Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Τὸ κατασκῆψαν ἐξ ἑτέρου μέρους εἰς ἕτερον περίττωμα ποτὲ μὲν οὕτως ἐστὶ πολὺ καὶ μοχθηρὸν, ὡς βλάψαι τοῦ ῥευματισθέντος μορίου τὴν δύναμιν· ἐνίοτε δὲ οὕτως ἐπιεικές τε καὶ ὀλίγον, ὡς μηδὲν ἀδικῆσαι τὸ ὑποδεξάμενον σῶμα. εἰ μὲν δὴ βλάψει τὴν δύναμιν εἰς τοσοῦτον, ὡς ἔκλυτόν τε γίνεσθαι καὶ μηκέτι κρατεῖν ὧν ἔμπροσθεν ἐκράτει, σήπεσθαι τηνικαῦτα ἀναγκαῖον ἤδη καὶ τῷ αἵματι, κατὰ διττὸν λόγον, ὅτι τε τὸ μὴ κρατούμενον ὑγρὸν ὑπὸ τῆς οἰκείας θερμότητος ὑπόλοιπον ἔχει τὴν εἰς σηπεδόνα μετάστασιν, ὅτι τε τοῖς περιττώμασι σηπομένοις συνδιασήπεται. εἰ δὲ μὴ βλάψειεν εἰς τοσοῦτο τὴν δύναμιν, ὡς ἐκλυθεῖσαν ἡσυχάσαι παντάπασιν, ἡμιμόχθηρόν τι καὶ οἷον ἡμισαπὲς ἐν τῇ τοιαύτῃ καταστάσει γίγνεται τὸ αἷμα, τῇ μὲν τῶν σηπομένων περιττωμάτων γειτνιάσει συνδιασηπόμενον, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ διαμένον τοσοῦτον, ὅσον ἐπὶ τῷ λόγῳ τῆς διακοσμούσης αὐτὸ δυνάμεως. ὁποτέρως δ’ ἂν ἔχῃ, τό τε κατὰ τὴν πρώτην σηπεδόνα θερμὸν ἀναπτόμενόν ἐστι μὲν πάντως δριμύτερόν τε καὶ δακνωδέστερον τοῦ κατὰ φύσιν, αὐξάνεται δ’ εἰς τοσοῦτον, εἰς ὅσον ἂν καὶ ἡ τῶν περιττωμάτων φύσις ἐξαρκῇ. παραπλήσιον γάρ τινα λόγον ἔχει ταῦτα πρὸς τὴν ἐξ αὐτῶν ἀναπτομένην θερμασίαν, οἷόν περ τὰ ξύλα πρὸς τὸ πῦρ. ἐξ αὐτῶν μὲν γὰρ τῶν ξύλων ἀλλοιουμένων γεννᾶται τὸ πῦρ, οὐ μὴν εἰς ἄπειρόν γε χρόνον ἐξαρκεῖ ταῦτα πρὸς τὴν ἀλλοίωσιν, ἀλλ’ ἔστιν ὅρος αὐτοῖς τῆς μεταβολῆς ἡ τῆς ἐνυπαρχούσης ἰκμάδος ἀπώλεια, μέχρι τοσούτου καίεσθαι δυναμένοις, ἄχρι περ ἂν ἔχῃ τι τῆς συμφύτου νοτίδος· ἐκδαπανηθείσης δὲ ταύτης, πέπαυταί τε καιόμενα καὶ τὸ λείψανον αὐτῶν καλεῖται τέφρα. καὶ δὴ καὶ τῶν διασηπομένων χυμῶν ὡσαύτως ἡ θερμασία διαμένει μέχρι περ ἂν ὀπτηθῶσι τελέως· ὀλίγον δ’ εἰκὸς τὸ τῶν χυμῶν γίγνεσθαι γεῶδες λείψανον, οὐχ ὥσπερ τὸ τῶν ξύλων πολὺ, διότι κατὰ τὴν οὐσίαν αὐτῶν ἐπικρατεῖ τὸ ὑγρὸν στοιχεῖον, οὐ τὸ ξηρόν. οὕτω δ’ εἰ καὶ τῶν ἐκτός τινα χυμῶν ἑψεῖν ἐθέλοις, οἷον ἔλαιον ἢ οἶνον, ὀλίγιστον μὲν αὐτοῦ καταλείψεις γεῶδες, τὸ ἄλλο πᾶν εἰς ἀτμόν τε καὶ ἀέρα λεπτυνθὲν οἰχήσεται. καὶ τοίνυν τῶν ζεσάντων ἐπὶ τῇ σηπεδόνι χυμῶν λεπτυνθέντων ὑπὸ τῆς θερμότητος, εἰς