Digital Corpus for Graeco-Arabic Studies

Hippocrates: De Humoribus (Humours)

18. Καὶ ὑσμάτων οἷα ἢ διὰ τρίτης, ἢ ἑκάστης, ἢ διὰ περιόδων ἄλλων, καὶ τὰ συνεχέα καὶ ἀνέμων οἱ μὲν πολυήμεροι πνέουσι, καὶ ἀντιπνέουσι ἀλλήλοισιν, ἄλλοι δὲ διὰ βραχυτέρων, οἱ δὲ καὶ αὐτοὶ κατὰ περίοδον ταῦτα ἔχει τῇσι καταστάσεσιν ὁμοιότητας, ἐπὶ βραχύτερον δὲ τὰ τοιαῦτα. Καὶ εἰ μὲν ἐπὶ πλέον τὸ ἔτος· τοιοῦτον ἐὸν τὴν κατάστασιν ἐποίησε τοιαύτην, ἐπὶ πλέον καὶ τὰ νουσήματα τοιαῦτα καὶ μᾶλλον ἰσχυρότερα καὶ μέγιστα νουσήματα οὕτως ἐγένετο καὶ κοινότατα καὶ ἐπὶ πλεῖστον χρόνον. Ἐκ τῶν πρώτων ὑδάτων, ὅταν ἐξ ἀνυδρίης πολλῆς μέλλῃ ὕδωρ ἔσεσθαι, ἔστι περὶ ὑδρώπων· προειπεῖν, καὶ ὁκόταν τἄλλα σμικρὰ σημήϊα φανῇ ἐν νηνεμίη, ἐν μεταβολῇ, ξυνακτέον, ὅσαι μὲν ἐφ᾿ οἵοισιν ὕδασιν ἢ ἀνέμοισι νοῦσοι ἐπισημαίνουσι, καὶ ἀκουστέον εἴ τις οἶδε, τοιοῦδε χειμῶνος προγενομένου, οἷον ἦρ ἢ θέρος ἔσται.