Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Διττὴ δ’ ἐστὶν ἡ τοιαύτη διάθεσις, ἡ μέν τις ἀσθένεια τοῦ μορίου, καθ’ ἣν γεννᾶται τὰ περιττώματα· δευτέρα δὲ ἡ ἐξ αὐτῶν τῶν ἑκάστοτε γεννωμένων ἀθροιζομένη. μὴ γάρτοι δόκει, τοῖς μὲν ἐκτὸς ἀγγείοις τούτοις, ἐν οἷς ἑψόμενον ἔδεσμα κνισῶδες ἐγένετο, διάθεσιν ὑπολείπεσθαί τινα, τοῖς μέρεσι δ’, ἐν οἷς οἱ χυμοὶ σήπονται, μηδεμίαν. ἔτι δὴ μᾶλλον ἀδύνατον λυθῆναι τὴν διάθεσιν, ὅταν καὶ τὸ σύμπαν σῶμα κακόχυμον, ἢ καὶ πληθωρικὸν ὑπάρχῃ, καὶ πολὺ δὴ μᾶλλον, εἰ ἐν τούτοις προσγένοιτο στένωσις ἁπάντων τῶν ἐξοχετευόντων πόρων περιττώματα τοῦ μέρους. ὥσπερ οὖν καὶ ἡ ἴασις ἀκολουθήσειεν, ἐὰν οἵ τε πόροι διακαθαρθεῖεν, ὥστε εὔρουν εἶναι τὸ μόριον, ἥ τε δύναμις ῥωσθείη καὶ ἡ διάθεσις ἐπανορθωθείη, καὶ τὸ σύμπαν σῶμα μήτε πληθωρικὸν μήτε κακόχυμον εἴη· ἔστ’ ἂν δὲ ταῦτα διαμένῃ, καὶ τὴν περίοδον τῶν παροξυσμῶν ἀναγκαῖόν ἐστι διαμένειν. οὕτω γοῦν συμβαίνει κᾀπὶ τῶν γυναικῶν· καὶ γὰρ καὶ ταύταις ἄχρι περ ἂν ἶσά τε καὶ ὅμοια μένῃ τὰ τῶν καταμηνίων αἴτια, καὶ ἡ περίοδος αὐτῶν ἡ αὐτὴ φυλάττεται. λέγεται δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τῷ περὶ τῶν ῥευματικῶν διαθέσεων λόγῳ, καὶ νῦν οὔτε χρονίζειν ἐν ταῖς πίστεσι τῶν προαποδεδειγμένων εὔλογον οὔθ’ ὑπερβαίνειν τὰ κεφάλαια τῶν χρησίμων εἰς τὰ παρόντα. χρήσιμα δ’ ἐστὶν ἐν τοῖσδε μάλιστα τό γε γινώσκειν, ὡς ἔνια μὲν τῶν μορίων ἑτέροις ἐπιπέμπει ῥεύματα, καθάπερ ἡ κεφαλὴ τοῖς ὀφθαλμοῖς· ἔνια δὲ ὑπὸ τῶν ἐν αὐτοῖς γεννωμένων περιττωμάτων ἀρχὴν τοῦ πυρέττειν λαμβάνει· καὶ ὅτι τοῖς τοιούτοις ἅπασι κοινὸν μὲν ἡ σηπεδών ἐστι τῶν περιττωμάτων, ἴδιον δ’ ἑκάστῳ, τῷ μὲν ἔμφραξίς τε καὶ σφήνωσις τῶν ἀγγείων, ἤτοι διὰ γλίσχρους χυμοὺς, ἢ παχεῖς, ἢ πολλούς· ἑτέρῳ δὲ στέγνωσις τῶν πόρων ἤτοι τῶν αἰσθητῶν, ἢ τῶν οὐκ αἰσθητῶν· ἄλλῳ δέ τινι τὸ πληρωθῆναι τὰς καθ’ ὅλον αὐτοῦ τὸ σῶμα χώρας κενὰς, καὶ πρὸς τούτοις ἔτι τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἐν τῷ περὶ πλήθους ἐπιδέδεικται λόγῳ. τῶν μὲν δὴ κατὰ περίοδόν τινα παροξυνομένων πυρετῶν οὐκ οἶδ’ εἴ τις ἐπιλείπει γενέσεως αἰτία, τῶν δ’ ἀτάκτων ἔνιοι μὲν ἐπὶ τῇ μεταπτώσει τοῦ χυμοῦ, τινὲς δὲ καὶ διὰ  τὸ τῆς διαίτης πλημμελὲς εἰς τὴν τοιαύτην ἔρχονται κατάστασιν. μεταπίπτει μὲν οὖν μάλιστα τὸ αἷμα σηπόμενον. ὡς γὰρ καὶ πρόσθεν εἴρηται, τὸ μέν τι αἵματος ξανθὴ χολὴ γίνεται, τὸ δὲ μέλαινα. εἰς ὅσον δ’ αὖ οἱ ἐν τῷ σώματι τῶν ἀῤῥωστούντων χυμοὶ μεταβάλλουσιν, εἰς τοσοῦτον καὶ αἱ περίοδοι τῶν παροξυσμῶν ὥστ’ οὐδὲν ἔτι θαυμαστὸν ἐν ταῖς τοιαύταις μεταβολαῖς ὑπαλλάττεσθαι τὴν τάξιν. ὑπαλλάττονται δ’ οὐχ ἥκιστα κᾀν τῷ τὸ μὲν ἀρξάμενον σήπεσθαι κατά τι μόριον ἕτερον ὑπάρχειν ἕτερον δ’ ἐξ ἄλλων ἐπιῤῥεῖν, ἤτοι γε ἐν ἐκείνοις μόνοις ὄντα τοιοῦτον, ἢ καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα πλεονάζοντα. οὕτως δὲ καὶ ὅσα κατὰ τὴν δίαιταν ἁμαρτάνεται τοῖς κάμνουσιν, οὐδὲν ἧττον καὶ ταῦτα διαφθείρει τῶν περιόδων τὴν τάξιν. ὥσπερ γὰρ καὶ αὐτοῖς τοῖς ὑγιαίνουσιν αἱ μοχθηραὶ δίαιται νοσημάτων αἰτίαι καθίστανται, τὸν αὐτὸν, οἶμαι, τρόπον, ἢ καὶ μᾶλλον ἔτι τοῖς νοσοῦσιν, ἐξ ὧν ἂν πλημμελήσωσιν, οἱ παροξυσμοὶ συμπίπτουσιν. οὐ μόνον γοῦν ἔτι νοσοῦντες, ἀλλὰ καὶ περὶ τὸν τῆς ἀναλήψεως καιρὸν ἑτοίμως ὑπὸ παντὸς ἁμαρτήματος βλάπτονται. καθ’ ἑκάστην οὖν ἤδη βλάβην ἀξιόλογον ἤτοι προλαμβάνειν πολὺ τὰς περιόδους ἀναγκάζουσιν, ἢ καί τινας ἑτερογενεῖς τῶν ἔμπροσθεν αὐτοῖς γεννῶσιν, ὑφ’ ὧν ἡ τάξις τῶν παροξυσμῶν διαφθείρεται. πολλάκις δὲ διὰ τὴν ἐπιπλοκὴν τῶν περιόδων ἀγνοουμένην τοῖς ἰατροῖς ἀτάκτως ἔδοξαν οἱ νοσοῦντες παροξύνεσθαι. ἀλλ’ αἱ μὲν τοιαῦται τῶν ἀταξιῶν οὐκ εἰσὶν ὄντως, ἀλλὰ φαίνονται μόνον· ὅσαι δὲ ὄντως εἰσὶν, ἤτοι διὰ μετάπτωσιν τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἢ τὸ πλημμελὲς τῆς διαίτης ἀποτελοῦνται. λοιπὸν δὲ τὸ τῶν συνόχων γένος, ὧν ὁ σύμπας χρόνος εἷς παροξυσμός ἐστιν ἤτοι διὰ παντὸς ὁμότονος, ἢ μειούμενος, ἢ αὐξανόμενος ἄχρι κρίσεως, ὑπὸ τοιαύτης αἰτίας γενέσθαι πέφυκεν, οἵαν ἁπάντων πυρετῶν ὁ Πραξαγόρας ὑπέθετο, σῆψιν οἰόμενος τῶν χυμῶν ἐν τῇ κοίλῃ φλεβὶ συνίστασθαι. τελεώτερος δ’ ἂν ὁ λόγος καὶ ἀληθέστερος γίνοιτο κατὰ τόνδε τὸν τρόπον. ὅσα μὲν ἐν περιόδοις τισὶ παροξύνεται νοσήματα, μορίων ἐπιγίγνεται διαθέσεσιν, ἤτοι πεμπόντων, ἤ δεχομένων, ἢ γεννώντων, ἢ ἑλκόντων περιττώματα, καθ’ ὃν ὀλίγον ἔμπροσθεν εἴρηται τρόπον· ὅσα δ’ ἄνευ περιόδων, οὐδεὶς ἐπὶ τούτων ὁ πεπονθώς ἐστι τόπος ἐξαίρετος, ἀλλ’ οἱ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ἁπάσας χυμοὶ, καὶ μάλισθ’ ὅσοι κατὰ τὰς μεγίστας τε καὶ θερμοτάτας εἰσὶν, ἤτοι δι’ ἄλλην τινὰ αἰτίαν, ὡς ἐν τοῖς ἐφημέροις, ἢ καὶ διὰ σηπεδόνα ζέσαντες, ἀνάπτουσι πυρετὸν ἕνα σύνοχον, ἀπ’ ἀρχῆς ἕως τοῦ τέλους ἀδιάλειπτον, ἄχρι τοσούτου παραμένοντά τε καὶ διακαίοντα τὸν ἄνθρωπον, ἄχρι περ ἂν οἱ γεννῶντες αὐτὸν χυμοὶ δαπανηθῶσιν, ἢ πεφθῶσιν, ἤ τι συναμφότερον πάθωσιν.