Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Genitura (Generation)

ΠΕΡΙ ΓΟΝΗΣ.

ΠΕΡΙ ΦΥΣΙΟΣ ΠΑΙΔΙΟΥ.

ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.

1. Νόμος μὲν πάντα κρατύνει· ἡ δὲ γονὴ τοῦ ἀνδρὸς ἔρχεται ἀπὸ παντὸς τοῦ ὑγροῦ τοῦ ἐν τῷ σώματι ἐόντος τὸ ἰσχυρότατον ἀποκριθέν· τούτου δὲ ἱστόριον τόδε, ὅτι ἀποκρίνεται τὸ ἰσχυρότατον, ὅτι ἐπὴν λαγνεύσωμεν σμικρὸν οὕτω μεθέντες, ἀσθενέες γινόμεθα. Ἔχει δὲ οὕτω· φλέβες καὶ νεῦρα ἀπὸ παντὸς τοῦ σώματος τείνουσιν ἐς τὸ αἰδοῖον, οἷσιν ὑποτριβομένοισι καὶ θερμαινομένοισι καὶ πληρευμένοισιν ὥσπερ κνησμὸς ἐμπίπτει καὶ τῷ σώματι παντὶ ἡδονὴ καὶ θέρμη ἐκ τούτου παραγίνεται· τριβομένου δὲ τοῦ αἰδοίου καὶ τοῦ ἀνθρώπου κινευμένου, τὸ ὑγρὸν θερμαίνεται ἐν τῷ σώματι καὶ διαχέεται καὶ κλονέεται ὑπὸ τῆς κινήσιος καὶ ἀφρέει, καθάπερ καὶ τἄλλα ὑγρὰ ξύμπαντα κλονεύμενα ἀφρέει· οὕτω δὲ κἀν τῷ ἀνθρώπῳ ἀποκρίνεται ἀπὸ τοῦ ὑγροῦ ἀφρέοντος τὸ ἰσχυρότατον καὶ πιότατον, καὶ ἔρχεται εἰς τὸν νωτιαῖον μυελόν· τείνουσι γὰρ ἐς τοῦτον ἐκ παντὸς τοῦ σώματος, καὶ διαχέει ἐκ τοῦ ἐγκεφάλου εἰς τὴν ὀσφὺν καὶ ἐς πᾶν τὸ σῶμα καὶ ἐς τὸν μυελὸν, καὶ ἐξ αὐτοῦ τείνουσιν ὁδοὶ, ὥστε καὶ ἐπιέναι τοῦ ὑγροῦ ἐς αὐτὸν καὶ ἀποχωρέειν. Ἐπὴν δὲ ἔλθῃ ἐς τοῦτον τὸν μυελὸν ἡ γονὴ, χωρέει παρὰ τοὺς νεφρούς· ταύτῃ γὰρ ἡ ὁδός ἐστι διὰ φλεβῶν, κἢν οἱ νεφροὶ ἑλκωθῶσιν, ἔστιν ὅτε καὶ αἷμα ξυμφέρεται· παρὰ δὲ τῶν νεφρῶν ἔρχεται διὰ τῶν ὀρχίων μεσάτων ἐς τὸ αἰδοῖον· καὶ χωρέει οὐχ ὅπη τὸ οὖρον, ἀλλά οἱ ἄλλη ὁδός ἐστιν αὐτῆς ἐχομένη. Καὶ οἱ ἐξονειρώσσοντες διὰ τάδε ἐξονειρώσσουσιν· ἐπὴν τὸ ὑγρὸν ἐν τῷ σώματι διακεχυμένον ἔῃ καὶ διάθερμον, εἴτε ὑπὸ ταλαιπωρίης, εἴτε καὶ ὑπὸ ἄλλου τινὸς, ἀφρέει· καὶ ἀποκρινο. μένου ἀπ’ αὐτοῦ ὁρᾷν παρίσταται οἷάπερ ἐν τῇ λαγνείῃ· ἔχει γὰρ τὸ ὑγρὸν τοῦτο ὅπερ λαγνεύοντι· ἀλλ’ οὔ μοι περὶ ὀνειρωσσόντων καὶ παντὸς τοῦ νοσήματος τί ἐστὶ, καὶ ὁκόσα ἐργάζεται, καὶ διότι πρὸ λαγνείης. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἰρέαται.

المقالة الأولى من كتاب الأجنّة لبقراط

الحدّ يعدل في جميع الأشياء ويكمل كلّ شيء فلذلك يقول إنّ منى الإنسان يجري من جميع الأعضاء الصحيحة القويّة التي في الإنسان فيسيل وينزل في المجاري.

إنّ المنى يخرج من جميع الأعضاء الصحيحة فيمرّ في الرحم نعماً.

إنّه إذا جرى المنى وخرج منّا عند إرادتنا في الجماع أحسسنا بالضعف.

أمّا العروق والعصب فإنّها تمتدّ من الجسد كلّه إلى الذكر وتلك العروق والعصب إذا تحرّك وامتلأت وسخنت وقع فيها شيء شبيه بالحكّة ثمّ تقع في الجسد كلّه لذّة وتسخنه وتهيّج الحرارة الشهوة في جميع الأعضاء وتمتدّ قصبة الذكر وتطول قائمة وتمتلئ وتتحرّك الأعضاء كلّها وتسخن الرطوبة وتنفتح أعضاء الجسد كلّها ويخرج منها رطوبة مثل الرغوة من شدّة الحرارة التي ثارت من القلق والحركة عند احتكاك الذكر والفرج كما أنّ الأشياء الرطبة إذا أكثر تحريكها أو علاجها أو دلك بها خرج منها رطوبة مثل الرغوة أو مثل الزبد فكذلك أعضاء الإنسان أيضاً يخرج منها عند الحركة للجماع رطوبة قويّة رغويّة من شدّة الحركة فيجري إلى مخّ عظم الظهر الذي يسمّى النخاع.

إنّه يمتدّ الذكر ويقوم وذلك لأنّ الذكر يمتلئ من المادّة التي تسيل من جميع الجسد بالحرارة التي تشتمل من الحركات ومن قبل العنصر الذي ينفرغ من جميع الأعضاء.

إنّ المنى ينزل من العروق التي خلف الأذنين وإن قطعت هذه العروق انقطع منى صاحبها.

إذا نزل المنى من الدماغ ووصل إلى مخّ عظم الظهر يمرّ فيه ثمّ ينزل في مجاري له إلى الكليتين في العروق الآخذة هنالك أعني التي لا تنزل إلى أسفل ولكنّها تصعد إلى الكبد وهي التي إن أصابها شيء من الأوجاع يسيل منها دم فإن كان في الكليتين خرج فإنّه ربّما خلط الدم ثمّ ينفذ من الكليتين إلى بين الخصيتين حتّى يقع في الذكر في غير مجاري البول.

أمّا المنى الذي يجري ويخرج في المنام بالاحتلال فإنّه إنّما يجري إذا كثرت الرطوبة التي هي عنصره وسخنت جدّاً ونفشت فنزلت من ضعف أو من سبب آخر فعند ذلك يرغي ويخرج في مجاري المنى كما يخرج في الجماع لأنّ الرطوبة تحسّ بشبه الجماع.

إذا انصبّت الرطوبة في جميع الجسد من قبل التعب أو من قبل شيء آخر فلطفت من بعد انصبابها يعرض الاحتلام.

إنّي لست أريد الآن أن أقول فيما يكون في الاحتلام وأوجاع الجسد وما يكون منها ولماذا يكون.