιρός.