Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Διὸ καὶ μέγιστόν ἐστι γνώρισμα πυρετῶν ἑκτικῶν αἱ ἀρτηρίαι θερμότεραι φαινόμεναι τῶν πέριξ σωμάτων, ὅπερ αὐταῖς οὐ συμβαίνει κατὰ τοὺς ἄλλους πυρετούς. ἔτι δὲ ἐναργέστερον γίνεται τὸ σύμπτωμα, λουσαμένων ἢ ἄλλως ὁπωσοῦν ἀραιωθέντων, ὡς ἰκμάδα τέ τινα προχυθῆναι καὶ διαπνεῦσαι τὴν θερμότητα. σύμμετρος μὲν γὰρ ἡ ἐν τοῖς ἄλλοις ἅπασι μέρεσι θερμασία φαίνεται μετὰ τὰς τοιαύτας διαπνοάς· οὐδὲν δὲ τῆς ἔμπροσθεν ἐλάττων ἡ ἐν ταῖς ἀρτηρίαις. μάλιστα δ’ αὐτῆς ἐστιν ἀκριβῶς αἰσθάνεσθαι κατὰ τὰς διαστολὰς τῶν σφυγμῶν, οἵ τινες οὐδ’ αὐτοὶ μεταβάλλουσιν ἐπὶ ταῖς εἰρημέναις διαπνοαῖς, ἀλλὰ διαμένουσιν ὅμοιοι τὰ πάντα. μόνος μὲν οὖν συνιστάμενος ὁ ἑκτικὸς πυρετὸς εὔδηλός ἐστιν, ἄν θ’ ἁπλῶς ἑκτικὸς ἄν τε καὶ ἅμα μαρασμώδης ὑπάρχῃ· σὺν ἑτέρῳ δέ τινι χαλεπώτερον ἤδη γινώσκεται, καθάπερ ὁ ἔναγχος ἐπί τινος γυναίου γινόμενος, οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς οὐκ ἀσαφῶς παροξυνόμενος. ἐλάνθανε γὰρ ὁ μαρασμώδης πυρετὸς ἅπαντας τοὺς ἐπισκοπουμένους ἰατροὺς οἰομένους χρῆναι μήτ’ ἀρχὴν εἰσβολῆς αἰσθητὴν εἶναι τοῖς ἑκτικοῖς πυρετοῖς, μήτε ἀνάβασιν, μήτε ἀκμὴν, ὡς οὐκ ἐνδεχόμενον ἑκτικῷ πυρετῷ συμπλακῆναί τινα τῶν ἐπὶ χυμοῖς· ἀλλ’ ἡμῖν γε κᾀπὶ ταύτης γυναικὸς εὐθέως ἐν ταῖς πρώταις ἡμέραις ἐγνωρίσθη. ἑκατέρα γὰρ τῶν ἐπισημασιῶν, ἥ τε δι’ ἡμέρας καὶ ἡ νύκτωρ γινομένη, βραχυχρόνια μὲν ἐποιεῖτο τὰ μέρη τοῦ παροξυσμοῦ, καὶ πολλάκις τε καὶ μετὰ νοτίδος τινὸς, ἢ ἀτμώδους διαπνοῆς ἐλύετο σαφῶς οὕτως, ὡς εὔκρατον ἁπτομένοις φαίνεσθαι τὸ σῶμα· τὰ δὲ κατὰ τὰς ἀρτηρίας σημεῖα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα διὰ παντὸς ἔμενεν, οὔτε ἀποψυχομένων αὐτῶν ὁμοίως τοῖς ἄλλοις μορίοις οὔτε τὸ τάχος ἢ τὴν πυκνότητα τῆς κινήσεως ἐκλυουσῶν. ἅπερ οὖν εἴρηταί μοι καὶ δι’ ἑτέρων ἤδη πολλάκις, εἰρήσεται καὶ νῦν, ὡς οὐ χρὴ τὰς περιόδους τε καὶ ἀναλογίας τῶν παροξυσμῶν ἐπισκοπεῖσθαι μόνον, ἀλλὰ πολὺ πρότερον αὐτὴν τὴν ἰδέαν τοῦ πυρετοῦ, κᾀκ ταύτης γνωρίζειν αὐτοὺς τοὺς πυρετοὺς, ὥσπερ τοὺς ἀνθρώπους ἐκ τῆς ἰδίας μορφῆς. οὕτω τοι καὶ ἡμεῖς ἐν τῇ πρώτῃ πολλάκις ἡμέρᾳ τὸ εἶδος ἐγνωρίσαμεν τοῦ πυρετοῦ, μὴ περιμείναντες ἢ διὰ τρίτης, ἢ διὰ τετάρτης, ἢ ἀμφημερινῆς ἀνταποδόσεως. ἀλλὰ περὶ μὲν τούτων ἐπὶ πλέον ἐν τῷ δευτέρῳ περὶ κρίσεων εἴρηται. λέλεκται δὲ οὐδὲν ἧττον ἐν ἐκείνῳ βιβλίῳ καὶ ὡς χρὴ τῶν ἐφημέρων πυρετῶν γνωρίζειν τὰς διαφοράς. ἐπηγγειλάμην μὲν οὖν κᾀνταῦθα, οἶδ’ ὅτι, περὶ αὐτῶν ἐρεῖν. ἀναμνησθεὶς δὲ ὡς μικροῦ τινος ἐνδεῖ τὰ κατ’ ἐκείνου τοῦ βιβλίου εἰς τὸ τελέως εἰρῆσθαι πάντα, τὰ μὲν ἄλλα περιττὸν ᾠήθην μεταγράφειν ἐνταῦθα, μόνα δὲ ἅπερ ἐλλιπῶς διώρισται ἐν αὐτῷ προσθήσω.