τὸ περιέχον ἡ οὐσία σκίδναται πᾶσα κατὰ τὰς ἀκμάς τε καὶ παρακμὰς τῶν πυρετῶν, ὑπολείπεται δ’ ἤδη παντάπασιν ὀλίγον περιττὸν, ἢ οὐδέν· ἐν μὲν τοῖς παχυτέροις χυμοῖς, ὀλίγον, ἐν δὲ τοῖς ὀῤῥωδεστέροις οὐδέν. εἰ μὲν δὴ μή τις ἀσθένεια ἐγγένοιτο τῇ τοῦ φλεγμήναντος μέρους δυνάμει, μήτ’ αὖθις ἐπιπέμποιτο περιττώματα, πέπαυταί τε τὸ νόσημα, καὶ δεύτερον οὐκ ἂν ἔτι πυρέξειεν ὁ ἄνθρωπος, οὔτε κατὰ τὴν ἑξῆς ἡμέραν, οὔτε διὰ τρίτης, οὔτε διὰ τετάρτης· εἰ δή τοι κατὰ τὴν αὐτὴν αἰτίαν ἐπιπέμποιτο, καθ’ ἣν ἐξ ἀρχῆς ἐπέμφθη τῷ μέρει τὰ περιττώματα, ἢ εἰ ταῦτα μὲν οὐκ ἔτι πέμποιτο, παραμένοι δὲ ἡ τῆς δυνάμεως ἀῤῥωστία, δεύτερον ἀνάγκη πυρέξαι τὸν ἄνθρωπον. ὑποκείσθω γὰρ πρότερον ἐῤῥωμένη μὲν ἡ τοῦ μορίου δύναμις, ἀθροιζόμενα δ’ ἐν τῷ μεταξὺ χρόνῳ τὰ περιττώματα κατὰ τὰ πρῶτα ἀποπέμψαντα μόρια, τοιαῦτά τε τὴν ποιότητα καὶ τοσαῦτα τὸ πλῆθος, οἷα καὶ ὅσα τὴν ἀρχὴν ἔπεμψεν. ἔστι δὲ τὸ τοιοῦτον, οἷς ἂν ἥ τε διάθεσις τῶν πεμπόντων ἡ αὐτὴ διαμένῃ καὶ τῆς ἑλκομένης εἰς αὐτὰ τροφῆς ἡ ποσότης τε καὶ ἡ ποιότης. ἀνάγκη γὰρ, οἶμαι, τὸ ἶσον καὶ ὅμοιον ὑπὸ τῆς αὐτῆς δυνάμεως ἀλλοιούμενον, ἶσα καὶ ὅμοια ποιῆσαι περιττώματα. καὶ μὲν δὴ καὶ ὁ τῆς ἀθροίσεως αὐτῶν χρόνος ἐξ ἀνάγκης ἶσος ἔσται. τὰ γὰρ τρεφόμενα μόρια μέχρι περ ἂν ὁμοίαν ἔχῃ τὴν κατάστασιν, ὑπὸ τῆς αὐτῆς τρεφόμενα τροφῆς, ἶσά τε τῇ ποσότητι καὶ ὅμοια τῇ ποιότητι καὶ κατὰ τὴν αὐτὴν τοῦ χρόνου προθεσμίαν ἀθροίσει τὰ περιττώματα. καὶ μέν τοι κατὰ τὴν αὐτὴν περίοδον ὁρμήσει πρὸς τὸ ταῦτα ἀπωθεῖν τε καὶ πέμπειν τοῖς ἀσθενεστέροις· εἴγε δὴ τότε πρῶτον ἡ ἀποκριτικὴ δύναμις ὁρμᾷ πρὸς τὴν ἑαυτῆς ἐνέργειαν, ὅταν ἤτοι βαρύνηται τῷ πλήθει τῶν περιττωμάτων, ἢ δυσχεραίνῃ τῇ ποιότητι. δέδεικται δὲ ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἐν οἷς χρὴ γεγυμνάσθαι τὸν μέλλοντα σὺν ἀποδείξει μαθήσεσθαι τὰ νῦν λεγόμενα, μεγάλων γε τῶν ἄθλων αὐτῷ προκειμένων ἐκ τῆς τοιαύτης θεωρίας εἰς τὴν θεραπευτικὴν μέθοδον. ἵνα γὰρ ἅπαντα παραλίπω τἄλλα τὰ μέλλοντά γε λεχθήσεσθαι κατ’ ἐκείνην τὴν πραγματείαν, ἑνός γε μόνου μνημονεύσω, προχειροτάτου τε καὶ πολλάκις ὑφ’ ἡμῶν γεγονότος, ὀφθαλμίας παροξυνομένης κατὰ περίοδον· οὐ μικρῶς οἶμαι προτραπήσεσθαι τὸν ἀκούσαντα τὴν νῦν ἡμῖν διαπεραινομένην ἐκμαθεῖν θεωρίαν· ἔμπαλιν γὰρ ἢ ὡς οἱ καλοῦντες ἑαυτοὺς ὀφθαλμικοὺς ἐθεραπεύσαμεν ἀεὶ τὰς τοιαύτας ὀφθαλμίας, ἐκείνων μὲν ἀεὶ τοῖς ὀφθαλμοῖς παρεχόντων πράγματα, ἡμῶν δέ ποτε καθάρσει χρησαμένων, ποτὲ μὲν λουτρῷ, ποτὲ δὲ ἀκρατοποσίᾳ, ὡς Ἱπποκράτης λέγει, ποτὲ δὲ φλεβοτομίᾳ, ποτὲ δ’ ἀμφοτέροις, ἢ κλυστῆρι μετὰ φλεβοτομίας, εἶτ’ ἔσθ’ ὅτε μὲν εὐθὺς ἐπὶ τοῖσδε παυσαμένων, ἔσθ’ ὅτε δὲ μετὰ τοῦ προνοήσασθαι  τῆς κεφαλῆς. ἅπαντες γὰρ οἱ οὕτω θεραπευθέντες ἢ οὐδ’ ὅλως ἔτι παρωξύνθησαν, ἢ ἅπαξ μόνον, ἔλαττον πολὺ τοῦ πρόσθεν. ἀλλὰ περὶ μὲν τῶν θεραπευτικῶν διορισμῶν τε καὶ γνωρισμάτων οὐ νῦν λέγειν καιρός· ὅτι δ’ ἐγχωρεῖ ποτε μὲν τὴν ὅλην κεφαλὴν ἤτοι μηδὲν πεπονθυῖαν, ἀλλ’ αἵματι μοχθηρῷ καὶ περιττωματικῷ τρεφομένην, ἀθροίζειν περιττώματα πλείω τε καὶ μοχθηρότερα τῶν ἔμπροσθεν, ὡς μηκέτ’ αὐτοῖς ἀρκεῖν τὰς φυσικὰς ἐκροάς τε καὶ περιπνοὰς, ἀλλ’ ἀναγκάζεσθαι τὴν φύσιν ὠθεῖν τὸ περιττὸν εἴς τι τῶν ἀσθενεστέρων μορίων· ἢ τῶν μὲν χυμῶν ἐχόντων κατὰ φύσιν, αὐτῆς δέ τι πεπονθυίας, ἢ καὶ συνελθόντων ἀμφοῖν ἀθροίζεσθαί τε τὰ περιττώματα καὶ κατασκήπτειν εἴς τι μόριον, ὁ ἐνεστὼς λόγος ἐπιδεῖξαι σπουδάζει, μέχρι γὰρ ἂν ὅ τ’ ἐπιῤῥέων χυμὸς ὅμοιος ᾖ, καὶ τῆς κεφαλῆς ἡ διάθεσις ἡ αὐτὴ, μέχρι τοσούτου τά τε περιττώματα κατὰ τὸν ἶσον ἀθροισθήσεται χρόνον ὅμοιά τε καὶ ἶσα, καὶ οἱ παροξυσμοὶ τῶν ὀφθαλμῶν ὅμοιοι γενήσονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καὶ μὴ συμπάσης τῆς κεφαλῆς, ἀλλ’ ἑνός γέ τινος τῶν ἐν αὐτῇ μορίων, ἤτοι μηνίγγων, ἢ ἐγκεφάλου γένηταί τις διάθεσις, ὡς ἐκ τῆς τοιαύτης τροφῆς ἀθροίζειν τι τοσόνδε καὶ τοιόνδε περίττωμα κατὰ τοσόνδε χρόνον, εἶτ’ ὠθεῖν τὸ περίττωμα τοῦτο τηνικαῦτα τότε πρῶτον, ὅταν ὑπ’ αὐτοῦ ἀξιολόγως ἀνιαθείη, συμβήσεται καὶ τότε παροξύνεσθαι κατὰ περίοδον, ἢ ὀφθαλμοὺς, ἢ οὖς, ἤ τι τοιοῦτον ἕτερον, εἰς ὅπερ ἂν ἀσθενέστερον ὠθῇ τὸ περιττεῦον. ὥσπερ οὖν ἐπ’ ὀφθαλμῶν, καὶ ὤτων, καὶ ποδῶν, καὶ ἄλλων τε πολλῶν τοιούτων μορίων ἐναργῶς ὁρᾶται κατὰ περίοδον ὁ παροξυσμὸς γιγνόμενος, ὡς ἐπιδέδεικται, τί θαυμαστὸν ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ φρενίτιδι καὶ τοῖς ἄλλοις ἅπασιν, ὧν οὐκ ἔστι