Digital Corpus for Graeco-Arabic Studies

Galen: De Febrium Differentiis (On the Differences of Fevers)

Τοῖς μὲν ἐπ’ ἐγκαύσει πυρέττουσι τὸ δέρμα μᾶλλον ἐπὶ τὸ θερμότερόν τε καὶ αὐχμωδέστερον ἤπερ σφυγμοὶ πρὸς τὸ πυρετῶδες ἐξανίστανται. καὶ γὰρ οὖν καὶ διψώδεις ἧττον οἱ τοιοῦτοι τῶν ἴσην ἐχόντων τὴν θερμότητα, καὶ κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς ἀκμαῖον ἐπ’ αὐτῶν φαίνεται τὸ θερμὸν, ἔμπαλιν ἢ ὡς ἐπὶ τῶν διὰ στέγνωσίν τινα νοσούντων· ἐπαναδίδωσι γὰρ ἐπ’ ἐκείνοις. διακαίεσθαι δὲ καὶ ἡ κεφαλὴ μάλιστα δοκεῖ τοῖς ἐπ’ ἐγκαύσει πυρέξασι, καὶ χαίρουσί τε μᾶλλον καὶ ὀνίνανται ψυχροῖς καταντλούμενοι, καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτοῖς θερμότεροί τε καὶ ἐρυθρότεροι φαίνονται μετὰ ξηρότητος, ὅσοι γε δὴ χωρὶς κορύζης καὶ κατάῤῥου κάμνουσιν. ἐνίοις γὰρ τῶν ἐγκαυθέντων καὶ ταῦτα συμπίπτει, καὶ γίγνεται τούτοις οὐ θερμὴ μόνον, ἀλλὰ καὶ πλήρης ἡ κεφαλὴ τοῦ αἵματος, ὡς καὶ τὰς φλέβας ἐπιπλέον συντείνεσθαι συμπάσας, ὅσαι γε καὶ κατὰ τοὺς ὀφθαλμούς εἰσι καὶ τοὺς κροτάφους, καὶ τὸ μέτωπον, ὅλον τε τὸ πρόσωπον. ἔστι δ’ οὐχ ἥκιστα διακρῖνον καὶ τοῦτο τὸ πλήρεις εἶναι αὐτοὺς ἱκανῶς τῶν ἐπὶ ψύξει χυμῶν πυρεττόντων. καὶ γὰρ καὶ τούτων ὅσοι τὴν κεφαλὴν ἐκακώθησαν, ἑτοίμως ἁλίσκονται κορύζαις τε καὶ κατάῤῥοις, καὶ ὅ γε πυρετὸς αὐτοῖς ἐνίοτε σύμπτωμά ἐστι μόνης τῆς ἐν τῇ κεφαλῇ διαθέσεως· ὡς τὰ πολλὰ δὲ τότε μᾶλλον πυρέττουσιν, ὅτε τὸ σῶμα σύμπαν ψυχθῶσιν ἢ ἐγκαυθῶσιν. ἧττον δ’ ἐστὶ θερμὸν τὸ δέρμα τοῖς ψυχθεῖσιν, ἐν ὄγκῳ τε μείζονι τὸ σῶμα, καὶ οὐδεὶς αὐχμὸς ἀμφὶ τὸ πρόσωπον, οἷος τοῖς ἐπ’ ἐγκαύσει πυρέττουσιν ἄνευ τοῦ πεπληρῶσθαι τὴν κεφαλήν. ὡς τὰ πολλὰ μὲν οὖν εἴωθεν ἅπασι τοῖς τοιούτοις ἡ κεφαλὴ πληροῦσθαι, πλὴν εἴ τις ἀκριβῶς εἴη καθαρὸς καὶ ἀπέριττος τὸ σῶμα· τούτοις γὰρ μόνοις ἐνδέχεται θερμαινομένην τὴν κεφαλὴν ἀπλήρωτον διαμένειν, ὅμως μὴν ἔστιν ὅτε καὶ χωρὶς τοῦ πεπληρῶσθαι θερμασίαν παμπόλλην καταλαμβάνειν σύμπασαν αὐτὴν ἐγκαυθεῖσαν. αὕτη μὲν οὖν ἡ διάθεσις ἐναργέστατα διαφέρει τῆς κατὰ ψύξιν· ἡ δὲ μετὰ τοῦ πεπληρῶσθαι δυσδιάκριτός ἐστιν, ὡς ἂν καὶ κατάῤῥουν ἐπικαλουμένη καὶ κόρυζαν, ἅπερ καὶ τοῖς ψυχθεῖσι συμβαίνει, ἀλλ’ ὡς εἴρηται, τὸ αὐχμῶδες καὶ τὸ ἄγαν θερμὸν τοῦ δέρματος, ὅσα τ’ ἄλλα μικρὸν ἔμπροσθεν εἶπον, ἴδια τῶν ἐγκαυθέντων εἰσὶ, περὶ ὧν ἐπιπλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται σὺν ταῖς ἄλλαις ἁπάσαις τῶν ἐφημέρων πυρετῶν διαφοραῖς, ὧν τὰς διαγνώσεις ἐν τῷ δευτέρῳ περὶ κρίσεων εἰρηκότες, οὐδὲν ἔτι δεόμεθα νῦν ἐκδιηγεῖσθαι. ἀλλὰ τοῦτον μὲν ἤδη τὸν λόγον ἐνταυθοῖ καταπαύσομεν, ἑξῆς δὲ τῶν ἐπὶ χυμοῖς ἀναπτομένων πυρετῶν ἁπάσας ἐροῦμεν τὰς διαφοράς.