Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Κοινὸν μὲν οὖν ἁπάντων τῶν ἑκτικῶν πυρετῶν βληχροῖς τε εἶναι καὶ ἴσοις διὰ παντὸς, ἀπὸ τῆς πρώτης ἀρχῆς ἕως τῆς ἐσχάτης τελευτῆς· ἴδιον δὲ τοῖς τῶν μαρασμῶν συγγενέσιν ἡ ξηρότης, ἐπεί τοι πολλάκις ἄνευ ξηρότητος ἑκτικοὶ συνίστανται πυρετοὶ, μὴ μεταπίπτοντες εἰς μαρασμὸν, οἷοι καὶ νῦν ἐγένοντο παμπόλλοις ἐν  τῷ λιμῷ τῷ μεγάλῳ. τῶν μὲν οὖν συνόχων διαφέρουσιν, ὡς εἴρηται, οἱ ἑκτικοὶ πυρετοί· τῶν δὲ ἄλλων τῶν ἀθλίπτους ἐχόντων τὰς ἐπισημασίας αὐτῷ μάλιστα τούτῳ διαφέρουσι, τῷ θλίψιν μέν τινα πάντως ἐκείνοις προσγίγνεσθαι τραφεῖσιν ὑπὸ τὴν εἰσβολὴν τοῦ παροξυσμοῦ, τοῖς δ’ ἑκτικοῖς τὴν οἷον ἄθλιπτον ἐπισημασίαν ἐπὶ ταῖς τροφαῖς συμπίπτειν, οὐκ οὖσαν μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἐπισημασίαν, ἐξαπατῶσαν δὲ τοὺς ἀγυμνάστους περὶ τὰ τοιαῦτα τῷ τε πλήθει τῆς θερμασίας καὶ τῷ μεγέθει καὶ τῷ τάχει τῶν σφυγμῶν. ἐναργέστερον δὲ κατὰ τὴν ἑξῆς ἡμέραν ὁ τοιοῦτος ἐπιγνωσθήσεται πυρετὸς, ἐπιμελέστερον ἔτι παραφυλαξάντων ἡμῶν, ἄχρι πόσου παραμένει τὰ μετὰ τὸ τραφῆναι τὸν ἄνθρωπον ἔν τε τοῖς σφυγμοῖς ἀλλοιωθέντα καὶ περὶ τὴν θερμασίαν. εὑρεθήσεται γὰρ ἄχρι τοσούτου ἠλλοιῶσθαι τὰ φαινόμενα σύμπαντα σαφῶς, ἄχρι περ ἂν ἡ ἀπὸ τῆς τροφῆς ἀνάδοσίς τε καὶ πρόσθεσις ὑγραίνηται τὸν αὐχμὸν τῆς καρδίας, εἶτ’ αὖθις εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἐπανερχόμενα τὴν πρὸ τοῦ τραφῆναι τὸν ἄνθρωπον. εἰ τοίνυν ἐν ἑτέρῳ καιρῷ θρέψειας αὐτὸν ἐν τῇ μετὰ ταύτην ἡμέρᾳ, καὶ πάλιν ἐν ἑτέρῳ κατὰ τὴν ἑξῆς, εὑρήσεις ὃ λέγω γινόμενον, αὐξανομένην μὲν ἐπὶ τῇ τροφῇ τὴν θερμασίαν, ἀλλοιουμένους δὲ, ὡς εἴρηται, τοὺς σφυγμούς. ἔοικε γὰρ αὐτοῖς συμβαίνειν οἷόν τι κᾀπὶ τῆς τιτάνου καὶ τῶν λίθων τῶν διατεθερμασμένων. εἰ γὰρ καὶ ψυχρότατον ὕδωρ αὐτῶν καταχέεις, πολὺ θερμότεροι φαίνονται, τρεφομένης, ὡς ἔοικε, τῆς αὐχμώδους ἐν αὐτοῖς θερμασίας ὑπὸ τῆς ὑγρᾶς οὐσίας. ἥτις μὲν οὖν ἐστιν ἡ αἰτία δι’ ἣν