De Febrium Differentiis (On the Differences of Fevers)
Κρατησάσης μὲν οὖν ἀκριβῶς τῆς φύσεως τὸ κάλλιστον γίνεται πύον, ἰδεῖν μὲν λευκὸν καὶ παχὺ καὶ ὅμοιον ἑαυτῷ πανταχόθεν, λεῖον δ’ ἁπτομένῳ καὶ ἥκιστα δυσῶδες. εἰ δὲ οἷον ἡμισαπὲς εἴη, τὸ τρίτον γένος ἐν τῇ τοιαύτῃ μεταβολῆ, ὃ μικρὸν ἔμπροσθεν ἔφαμεν, συνίσταται. εἴρηται δὲ καὶ ὡς πολυειδέστατόν ἐστι τὸ τοιοῦτον γένος· ἐν γὰρ τῷ μᾶλλόν τε καὶ ἧττον δεδέχθαι τὴν πέψιν ἀναρίθμητος ἡ διαφορά. πολλάκις μὲν γὰρ λευκὸν ἀποτελεσθὲν, ἤτοι δυσῶδές ἐστιν ἢ λεπτὸν κατὰ τὴν σύστασιν, ἐνίοτε δὲ οὐ λευκὸν, ἀλλὰ πελιδνὸν φαίνεται, κᾀν τούτοις ἅπασι τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἄπειρον. ὅσαι δὲ ἐν τοῖς ἀποστήμασι τῆς σηπεδόνος διαφοραὶ, τοσαῦται κᾀν τοῖς ὑπὸ σηπεδόνος ἀναπτομένοις πυρετοῖς αἱ τῶν ἐμφερομένων τοῖς οὔροις ἰδέαι. τὸ μὲν γὰρ ἄριστον, ὅπερ ἐκ τοῦ σηπομένου χυμοῦ τὴν ἐκ τοῦ περιέχοντος ἀγγείου καταδεξαμένου πέψιν ἀποτελεῖται, λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ ἥκιστα δυσώδη τὴν ὑπόστασιν ἔχει· τὸ δὲ χείριστον ἐναντιώτατόν ἐστιν τῷδε κατὰ πάντα· τὸ δ’ ἐν τῷ μεταξὺ καθ’ ὅσον ἂν ὁποτέρου πλησιαίτερον ὑπάρχῃ, κατὰ τοσοῦτον χεῖρον ἢ βέλτιον γίνεται. ἀλλὰ περὶ μὲν τῆς τῶν οὔρων διαφορᾶς ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι λέγεται. τοὺς δὲ ἐπὶ σήψει χυμῶν ἀναπτομένους πυρετοὺς ἑτέρους χρὴ νομίζειν τῶν ἐφημέρων. καὶ ἥ γε διάγνωσις αὐτῶν οὐ χαλεπὴ, κᾄν τισιν ἀδύνατος εἶναι δοκῇ, καὶ τοῦτο ἔργῳ μυριάκις ἐδείξαμεν ἐπὶ τῷ πρώτῳ παροξυσμῷ παυσαμένῳ, λουσάμενόν τε καὶ μετρίως διαιτηθέντα τῶν συνηθῶν ἔχεσθαι κελεύσαντες, ὡς οὐκέτι πυρέξοντα, καὶ οὕτως ἀπέβη. ἓν μὲν δὴ καὶ πρῶτον γνώρισμα τῶν ἐφημέρων πυρετῶν τὸ ἀπό τινος ἄρξασθαι προκαταρχούσης αἰτίας προσφάτου τε καὶ φανερᾶς, ἥνπερ ἤδη συνήθως ὀνομάζουσιν οἱ νεώτεροι πάντες ἰατροὶ προκαταρκτικὴν αἰτίαν. ἀλλὰ τοῦτο μὲν εἰ καὶ ἀχώριστόν ἐστι τῶν τοιούτων πυρετῶν, ἴδιον αὐτῶν οὐκ ἔστιν· ἄρχονται γὰρ καὶ τῶν ἄλλων ἔνιοι, φανερᾶς προηγησαμένης αἰτίας. ἀχώριστον δὲ καὶ ἴδιον ἡ τῶν οὔρων πέψις ἐστὶν εὐθέως ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, καὶ πρὸς τούτοις εἰς μέγεθος καὶ τάχος ἐπιδιδόντων τῶν σφυγμῶν ἀξιόλογον, ὡς ἀπολείπεσθαι τῆς ἀναλογίας τὴν πυκνότητα κατὰ τὴν ἐκτὸς ἡσυχίαν. ἔτι τε μᾶλλον ἴδιον καὶ ἀχώριστον αὐτῶν ἐστι τὸ μηδ’ ὅλως εἰς τάχος ἐπιδιδόναι τὴν συστολήν ἢ εἰ καὶ ἐπιδιδοίη ποτὲ, μικρότατον εἶναι τοῦτο καὶ δυσγνώριστον καὶ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐξιστάμενον ἀλλὰ μὴν καὶ τὸ τῆς θερμασίας ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιόν τέ ἐστι καὶ ἀχώριστον· ἀχώριστον δὲ καὶ ἡ ὁμαλότης, καὶ ἄθλιπτος ἀνάβασις ἔν τε τῇ θερμασίᾳ καὶ τοῖς σφυγμοῖς, οὐ μὴν ἴδιόν γε· καὶ γὰρ καὶ τῶν ἄλλων ὑπάρχει τισὶν, ὥσπερ γε καὶ τὸ τῆς ἀκμῆς ἐπιεικές· οὐδὲ γὰρ τοῦτο ἴδιον, εἰ καὶ μάλιστα τούτοις ὑπάρχει. καὶ κάλλιόν γε τὰ κοινὰ ταῦτα κατὰ τὰς ἀναβάσεις τε καὶ τὰς ἀκμὰς ἐν τῷ μάλιστα ὑπάρχειν τοῖς ἐφημέροις ἴδια τίθεσθαι. γένοιτο γὰρ ἂν οὕτως εἰ καὶ μὴ τοῦ πράγματος εἶδος, ἀλλὰ τὸ κάλλιστόν γε καὶ ἀπηκριβωμένον τῶν τοιούτων πυρετῶν ἴδιόν τε ἅμα καὶ ἀχώριστον σημεῖον, ὥσπερ γε καὶ ἡ παρακμὴ μεθ’ ἱδρῶτος, ἢ νοτίδος, ἢ πάντως γε σὺν ἀτμῷ τινι χρηστῷ γινομένη, τελείας ἀπυρεξίας ἐκδεχομένης αὐτήν. αὕτη μὲν ἡ κοινὴ διάγνωσις τῶν πυρετῶν· ἕκαστον γὰρ αὐτῶν ἰδίᾳ κατ’ εἶδος ἐν τοῖς ἑξῆς διοριοῦμαι.