θεάσασθαι τὰς φλεγμονὰς, ὁμοίως μὲν ἐπιῤῥεῖν τὸ περιττὸν καὶ ὁμοίως τὸν πυρετὸν ἀνάπτειν, οὐδὲν αὐτοῦ τοῦ φλεγμαίνοντος μέρους πεπονθότος ἐξαίρετον ἴδιον εἰς τὴν τῶν εἰρημένων γένεσιν ἄλλο γε, πλὴν ὅτι τῶν πεμπόντων τὰ περιττώματα κατ’ ἐκεῖνον τὸν χρόνον ἀσθενέστερόν ἐστιν; οὐ μὴν οὐδ’ ἐκεῖνο θαυμαστόν ἐστι, τὸ μηδὲ κατὰ μίαν ἀθροίζεσθαι προθεσμίαν ἅπαντα τὰ περιττώματα. τῷ γὰρ μήτε τὸ φερόμενον ἐν λόγῳ τροφῆς αἷμα ὅμοιον διὰ παντὸς ὑπάρχειν, μήτε τὴν τῶν τρεφομένων διάθεσιν εἶναι τὴν αὐτὴν, ἄλλος ἄλλῳ χρόνῳ ἱκανός ἐστιν εἰς τὴν τοσούτου περιττώματος ἄθροισιν, ὑφ’ οὗ πρώτου λυπεῖται μὲν ἡ φύσις ἡ τοῦ μέρους, ἀναγκάζεται δ’ ὡς ἀλλότριον ἑαυτῆς ἀποτρίβεσθαι τὸ λυποῦν. οὐ μὴν οὐδ’ ὅτι τῶν παροξυσμῶν αὐτῶν ἄνισόν ἐστι τὸ μῆκος, ἔτι χρὴ θαυμάζειν. εἴπερ γὰρ οὐχ ἓν γένος, οὔτ’ εἶδος, οὔτε πλῆθός ἐστι τῶν περιττωμάτων, οὔθ’ ὡσαύτως ἀνάπτεσθαι πᾶσιν, ἢ διαφορεῖσθαι προσήκει. τὰ μὲν γὰρ πλείω καὶ ψυχρότερα καὶ γλίσχρα καὶ παχέα μακροτέρους ἐργάζεται τοὺς παροξυσμούς· τὰ δ’ ἐλάττω καὶ θερμότερα καὶ λεπτότερα βραχυτέρους, συνεπιλαμβανούσης οὐ σμικρὸν εἰς ταῦτα τῆς τε τοῦ σώματος ὅλου κατασκευῆς ἐν ἐκείνῳ τῷ χρόνῳ, καὶ τοῦ τῆς δυνάμεως τόνου. τὸ μὲν γὰρ ἀραιότερον σῶμα βραχυτέρους, ὅσον ἐφ’ ἑαυτῷ, τοὺς παροξυσμοὺς ἐργάζεται, τὸ δὲ πυκνότερον μακροτέρους· καὶ ῥώμη μὲν δυνάμεως ὀλιγοχρονιωτέρους, ἀῤῥωστία δὲ πολὺ χρονιωτέρους. ἡ μὲν γὰρ ἰσχυρὰ δύναμις ἑτοιμότερον ἀφ’ ἑαυτῆς ὠθεῖ τὸ ἀλλότριον, ἡ δὲ τοῦ σώματος ἀραιότης οὐκ ἴσχει τὸ φερόμενον, ὥστ’ ἀνάγκη τοῖς οὕτω διακειμένοις ταχέως ἐκκενοῦσθαι τὸ περιττὸν, εἰ καὶ τἄλλα παραπλήσια ὑπάρχει. κατὰ δὲ τὸν αὐτὸν λόγον, ὅσοις ἐναντίως διάκειται τὸ σῶμα, τοιούτοις ἀνάγκη πολυχρονιωτέραν γίνεσθαι τὴν ἔκκρισιν τῶν περιττωμάτων, ἀῤῥώστως μὲν ὠθούσης τὰ περιττώματα τῆς δυνάμεως, στεγούσης δὲ τὰ φερόμενα τῇ τῶν διεξόδων στενότητι. ἁπάντων δ’ ἅμα συνελθόντων, ἤτοι μακρότατος, ἢ βραχύτατος παροξυσμὸς γίγνεται· μακρότατος μὲν διὰ τὸ πάχος, καὶ τὸ πλῆθος τοῦ περιττώματος, καὶ τὴν ἀσθένειαν τῆς δυνάμεως, καὶ τὴν τῶν διεξόδων στενότητα· βραχύτατος δὲ, διά τε λεπτότητα καὶ ὀλιγότητα τοῦ περιττώματος, καὶ τὴν ῥώμην τῆς δυνάμεως, καὶ τῶν ὁδῶν τὴν εὐρύτητα.