τοῦτο γίγνεται, τῶν φυσικῶν προβλημάτων ἐστίν· ὅτι δὲ οὕτως γίγνεται, μαθεῖν ἔνεστιν ἅπαντι τῷ πειραθῆναι βουληθέντι. λαβὼν γοῦν ἐπὶ τὴν χεῖρα βῶλον τιτάνου καταφρονεῖ τῆς αὐτῆς θερμασίας καὶ οὐκ αἰσθάνεται· εἰ δὲ ἀποτιθέμενος χαμαὶ καταχέεις αὐτῆς ὕδωρ, ὄψει μὲν αὐτίκα μάλα θερμαινομένην τε καὶ οὕτω ζέουσαν, ὥσπερ οἱ λέβητες, ὅταν ὁμιλήσωσι παμπόλλῃ φλογί· θεάσῃ δὲ καὶ ἀτμὸν οὐκ ὀλίγον ἀναφερόμενον ὑπ’ αὐτῆς· εἰ δὲ καὶ ἅψασθαι τολμήσειας ἐν τῷδε, καυθήσῃ ῥᾳδίως. οὕτως ἄρα πρός γε τὴν αἴσθησιν ἡ ὑγρὰ θερμότης οὐκ ὀλίγῳ τινὶ τῆς ξηρᾶς ἐναργεστέραν ἔχει τὴν δύναμιν. ὅτι δὲ ξηρὰ θερμότης ἐστὶν ἡ κατὰ τοὺς ἑκτικοὺς πυρετοὺς, οἷς ἕπεται μαρασμὸς, ἔνεστί σοι κᾀντεῦθεν μαθεῖν· οὐδεὶς ἐξ ἀρχῆς εὐθέως ἑάλω τοιούτῳ πυρετῷ τῶν ὑγρὰν ἐχόντων τὴν ἕξιν τοῦ σώματος, ἀλλ’ ὅσοι καὶ φύσει ξηρότεροι, καὶ μάλιστα εἰ σὺν τούτῳ θερμοὶ τὴν κρᾶσιν εἶεν, εἵλοντό τε βίον ἐν πόνοις καὶ ἀγρυπνίαις καὶ φροντίσι καὶ διαίτῃ λεπτῇ, τούτοις εἴωθεν εὐθὺς ἐξ ἀρχῆς εἰσβάλλειν ἑκτικὸς πυρετὸς ἐπὶ θυμοῖς ἢ λύπαις· ἔτι δὲ καὶ μᾶλλον εἰ θέρους ὥρᾳ συμπέσοι καὶ κατάστασις θερμὴ καὶ ξηρὰ καὶ χωρίον τοιοῦτον. ὅρος δὲ τῆς ἀρχῆς αὐτοῦ τὸ κατὰ τὸν χρόνον, ἐν ᾧπερ οἱ ἐφήμεροι διὰ παρακμῆς ἐπιεικοῦς εἰς ἀπυρεξίαν ἔρχονται, πρὸς τῷ μηδὲν αὐτοῖς γίγνεσθαι τοιοῦτον, ἐναργῶς ἐπιτείνεσθαι τὴν ξηρότητα. τότε γὰρ πρῶτον ὑποχωρήσας τῶν ἐφημέρων, ἑκτικὸς ἤδη γίνεται. τῆς δ’ οἷον αὐξήσεώς τε καὶ τελείας συμπληρώσεως αὐτοῦ ὅρος ἕτερός ἐστιν ὁ κατὰ τὴν τρίτην ἡμέραν παροξυσμός· εἰ γὰρ, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, κατὰ τήνδε μήτ’ εἰσβάλλει τις ἕτερος παροξυσμὸς μήτ’ ἀπύρεκτος ὁ κάμνων γένοιτο, τῆς ξηρότητος ἐπιτεινομένης αὐτῷ, βεβαίως ὁ τοιοῦτος ἤδη τῶν ἑκτικῶν ἐστι, καὶ προϊόντος δὲ τοῦ χρόνου μαρασμώδης ἔσται ταχέως, σφυγμός τε ἀμυδρός τε ἅμα καὶ σκληρὸς γίνεται. εὐθὺς δὲ δήπου καὶ μικρὸς ἐξ ἀνάγκης τοιοῦτός ἐστι καὶ πυκνὸς, οὐ μὴν διὰ ταῦτά ἐστι μαρασμώδης, ἀλλὰ διὰ τὴν ἀμυδρότητα καὶ σκληρότητα. γίνεται γὰρ ἡ μὲν ἀμυδρότης ἐπὶ ταῖς ἰσχυραῖς τῆς καρδίας δυσκρασίαις· ἡ δὲ σκληρότης ἐπὶ ταῖς ξηρότησιν· ἢν δὲ δὴ ταῦτα τὴν καρδίαν καταλάβῃ τὰ παθήματα, πυρέττειν ἀνάγκη τὸ ζῶον ἐν τῷδε μαρασμώδη πυρετόν. εἰς δὲ τὸν αὐτὸν τοῦτον ἐμπίπτουσι πυρετὸν ἐκ τῶν ὀξέων τε καὶ καυσωδῶν οἱ πλεῖστοι τῶν κακῶς ἰατρευθέντων, καὶ μάλισθ’ ὅσοι δεόμενοι ὕδατος πιεῖν ψυχροῦ πρὸς τῷ μὴ πιεῖν οὐδ’ ἄλλο τι ψυκτήριον ἴαμα τοῦ θώρακος καὶ τῶν ὑποχονδρίων ἔσχον. εἰ δὲ δὴ πρὸς τῷ μηδὲ τούτων τι σχεῖν ἔτι καὶ τοῖς διὰ μέλιτος ἐπὶ πλεῖστον ἐχρήσαντο καταπλάσμασιν, ἃ νῦν ἐπιπολάζει, ἐπιπλέον μαρανθῆναι τούτοις ἕτοιμον, εἴθ’ ἁπλῶς πυρέττοιεν, εἴτ’ ἐφ’ ἥπατος ἢ γαστρὸς φλεγμονῇ. μάλιστα γὰρ οὖν δὴ ταύταις ταῖς φλεγμοναῖς οὐκ ὀρθῶς θεραπευομέναις ἕπονται μαρασμοί· ὥστε τινες ᾠήθησαν οὐδ’ ἄλλως δύνασθαι γενέσθαι τὸ τοιοῦτον πάθος, οὐκ εἰδότες ὡς οὔτε τούτων οὐδέτερον, οὐδ’ ἄλλο τι σπλάγχνον ἤ μόριον, οὔτε μαρασμὸν οὔθ’ ὅλως ἑκτικὸν οὐδένα πυρετὸν ἀπεργάζεται, πρὶν, ὡς εἴρηται, παθεῖν τὴν καρδίαν. ἄρχεται δὲ τὸ πάθος αὐτῇ ποτὲ μὲν ἐξ αὐτῆς, ὡς ἐπὶ θυμοῖς καὶ λύπαις ἰσχυραῖς καὶ μακραῖς· ἐνίοτε δὲ ἐπὶ τοῖς καυσώδεσι πυρετοῖς· ἔστιν ὅτε δὲ ἐπὶ τοῖς κατὰ πνεύμονα καὶ θώρακα πάθεσι, καὶ μάλιστα ἐμπυήμασί τε καὶ φθόαις. ὥσπερ δὲ ἐπὶ τούτοις, οὕτως ἐπὶ γαστρὶ καὶ ἥπατι καὶ ἁπλῶς εἰπεῖν ἁπάσαις χρονιζούσαις φλεγμοναῖς ἐπὶ κυρίοις μέρεσιν ἅμα ξηρότητι τοῦ γε σύμπαντος ζώου καὶ μάλιστα τῆς καρδίας. ἐγὼ γοῦν οἶδα καὶ κώλου φλεγμονῇ χρονισάσῃ μαρασμὸν ἀκολουθήσαντα, καὶ στομάχου καὶ κύστεως καὶ νεφρῶν. ἐγίνοντο δέ τινες οὐχ ἥκιστα καὶ τῶν δυσεντερικῶν ἐν τοιούτῳ πυρετῷ, φλεγμηνάντων αὐτοῖς δηλονότι τῶν ἐντέρων. καὶ λειεντερίαις δὲ καὶ διαῤῥοίαις μακραῖς, ὅταν ἤτοι γε εὐθέως ἀπ’ ἀρχῆς, ἢ ἐν τῷ χρόνῳ προϊόντι πυρετὸς συμπέσῃ βληχρὸς, ἕπονται μαρασμοὶ, καὶ ἁπλῶς εἰπεῖν, ὅταν ἤδη  προεξηρασμένον τὸ τῆς καρδίας σῶμα τὴν πυρετώδη θερμότητα καταδέξηται δυσλύτως.